Immagini della pagina
PDF
ePub

οὐχ ἱκανοὺς ἀντιπολεμεῖν αὐτῷ ὄντας, οὕτω δὴ καὶ αὐτὸς ἐξεστράτευσε, τὴν πόλιν τῷ τε Λεπίδῳ καὶ πολιανόμοις τισὶν ὀκτώ, ὥς τισι δοκεῖ, ἢ ἕξ, ὡς μᾶλλον πεπίστευται, ἐπιτρέψας. ἐπειδὴ γὰρ ἐπί τε τοῦ Λογγίνου καὶ ἐπὶ τοῦ Μαρκέλλου τα 29 στρατόπεδα τὰ ἐν τῇ Ἰβηρίᾳ ἐκινήθη καί τινες καὶ τῶν πόλεων ἐνεωτέρισαν, ἡμέρας μέν τινας τοῦ τε Λογγίνου ἀπαλλαγέντος καὶ τοῦ Τρεβωνίου τὴν διαδοχὴν αὐτοῦ λαβόντος ἡσύχασαν, ἔπειτα δέει τῆς ἐκ τοῦ Καίσαρος τιμωρίας ἐπρε- 2 σβεύσαντο κρύφα πρὸς τὸν Σκιπίωνα, μεταστῆναι βουλόμενοι· καὶ ὃς ἄλλους τε σφίσι καὶ τὸν Πομπήιον τὸν Γναῖον ἀπ έστειλε. προσέχων δὲ ἐκεῖνος ταῖς Γυμνησίαις νήσοις τὰς μὲν ἄλλας ἀμαχί, τὴν δὲ Ἔβεσον σὺν πόνῳ παρεστήσατο, κἀνταῦθα νοσήσας μετὰ τῶν στρατιωτῶν διέτριψε. χρονίζοντος οὖν αὐτοῦ, 3 πυθόμενοι οἱ στρατιῶται οἱ ἐν τῇ Ἰβηρία, τόν τε Σκιπίωνα ἀπολωλότα καὶ τὸν Δίδιον ἐπιπλέοντα σφίσι, καὶ φοβηθέντες μὴ διαφθαρῶσι πρὶν τὸν Πομπήιον ἐλθεῖν, οὐκ ἔμειναν αὐτόν, ἀλλὰ Τίτου τε Κυίντιον Σκαπούλαν και Κύιντον ̓Απώνιον ἄνδρας ἱππέας προστησάμενοι τόν τε Τρεβώνιον ἐξέβαλον καὶ τὸ ἔθνος τὸ Βαιτικὸν πᾶν συναπέστησαν. πραξάντων δὲ ταῦτα 30 αὐτῶν Πομπήιος ῥαΐσας ἐς τὴν ἤπειρον τὴν κατ ̓ ἀντιπέρας διέπλευσε, καὶ ἄλλας μέν τινας πόλεις εὐθὺς ἑκουσίας προσεποιήσατο, ταῖς τε γὰρ ἐπιτάξεσι τῶν ἐφεστηκότων σφίσιν

[ocr errors]

Man berechnete seine Macht in Italien auf 11 Legionen, Cic. ad Fam. VI, 18, 2 De Hispaniis novi nihil. Magnum tamen exercitum Pompeium habere constat, nam Caesar ipse ad nos misit exemplum Paciaeci litterarum, in quo erat, illas undecim esse legiones. Nach Oppius bell. Hisp. 7, 3 aquilas et signa habuit XIII legionum Λεπίδω] M. Amilius Lepidus war im J. 46 zugleich mit Cäsar Consul. - πολιανόμοις] = Stadtpräfekten, welche Cäsar ernannte, an Stelle der Quästoren. Cäsar verliefs Rom Ende September oder Anfangs Oktober 46, nachdem er zuvor für das nächste Jahr zum Cos. IV gewählt war und die vierte Diktatur angetreten hatte.

C. 29. τὰ στρατόπεδα] Q. Cassius, den Cäsar 49 als Proprätor in Spanien zurückgelassen, hatte sich

[blocks in formation]

ἀχθόμενοι, καὶ ἐς ἐκεῖνον οὐκ ὀλίγα ἐκ τῆς τοῦ πατρὸς αὐτοῦ μνήμης ἐπελπίζοντες ἑτοίμως αὐτὸν ἐδέξαντο, Καρχηδόνα δὲ οὐκ ἐθελήσασαν ὁμολογῆσαι ἐπολιόρκει. μαθόντες οὖν τοῦτο 2 οἱ περὶ τὸν Σκαπούλαν ἦλθόν τε ἐνταῦθα, καὶ στρατηγὸν αὐτοκράτορα αὐτὸν ἑλόμενοι προσεϊχόν τε αὐτῷ τὰ μάλιστα καὶ προεθυμοῦντο ισχυρότατα, τὰ κέρδη τὰ ἐκείνου ἴδια καὶ τὰς συμφορὰς οἰκείας ποιούμενοι, ὥστ ̓ ἀφ ̓ ἑκατέρου, τὰ μὲν ὅπως 3 λάβωσι, τὰς δ ̓ ὅπως μὴ πάθωσιν, ἐρρῶσθαι. καὶ γὰρ ὁ Πομπήιος, οἷα ἐν τοιαύταις ταραχαῖς καὶ καταστάσεσι πάντες ειώθασι ποιεῖν, καὶ μάλιστ ̓ ἐπειδή τινες τῶν ̓Αλλοβρίγων, οὕς οἱ ὁ Ἰόβας ἐκ τοῦ πρὸς τὸν Κουρίωνα πολέμου ζωγρήσας ἐδεδώκει, 4 ηὐτομόλησαν, οὐδὲν ὅ,τι οὐχὶ καὶ λόγῳ καὶ ἔργῳ τοῖς λοιποῖς ἐχαρίζετο. οὗτοί τε οὖν αὐτῷ καὶ διὰ ταῦτα πολὺ προθυμότεροι ἐγένοντο, καὶ τῶν ἐναντίων συχνοί, καὶ μάλισθ' ὅσοι σὺν τῷ Αφρανίῳ ποτὲ ἐστράτευτο, προσεχώρησαν· τῶν τε ἐκ τῆς Αφρι κῆς ἄλλοι τε καὶ ὁ ἀδελφὸς Σέξτος ὅ τε Οὔαρος καὶ ὁ Λαβιῆνος 5 σὺν τῷ ναυτικῷ πρὸς αὐτὸν ἦλθον. κἀκ τούτου τῷ τε πλήθει τοῦ στρατοπέδου καὶ τῇ προθυμίᾳ ἀρθεὶς τήν τε χώραν ἀδεῶς διεπορεύετο, καὶ πόλεις τὰς μὲν ἑκούσας τὰς δὲ ἀκούσας προσετίθετο, καὶ ἐδόκει καὶ ὑπὲρ τὸν πατέρα ισχύειν. ἦσαν μὲν γὰρ ἐν τῇ Ἰβηρίᾳ καὶ τοῦ Καίσαρος στρατηγοί Κύιντός τε Φάβιος Μάξιμος και Κύιντος Πέδιος, οὐ μέντοι καὶ ἀξιόμαχοί οἱ νομίζοντες εἶναι αὐτοί τε ἡσύχαζον καὶ ἐκεῖνον σπουδῇ μετεπέμποντο.

31

τέως μὲν δὴ ταῦτ ̓ ἐγίγνετο· ἐπεὶ δὲ τῶν τε προπεμφθέν των τινὲς ἐκ τῆς Ρώμης ἀφίκοντο καὶ προσεδοκήθη καὶ ὁ Καῖσαρ ἥξειν, φοβηθεὶς ὁ Πομπήιος, καὶ νομίσας οὐχ ἱκανὸς εἶναι πᾶσαν τὴν Ἰβηρίαν κατασχεῖν, οὐκ ἀνέμεινε πταίσας γε μεταγνῶναι, ἀλλ ̓ εὐθύς, πρὶν πειραθῆναι τῶν ἐναντίων, ἐς 4 τὴν Βαιτικὴν ἀνεχώρησε. καὶ αὐτῷ ἡ μὲν θάλασσα παραυτίκα ἠλλοτριώθη, Οὔαρός τε ὑπὸ τοῦ Διδίου περὶ Καρτηίαν έναυ κρατήθη, καὶ εἴγε μὴ προκαταφυγὼν ἐς τὴν γῆν ἀγκύρας ἐς

[ocr errors][merged small][merged small][merged small][merged small]

τὸ στόμα τοῦ λιμένος ἄλλας πρὸς ἄλλαις ἐνεβεβλήκει, καὶ περὶ αὐτὰς οἱ πρῶτοι τῶν διωκόντων σφᾶς ὥσπερ περὶ ἕρμα ἐπταίκεσαν, πᾶν ἂν τὸ ναυτικὸν ἀπωλωλέκει. ἡ δὲ ἤπειρος ἡ ἐκεῖ 4 πᾶσα πλὴν Οὐλίας πόλεως συνεμάχει· ταύτην γὰρ μὴ ἐθελήσασάν οἱ προσχωρῆσαι ἐπολιόρκει. καν τούτῳ καὶ ὁ Καΐσαρ 32 μετ ̓ ὀλίγων ἐξαίφνης ἀδοκήτοις οὐχ ὅτι τοῖς περὶ τὸν Πομπήιον, ἀλλὰ καὶ τοῖς ἑαυτοῦ στρατιώταις ἐπῆλθε· τοσούτῳ γὰρ τῷ τῆς πορείας τάχει ἐχρήσατο ὥστε καὶ τοῖς οἰκείοις ἅμα καὶ τοῖς ἐναντίοις ὀφθῆναι πρὶν καὶ ὅτι ὅλως ἐν τῇ Ἰβηρίᾳ γέγονεν ἀκουσθῆναι. καὶ ὁ μὲν καὶ ἀπ ̓ αὐτοῦ τούτου, τῆς τε 2 παρουσίας τῆς αὐτοῦ μόνης, καὶ ἐς τὰ ἄλλα καταπλήξειν τὸν Πομπήιον καὶ ἀπὸ τῆς πολιορκίας ἀπαλλάξειν ἤλπισε· τὸ γὰρ πλεῖον στράτευμα κατὰ τὴν ὁδὸν ὑπελέλειπτο· ἐκεῖνος δὲ ἕνα τε ἄνδρα ἑνὸς οὐ πολὺ διαφέρειν νομίζων, καὶ τῇ ἰσχύι ἑαυ τοῦ πάνυ θαρσῶν, οὐκ ἐξεπλάγη πρὸς τὴν ἄφιξιν αὐτοῦ, ἀλλὰ καὶ προσήδρευε τῇ πόλει καὶ τὰς προσβολὰς ὁμοίως ὥσπερ καὶ πρὶν ἐποιεῖτο. ὁ οὖν Καῖσαρ ἐκεῖ μὲν ὀλίγους στρατιώτας 3 ἐκ τῶν προαφιγμένων κατέλιπεν, αὐτὸς δὲ ἐπὶ Κόρδοβαν ὥρμησε, τὸ μέν τι καὶ αἱρήσειν αὐτὴν ἐκ προδοσίας ἐλπίσας, τὸ δὲ δὴ πλεῖστον ἀπάξειν ἀπὸ τῆς Οὐλίας τὸν Πομπήιον τῷ περὶ αὐτῆς φόβῳ προσδοκήσας. καὶ ἔσχεν οὕτω· τὸ μὲν γὰρ 4 πρῶτον μέρος τι τοῦ στρατοῦ κατὰ χώραν ἐάσας ἔς τε τὴν Κόρδουβαν ἦλθε, καὶ κρατυνάμενος αὐτήν, οὐχ ὑπομείναντος σφᾶς τοῦ Καίσαρος, τῷ ἀδελφῷ τῷ Σέξτῳ προσέταξεν· ἔπειτα 5 δὲ ὡς οὔτε τι πρὸς τῇ Οὐλίᾳ ἐπέραινεν, ἀλλὰ καὶ πύργου τινός, καὶ τούτου οὐχ ὑπὸ σφῶν κατασεισθέντος, ἀλλ ̓ ὑπὸ τοῦ πλήθους τῶν ἀπ' αὐτοῦ ἀμυνομένων καταρραγέντος, ἐσῆλτον μέν τινες, οὐ μὴν καὶ καλῶς ἀπήλλαξαν, καὶ ὁ Καῖσαρ 6 πλησιάσας σφίσιν ἐκείνοις τε βοήθειαν νυκτὸς λαθὼν ἐσέπεμψε καὶ αὐτὸς πρός τε τὴν Κόρδοβαν αὖθις ἐστράτευσε καὶ ἐς πολιορκίαν αὐτὴν ἀντικατέστησεν, οὕτω δὴ τῆς τε Οὐλίας παντελῶς ἀπανέστη καὶ ἐκεῖσε παντὶ τῷ στρατῷ οὐ μάτην

[merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small]

Ἡ ἠπείχθη. προπυθόμενος γὰρ τοῦτο ὁ Καΐσαρ ἀπεχώρησε· νοσῶν γὰρ ἐτύγχανε. μετὰ δὲ ταῦτα αὐτός τε ἀναρρωσθεὶς καὶ τὰ στρατεύματα ἐπακολουθήσαντά οἱ προσλαβὼν ἠναγκάσθη καὶ ἐν τῷ χειμῶνι πολεμῆσαι· ἔν τε γὰρ σκηνιδίοις φαύλοις αὐλιζόμενοι ἐκακοπάθουν καὶ τῆς τροφῆς ἐνελείποντο. ἐδικτατώρευε δὲ δὴ τότε, καὶ ὕπατος ὀψέ ποτε καὶ ἐπ ̓ ἐξόδῳ τοῦ ἔτους ἀπεδείχθη, τοῦ Λεπίδου ἐν τῇ ἱππαρχίᾳ τὸν δῆμον ἐς τοῦτο συναγαγόντος· ἱππάρχησε γὰρ καὶ τότε, αὐτὸς ἑαυτὸν ἐν τῇ ὑπατείᾳ ἐπειπὼν ἵππαρχον παρὰ τὰ πάτρια.

35 ἐκείνης δὲ δὴ τῆς πόλεως ἁλούσης οὐκέτ ̓ οὐδὲ οἱ ἄλλοι ἠτρέμιζον, ἀλλὰ πολλοὶ μὲν αὐτοὶ πρὸς τὸν Καίσαρα πρεσβευ σάμενοι μεθίσταντο, πολλοὶ δὲ καὶ ἐπιόντα αὐτὸν τούς τε 2 ὑποστρατήγους αὐτοῦ ἐδέχοντο, ὥστε τὸν Πομπήιον ἀπορήσαντα ὅ,τι χρὴ πρᾶξαι, τὸ μὲν πρῶτον ἄλλοτε ἄλλῃ τῆς χώρας μεθιστάμενον πλανᾶσθαι, ἔπειτα δὲ φοβηθέντα μὴ καὶ ἐξ αὐτοῦ τούτου καὶ οἱ λοιποὶ αὐτὸν ἐγκαταλίπωσι, διακινδυνεῦσαι ἐθελῆσαι, καίτοι τοῦ δαιμονίου τὴν ἧτταν ἐναργέστατα αὐτῷ 3 προσημήναντος. οἱ μὲν γὰρ ἱδρῶτες τῶν ἀγαλμάτων καὶ αἱ ἠχαὶ τῶν στρατοπέδων, τά τε ζῷα ἃ πολλὰ παρὰ τὴν ἑαυτῶν φύσιν ἐγεννήθη, καὶ αἱ δᾷδες αἱ πρὸς τὰς δυσμὰς ἐκ τῶν ἀνατολῶν ἄττουσαι, ταῦτα γὰρ ἐν τῇ Ἰβηρίᾳ τότε ἅμα πάντα συνηνέχθη, σαφὲς οὐδέν, ὁποτέροις σφῶν προφαίνοιτο, δι4 εδήλου· οἱ δὲ δὴ ἀετοὶ τῶν στρατοπέδων αὐτοῦ τάς τε πτέφυγας σείσαντες καὶ τοὺς κεραυνούς, οὓς ἐν τοῖς ποσί τινες αὐτῶν χρυσοῦς ἔφερον, ἐκβαλόντες ἐκείνῳ τε τὸ κακὸν ἄντικρυς ἐνέσκηπτον καὶ αὐτοὶ πρὸς τὸν Καίσαρα ἀπεπέτοντο, ἀλλ ̓ ἅγε Πομπήιος τὸ δαιμόνιον ἔν τε ὀλιγωρίᾳ ἐποιήσατο καὶ ὁ πόλεμος πρὸς μάχην δὴ κατέστη.

36

εἶχον μὲν δὴ πρὸς τοῖς ἄλλοις τοῖς τε πολιτικοῖς καὶ τοῖς

ἑαυτὸν ἐπειπών] Während sonst der magister equitum von dem Diktator ernannt wurde; hier geschah dies wenigstens auf Veranlassung des Diktators, des Julius Cäsar. Das Ungesetzliche war, dafs Lepidus a. 46 noch Consul war und zugleich magister equitum wurde, wie auch Cäsar zugleich Consul und Diktator war.

C. 35. τῆς πόλεως ἁλούσης] Als Cäsar am 19. Febr. 45 Ategua zur Übergabe zwang, wollte sich Pom

peius gegen die südliche Küste hinwenden. Er zog von Ucubis über Hispalis (Sevilla) nach Munda, aber Cäsar blieb ihm immer zur Seite. Pomp. wollte den Verteidigungskrieg fortsetzen, er wurde aber von den Häuptlingen der Spanier und von Labienus und Attius Varus zum Angriff gedringt. - ἠχαὶ τῶν στρατοπέδων] signorum armorumque sonitus et strepitus, ut duae viderentur acies concurrere. προφαίνοιτο] αρparerent.

ξενικοῖς στρατεύμασι πολλοὺς μὲν τῶν ἐπιχωρίων, πολλοὺς δὲ καὶ Μαύρων ἀμφότεροι· Βόκχος μὲν γὰρ τοὺς υἱεῖς τῷ Πομπηίῳ ἔπεμψε, Βογούας δὲ αὐτὸς τῷ Καίσαρι συνεστράτευσεν ὁ δὲ ἀγὼν οὐχ ὡς τῶν ἄλλων, ἀλλ' ὡς αὐτῶν τῶν Ῥωμαίων ἐγένετο. οἵ τε γὰρ Καισάρειοι στρατιῶται τῷ τε πλήθει καὶ 2 τῇ ἐμπειρίᾳ καὶ παρὰ πάντα τῇ αὐτοῦ ἐκείνου παρουσίᾳ θαρσοῦντες ἀπαλλαγῆναί ποτε τοῦ τε πολέμου καὶ τῶν ἐν αὐτῷ κακῶν ἐσπούδαζον, καὶ οἱ Πομπηίειοι τούτοις μὲν ἐλαττούμενοι, τῇ δ ̓ ἀπογνώσει τῆς σωτηρίας, ἂν μὴ κρατήσωσιν, ἐρρωμένοι προεθυμοῦντο· οἷα γὰρ μετά τε τοῦ ̓Αφρανίου καὶ μετὰ 3 τοῦ Οὐάρρωνος οἱ πλείους αὐτῶν καὶ ἁλόντες καὶ σωθέντες, καὶ μετὰ τοῦτο τῷ τε Λογγίνῳ ἀποδοθέντες καὶ ἀπ ̓ αὐτοῦ ἀποστάντες, οὔτε τινὰ ἐλπίδα συγγνώμης ήττηθέντες εἶχον, κἀκ τούτου πρὸς ἀπόνοιαν, ὡς καὶ θαρσῆσαι τότε ἢ πάντως γε ἀπολέσθαι δεόμενοι, προήχθησαν. συμμίξαντες οὖν ἐμάχοντο 4 οὐδὲ γὰρ οὐδὲ αἰδῶ τινα ἀλλήλων εἶχον ἔτι, τοσαυτάκις ἀντιπεπολεμηκότες, καὶ διὰ τοῦτο μηδὲ παραινέσεώς τινος δεόμενοι. κἀν τούτῳ τὰ μὲν συμμαχικὰ ταχέως ἑκατέρωθεν ἐτράπη καὶ 37 ἔφυγεν, αὐτοὶ δὲ ἐκεῖνοι συσταδὸν ἀντικόπτοντες ἀλλήλους ἐπὶ πλεῖστον ἠγωνίσαντο. οὐδὲ γὰρ ἐνέδωκεν αὐτῶν οὐδείς, ἀλλ' ἐν χώρα μένοντες ἔσφαξον ἔθνησκον, ὡς καὶ αὐτὸς ἕκαστος ἢ τῆς νίκης ἢ τῆς ἥττης καὶ τοῖς ἄλλοις ἅπασιν αἴτιος ἐσόμενος. καὶ διὰ 2 τοῦτο οὐδὲ ἔμελεν αὐτοῖς ὁρᾶν ὅπως οἱ σύμμαχοι σφῶν ἐμάχοντο, ἀλλ ̓ ὡς καὶ μόνοι κινδυνεύοντες προεθυμοῦντο. καὶ οὔτε ἐπαιώνιζέ τις αὐτῶν οὔτε ἔστενεν, ἀλλὰ τοσοῦτο μόνον ἑκάτεροι βοῶντες, „παῖσον, ἀπόκτεινον, πολὺ τῷ ἔργῳ τὰς γλώσσας σφῶν ἔφθανον. ὁρῶντες οὖν ταῦτα ἀπό τε ἵππων 3

[merged small][merged small][ocr errors]

66

[blocks in formation]
« IndietroContinua »