Immagini della pagina
PDF
ePub

βειν; τοιαῦτ ̓ οὖν παραδείγματα καὶ ταῦτα οὐκ ἀλλότρια ἀλλ ̓ οἰκεῖα ἔχοντες, μὴ μελλήσητε τὰ μὲν ζηλῶσαι τὰ δὲ φυλάξα6 σθαι, ἀλλ ̓ ἅτε ἀπ ̓ αὐτῶν τῶν πραγμάτων τὴν πεῖραν τῆς ἐκβάσεως ὧν βουλεύεσθε, παρειληφότες, μηκέτι τοὺς ἐμοὺς λόγους ὡς καὶ ῥήματα διασκοπεῖτε, ἀλλὰ τὰ τῷ κοινῷ διαφέροντα 7 ὡς καὶ ἐν τῷ ἔργῳ ἤδη ὄντα θεωρεῖτε. οὐδὲ γὰρ ἀσαφεῖ τινι ἐνθυμήσει τἀφανὲς τῆς ἐλπίδος ἀναρρίψετε, ἀλλ' ἐλεγγύῳ πίστει τὸ βέβαιον τοῦ λογισμοῦ προνοήσετε.

26

ὑπάρχει μὲν οὖν ὑμῖν τοῦθ ̓ ὅπερ εἶπον, οἴκοθεν καὶ παρὰ τῶν προγόνων λαβοῦσιν ὀρθῶς βουλεύσασθαι· καὶ διὰ τοῦτο οὐδὲ ξενικοῖς παραδείγμασι χρῆσθαι ἠθέλησα, μυρία ἂν εἰπεῖν ἔχων. ἓν δ ̓ οὖν ὅμως τῆς ἀρίστης καὶ ἀρχαιοτάτης πόλεως, παρ' ἧς οὐδ ̓ οἱ πατέρες ἡμῶν ἐπάγεσθαι τινας νόμους ἀπ2 ηξίωσαν, παρέξομαι· καὶ γὰρ αἰσχρὸν ἂν εἴη τοσοῦτον ἡμᾶς καὶ τῇ ῥώμῃ καὶ τῇ γνώμῃ τῶν ̓Αθηναίων ὑπερέχοντας χεῖρον αὐτῶν βουλεύεσθαι. ἐκεῖνοι τοίνυν, λέγω δὲ ὁ πάντες ἴστε, στασιάσαντές ποτε, καὶ ἐκ τούτου καὶ ὑπὸ τῶν Λακεδαιμονίων καταπολεμηθέντες καὶ ὑπὸ τῶν δυνατωτέρων πολιτῶν τυραννη3 θέντες, οὐ πρότερον ἀπηλλάγησαν τῶν κακῶν πρὶν συνθέσθαι καὶ διομολογήσασθαι τῶν τε συμβεβηκότων σφίσι, πολλῶν που καὶ δεινῶν ὄντων, ἐπιλήσεσθαι, καὶ μηδὲν τὸ παράπαν ὑπὲρ 4 αὐτῶν μήτε ἐγκαλέσειν ποτὲ μήτε μνησικακήσειν τινί. τοιγάρτοι σωφρονήσαντες οὕτως οὐχ ὅτι τυραννούμενοι καὶ στασιάζοντες ἐπαύσαντο, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν εὐθένησαν καὶ τήν τε

[ocr errors][ocr errors][merged small][merged small][merged small]

fuit, omnia nostros aut invenisse per se sapientius quam Graecos aut accepta ab illis fecisse meliora. An politischer Einsicht und Verstand, ja auch an Geistesfrische und Produktivität waren die Römer den Griechen überlegen, aber die engen Schranken römischer Sitte und Ordnung gestatteten nicht die freie Entwicklung des Geistes. Cicero hat übrigens auch die damaligen Griechen im Auge. πρὶν συνθέσθαι] Nepos Thrasybulus 3: Praeclarum hoc quoque Thrasybuli, quod reconciliata pace, cum plurimum in civitate posset, legem tulit, ne quis ante actarum rerum accusaretur neve multaretur, eamque illi legem oblivionis (τὸ τῆς ἀμνηστίας ψήφισμα) appellarunt. — εὐθένησαν]

πόλιν ἀνεκτήσαντο καὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς ἀντεποιήσαντο, καὶ τέλος κύριοι καὶ σῶσαι καὶ ἀπολέσαι καὶ τοὺς Λακεδαιμονίους αὐτοὺς καὶ τοὺς Θηβαίους πολλάκις ἐγένοντο. καίτοι εἰ 5 ἠθελήκεσαν ἐκεῖνοι οἱ τὴν Φυλὴν καταλαβόντες καὶ ἐκ τοῦ Πειραιῶς κατελθόντες τιμωρήσασθαι τοὺς ἐκ τοῦ ἄστεως ὑπὲρ ὧν ἠδίκηντο, εὔλογον μὲν ἂν πρᾶγμα πεποιηκέναι ἐδεδόχεσαν, πολλὰ δ ̓ ἂν καὶ ἐδεδράκεσαν κακὰ καὶ ἐπεπόνθεσαν. ὥσπερ 6 γὰρ κρείττους αὐτῶν παρὰ τὴν ἐλπίδα ἐγένοντο, τάχ ̓ ἄν τι καὶ ἠλαττώθησαν αὖθις. οὐ γάρ ἐστιν ἐν τοῖς τοιούτοις βέβαιον 27 οὐδέν, οὐδὲ ἐξ ὧν ισχύει τις προσεπεκράτησεν, ἀλλὰ πάμπολλοι μὲν θαρσοῦντες ἔπταισαν, πάμπολλοι δὲ ζητοῦντες ἀμύνασθαί τινα προσαπώλοντο. οὔτε γὰρ τὸ πλεονεκτούμενον ἔν τινι πάν τως εὐτυχεῖ, διότι καὶ ἀδικεῖται, οὔτε τὸ δυνάμει προῦχον πάντως κατορθοί, διότι καὶ προήκει, ἀλλ ̓ ἀμφότερα ἀπὸ τῆς ἴσης καὶ τῷ παραλόγῳ τοῦ ἀνθρωπίνου καὶ τῷ ἀσταθμήτῳ τῆς τύχης ὑποκείμενα, καὶ τὴν ῥοπὴν πολλάκις οὐ πρὸς τὸ σφέτερον εὔελπι ἀλλὰ πρὸς τὸ ἐκείνων ἀδόκητον λαμβάνει. ὅθεν ἐκ τε τούτων 3 καὶ ἐκ τῆς φιλονικίας, δεινὸν γάρ ἐστιν ἄνθρωπος ἀδικηθεὶς ἢ νομίσας γε ἀδικεῖσθαι ὑπὲρ δύναμιν θρασύνασθαι, καὶ πολλοὶ πολλάκις καὶ παρὰ τὴν ἰσχὺν ἐπαίρονται διακινδυνεύειν ὡς καὶ κρατήσοντες ἢ οὔτι γε καὶ ἀναιμωτί διολούμενοι, καὶ οὕτω τὰ μὲν νικῶντες τὰ δὲ ἡττώμενοι, καὶ τοτὲ μὲν ἀντεπι- 4 κρατοῦντες ἄλλων, τοτὲ δὲ ἀντελαττούμενοι, οἱ μὲν πασσυδι συναπόλλυνται, οἱ δὲ τήν τε Καδμείαν λεγομένην νίκην νικῶσι, καὶ ἐν τῷ χρόνῳ, ὅτ ̓ οὐδὲν ὄφελός ἐστιν, αἰσθάνονται ὅτι κακῶς ἐβουλεύσαντο.

καὶ ὅτι ταῦθ ̓ οὕτως ἔχει καὶ ὑμεῖς ἔργῳ μεμαθήκατε. σκο-28 πεῖτε δέ· ἴσχυσέ τινα χρόνον ἐν τοῖς στασιωτικοῖς ὁ Μάριος, εἶτ ̓ ἐκπεσὼν καὶ δύναμιν ἀθροίσας ἴστε οἷα εἰργάσατο. ὁμοίως

[merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small]

ὁ Σύλλας, ἵνα μὴ τὸν Κίνναν μηδὲ τὸν Κάρβωνα μηδὲ τοὺς ἄλλους τοὺς διὰ μέσου καταλέγω, δυνηθεὶς τὴν πρώτην, εἶτ ̓ ἐλαττωθείς, ἔπειτα δυναστεύσας οὐδὲν ὅ,τι οὐχὶ τῶν δεινοτάτων 2 ἔπραξε. μετὰ ταῦτα Λέπιδος ἰδίαν τέ τινα, ὡς δὴ καὶ τούτοις ἐπεξιών, στάσιν ἤγειρε, καὶ πᾶσαν ὀλίγου τὴν Ἰταλίαν ἐτάραξεν. ὡς δ ̓ ἀπηλλάγημέν ποτε καὶ τούτου, μέμνησθε ὅσα αὖ καὶ οἷα πρός τε τοῦ Σερτωρίου καὶ πρὸς τῶν μετ ̓ αὐτοῦ φυ3 γόντων ἐπάθομεν. τί δ ̓ ὁ Πομπήιος, τί δ ̓ ὁ Καῖσαρ αὐτὸς οὗτος; ἵνα μηδὲν ἐνταῦθα μήτε τοῦ Κατιλίνου μήτε τοῦ Κλω δίου μνημονεύσω. οὐ πρότερον μὲν ἐπολέμησαν ἀλλήλοις, καὶ ταῦτα συγγενεῖς ὄντες, ἔπειτα μυρίων κακῶν οὐ μόνον τὴν πόλιν ἡμῶν ἢ καὶ τὴν λοιπὴν Ἰταλίαν, ἀλλὰ καὶ πᾶσαν ὡς 4 εἰπεῖν τὴν οἰκουμένην ἀνέπλησαν; ἆρ ̓ οὖν μετά τε τὸν τοῦ Πομπηίου θάνατον καὶ τὸν πολὺν ἐκεῖνον τῶν πολιτῶν ὄλεθρον ἡσυχία τις ἐγένετο; πόθεν; πολλοῦ γε καὶ δεῖ. οἶδε δὲ ἡ ̓Αφρική, οἶδεν ἡ Ἰβηρία τὸ πλῆθος τῶν ἑκατέρωθι ἀπολομένων. 5 τί οὖν; ἐπί γε τούτοις εἰρηνήσαμεν; καὶ πῶς; ὁπότε κεῖται μὲν αὐτὸς ὁ Καίσαρ οὕτω σφαγείς, κατέχεται δὲ τὸ Καπιτώλιον, καὶ πεπλήρωται μὲν ἡ ἀγορὰ τῶν ὅπλων, πεπλήρωται 29δὲ καὶ πᾶσα ἡ πόλις τοῦ φόβου. οὕτως ἐπειδὰν ἄρξωνται τινες στασιάζειν, καὶ τὰ βίαια ἀεὶ τοῖς βιαίοις ἀμύνεσθαι ζητῶσι, καὶ τὰς τιμωρίας μήτε πρὸς τὸ ἐπιεικὲς μήτε πρὸς τὸ ἀνθρώπινον ἀλλὰ πρός τε τὴν ἐπιθυμίαν καὶ τὴν ἐξουσίαν τὴν ἐκ τῶν ὅπλων ποιῶνται, κύκλος τις ἐξ ἀνάγκης ἀεὶ τῶν κακῶν γίγνεται καὶ ἀνταπόδοσις ἐκ διαδοχῆς τῶν δεινῶν 2 συμβαίνει. τό τε γὰρ εὐτυχῆσαν ὕβρει τε πλεονάζει καὶ οὐδένα ὅρον τῆς πλεονεξίας ποιεῖται, καὶ τὸ πταῖσαν ὀργῇ τῆς συμφορᾶς, ἄν γε μὴ παραχρῆμα ἀπόληται, ἀντιτιμωρήσασθαι 3 τὸν ἀδικήσαντα ἐπιθυμεῖ μέχρις ἂν τὸν θυμὸν ἐκπλήσῃ. καὶ

[ocr errors][merged small][merged small][merged small][merged small][merged small]

αὐτοῖς καὶ τὸ λοιπὸν πλῆθος, κἂν μὴ συμμετάσχῃ τῶν πραγμάτων, ἀλλὰ τότε γε τῷ τε ἐλέῳ τοῦ νενικημένου καὶ τῷ φθόνῳ τοῦ κεκρατηκότος, δεῖσάν τε ἅμα μὴ καὶ τὰ αὐτὰ ἐκείνῳ πάθῃ, καὶ ἐλπίσαν τὰ αὐτὰ τούτῳ δράσειν, συναίρεται. καὶ οὕτω καὶ τὰ μέσα τῶν πολιτῶν στασιάζειν προάγεται, καὶ 4 ἄλλοι τε ἐπ' ἄλλοις τὸ κακόν, προφάσει τιμωρίας τῶν ἀεὶ ἐλαττουμένων, ὥσπερ τι ἔννομον καὶ ἐγκύκλιον πρᾶγμα ἀνταμυνόμενοι διαδέχονται, καὶ αὐτοὶ μὲν ὡς ἕκαστοι ἀπαλλάσ‐ σουσι, τὸ δὲ δὴ κοινὸν ἐξ ἅπαντος τρόπου φθείρουσιν. ἢ 30 οὐχ ὁρᾶτε πόσον μὲν χρόνον κατατετριμμεθα πολεμοῦντες ἀλλήλοις, ὅσα δὲ καὶ οἷα ἐν αὐτῷ πεπόνθαμεν, καὶ ὅ γε τούτου δεινότερόν ἐστι, καὶ δεδράκαμεν; καὶ τίς ἂν ἀριθμῆσαι δύναιτο 2 τὸ πλῆθος τῶν χρημάτων ἃ τούς τε συμμάχους περιδύοντες καὶ τοὺς θεοὺς περισυλῶντες, καὶ προσέτι καὶ αὐτοὶ ἐξ ὧν οὐκ εἴχομεν συνεσφέροντες, ἐπ ̓ ἀλλήλοις δεδαπανήμεθα; τίς τὸ 3 πλῆθος τῶν ἀνδρῶν τῶν ἀπολωλότων, οὐχ ὅτι τῶν ἄλλων, ἐπεὶ τοῦτό γ ̓ ἀνεξεύρετόν ἐστιν, ἀλλὰ καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν, ὧν εἷς ἕκαστος καὶ πᾶσαν τὴν πόλιν ἐν τοῖς ὀθνείοις πολέμοις σῶσαι καὶ ζῶν καὶ ἀποθανὼν ἐδύνατο; πόσοι μὲν γὰρ Κούρτιοι, πόσοι δὲ Δέκιοι, Φάβιοι, Γράκχοι, 4 Μάρκελλοι, Σκιπίωνες τεθνήκασιν; οὐ μὰ Δί' οὐχ ἵνα Σαυνίτας ἢ Λατίνους ἢ Ἴβηρας ἢ Καρχηδονίους ἀμύνωνται, ἀλλ ̓ ἵνα καὶ αὐτοὶ προσαπόλωνται. καὶ τῶν μὲν ἐν τοῖς ὅπλοις τετελευτηκότων, εἰ καὶ τὰ μάλιστα καὶ ἐκείνων ὀδύραιτο ἄν τις, ἀλλὰ ἡττόν γε ἄξιόν ἐστιν ὀλοφύρασθαι· ἔς τε γὰρ τὰς μάχας ἐθελονταί, είγε ἐθελοντὰς τοὺς ἀναγκασθέντας φόβῳ καλεῖν δεῖ, ἦλθον, καὶ θάνατον εἰ καὶ ἄδικον ἀλλ ̓ ἀνδρεῖον

[ocr errors]

— ἐκείνῳ] sc. τῷ νενικημένῳ. τούτῳ] sc. τῷ κεκρατηκότι. - συναίρεται] wird mit fortgerissen.

=

[ocr errors]

C. 30. κατατετίμμεθα] attriti sumus. περιδύοντες] „ausziehen" ausplündern: Vgl. Cic. Phil. I § 17: Pecunia utinam ad Opis maneret! cruenta illa quidem, sed his temporibus, quoniam eis, quorum est, non redditur, necessaria. Ibid. II § 93: ubi est septiens miliens, quod est in tabulis, quae sunt ad Opis? funestae illius quidem pecuniae, sed tamen quae nos, si eis, quorum erat, non redderetur, a tributis posset vindicare. — τὸ πλῆθος τῶν ἀνδρῶν]

Cic. Phil. II, 55: Doletis tres exercitus (ter enim depugnavit Caesar cum civibus in Thessalia Africa Hispania) populi Romani interfectos, desideratis clarissimos viros etc. Κούρτιοι] Männer so edel und so verdient wie M. Curtius (Liv. VII, 6), wie die Decier, die Fabier, die Gracchen. Dieses Geschlecht erwähnt Cicero zu Ehren des Tib. Sempronius Gracchus, welcher den Sieg bei Beneventum (214) erfocht, und seines Sohnes, welcher zweimal Consul und Censor war und die Celtiberer besiegte (179), beide durch Tapferkeit, Milde und Ehr

γε ὑπέμειναν, ἔν τε ἀγῶνι ἰσοπαλεῖ καὶ ἐν ἐλπίδι τοῦ κἂν 6 περιγενέσθαι καὶ κρατῆσαι ἔπεσον ἀναισθήτως. τοὺς δὲ ἔν τε ταῖς οἰκίαις καὶ ἐν ταῖς ὁδοῖς τῇ τε ἀγορᾷ τῷ τε βουλευτηρίῳ αὐτῷ τῷ τε Καπιτωλίῳ αὐτῷ βιαίως, οὐχ ὅπως ἄνδρας, ἀλλὰ καὶ γυναῖκας, οὐχ ὅπως ἀκμάζοντας, ἀλλὰ καὶ γέροντας καὶ παῖδας, οἰκτρῶς ἐξολωλότας πῶς ἄν τις κατ ̓ ἀξίαν θρηνήσειε ; 7 καὶ ταῦτα μέντοι τοιαῦτα καὶ τοσαῦτα οἷα καὶ ὅσα οὔτ ̓ αὐτοί ποτε πρὸς πάντων ἅμα τῶν πολεμίων ἐπάθομεν οὔτε ἐκείνους ἐδράσαμεν, διατιθέντες ἀλλήλους οὐχ ὅσον οὐκ ἀχθόμεθα, οὐδ ̓ ἀπαλλαγῆναί ποτε αὐτῶν ἀνδρικῶς ἐθέλομεν, ἀλλὰ καὶ χαίρομεν καὶ ἑορτάζομεν, καὶ εὐεργέτας τοὺς ποιοῦντας αὐτὰ 8 ὀνομάζομεν. καίτοι ἔγωγε οὐδ ̓ ἀνθρώπινόν τινα βίον ἡγοῦμαι τοῦτον ἡμᾶς βεβιωκέναι, ἀλλά τινων θηρίων, ἃ δι' ἀλλήλων φθείρεται.

2

καὶ τὰ μὲν ἤδη συμβεβηκότα τι ἂν ἐπὶ πλέον ὀδυραίμεθα; οὐ γάρ που καὶ ἀγένητα ἂν αὐτὰ ποιησαίμεθα· τῶν δὲ δὴ μελλόντων προϊδώμεθα. διὰ γὰρ ταῦτα καὶ ἐκείνων ἐμνημόνευσα, οὐχ ἵνα τὰς κοινὰς συμφοράς, ἅς γε μηδὲ γενέσθαι ὤφελε, καταλέξω, ἀλλ ̓ ἵν ̓ ὑμᾶς ἐξ αὐτῶν ἀναπείσω τὰ γοῦν λοιπὰ διασῶσαι· τοῦτο γὰρ ἄν τις μόνον τῶν κακῶν ἀπόναιτο, τὸ 3 μηδὲν αὖθις ὅμοιον σφίσι παθεῖν φυλάξασθαι. ἔξεστι δὲ τοῦθ ̓ ὑμῖν ἐν τῷ παρόντι μάλιστα ποιῆσαι, ἕως ἔτι τὸ δεινὸν ἄρχεται καὶ οὔτε πολλοί πω συνεστήκασιν, οἵ τε κεκινημένοι οὔτε πεπλεονεκτήκασιν ἀπ ̓ ἀλλήλων οὔτ ̓ ἠλάττωνται, ὥστ ̓ ἢ ἐλπίδι τοῦ κρείττονος ἢ ὀργῇ τοῦ καταδεεστέρου καὶ παρὰ τὸ 4 συμφέρον σφίσιν ἀπερισκέπτως κινδυνεῦσαι προαχθῆναι. καὶ τοῦτο μέντοι τηλικοῦτο κατορθώσετε μήτε πόνον τινὰ πονήσαντες μήτε κινδυνεύσαντες, μὴ χρήματα αναλώσαντες, μὴ

[merged small][merged small][merged small][merged small][ocr errors][merged small]
« IndietroContinua »