Immagini della pagina
PDF
ePub

πασμένων ἀκλεῶς· οἳ καὶ μάλιστα τὴν φορὰν αὐτῶν κακῶς ἀγωνισάμενοι κατὰ τῆς Ῥώμης ἐπεσπάσαντο. Νικήσαντες γὰρ οἷς ἐνέτυχον καὶ χρημάτων πολλῶν κρατήσαντες ἔγνωσαν μηδαμοῦ γῆς ἑαυτοὺς ἱδρύειν, πρὶν ἂν ἀνατρέψωσι τὴν Ῥώμην καὶ διαπορθήσωσι την Ιταλίαν.

ΧΙΙ. Ταῦτα Ρωμαῖοι πυνθανόμενοι πολλαχόθεν ἐκάλουν Μάριον ἐπὶ τὴν στρατηγίαν. Καὶ τὸ δεύτερον ὕπατος ἀπεδείχθη, τοῦ μὲν νόμου κωλύοντος ἀπόντα καὶ μὴ διαλιπόντα χρόνον ὡρισμένον αὖθις αἱρεῖσθαι, τοῦ δὲ δήμου τοὺς ἀντιλέγοντας ἐκβαλόντος. Ἡγοῦντο γὰρ οὔτε νῦν πρῶτον εὔξειν τῷ συμφέροντι τὸν νόμον οὔτε ἀλογωτέραν εἶναι τὴν παροῦσαν αἰτίαν ἐκείνης, δι ̓ ἣν τὸν Σκηπίωνα παρὰ τοὺς νόμους ὕπατον ἀπ έδειξαν οὐ φοβούμενοι τὴν ἑαυτῶν ἀποβαλεῖν, ἀλλὰ τὴν Καρχη δονίων ἐπιθυμοῦντες ἀνελεῖν. Ταῦτα ἔδοξε· καὶ Μάριος ἐκ Λιβύης μετὰ τοῦ στρατεύματος διακομισθεὶς αὐταῖς Καλάνδαις Ιαννουαρίαις, ἣν ἔτους ἀρχὴν ἄγουσι Ρωμαίοι, τήν τε ὑπατείαν ἀνέλαβε καὶ τὸν θρίαμβον εἰσήλασεν, ἄπιστον ἐπιδειξάμενος θέαμα Ρωμαίοις Γουγούρθαν αἰχμάλωτον, οὗ ζῶντος οὐδ ̓ ἂν εἷς ἤλπισε πολεμῶν κρατῆσαι. Οὕτω τις ἦν ποικίλος ἀνὴρ τύχαις ὁμιλῆσαι καὶ πανουργίᾳ πολλῇ μεμιγμένον ἔχων τὸ θυ μοειδές.

XIII. Ἐν δὲ τῇ στρατεία τὴν δύναμιν διεπόνει καθ ̓ ὁδὸν ἐξασκῶν δρόμοις τε παντοδαποῖς καὶ μακραῖς ὁδοιπορίαις,

Rhodanus. Vgl. Caes. b. g. I, 12.

=

τὴν φοράν inpetum. - πρὶν πρὶν ἂν ἀνατρέψωσι] Sall. Iug. 114 per idem tempus advorsum Gallos (!) ab ducibus nostris Q. Caepione et Cn. Manlio male pugnatum, quo metu Italia omnis contremuerat. Illique (die Römer jener Zeit) et inde usque ad nostram memoriam Romani sic habuere (Ansicht), alia omnia virtuti suae prona esse, cum Gallis pro salute, non pro gloria certare.

C. 12. ἀπόντα] der Kandidat mufste zur Bewerbung in Rom anwesend sein; nur das Volk konnte davon dispensieren, cf. Caes. b. c. I, 9 doluisse se, quod populi R. beneficium sibi per contumeliam ab inimicis extorqueretur, ereptoque semenstri inperio in urbem retraheretur, cuius absentis ratio

nem haberi proximis comitiis po-
pulus iussisset. μὴ διαλι-
πόντα χ. ὡρισμένον] Im J. 342 v. Chr.
bestimmte ein Plebiscit, ne quis
eundem magistratum intra decem
annos caperet, seit 151 galt das
Gesetz, dafs das Consulat über-
haupt nur einmal derselben Person
übertragen werden solle. Sulla ging
wieder auf das Plebiscit von 342
zurück. ἐκβαλόντος] abweisen,
vgl. repellere. · τὸν Σκηπίωνα] Vgl.
II. Heft p. 210. Καλάνδαις] 104
v. Chr.
ἔτους ἀρχήν] seit 153 ν.
Chr. θρίαμβον]
archaist.
triumpus = triumphus. -- οὗ ζῶντος]
quo vivo, quo spirante. τύχαις
ὁμιλῆσαι] er wufste aus jeder Lage
Vorteil zu ziehen.

[ocr errors]

-

C. 13. διεπόνει καθ ̓ ὁδόν] exercitabat milites in ipso itinere. δρόμοις] Bewegungen, cf. decurrere,

ἑαυτῷ δὲ ἀχθοφορεῖν ἀναγκάζων καὶ αὐτουργεῖν τὰ πρὸς τὴν δίαιταν, ὥστε καὶ μετὰ ταῦτα τοὺς φιλοπόνους καὶ σιωπῇ μετ' εὐκολίας τὰ προστασσόμενα ποιοῦντας ἡμιόνους Μαριανούς καλεῖσθαι. Καίτοι τινὲς αἰτίαν ἑτέραν τοῦ λόγου τούτου νομίζουσι.

XIV. Εὐτύχημα δὲ δοκεῖ τῷ Μαρίῳ μέγα γενέσθαι. Τῶν γὰρ βαρβάρων ὥσπερ τινὰ παλίρροιαν τῆς ὁρμῆς λαβόντων καὶ ῥυέντων πρότερον ἐπὶ τὴν Ἰβηρίαν χρόνον ἔσχε καὶ τὰ σώματα γυμνάσαι τῶν ἀνδρῶν καὶ τὰ φρονήματα πρὸς τὸ παρρεῖν ἀναρρῶσαι, τὸ δὲ μέγιστον, αὐτὸς οἷος ἦν κατανοηθῆναι. Τὸ γὰρ ἐν ἀρχῇ σκυθρωπὸν αὐτοῦ καὶ περὶ τὰς τιμωρίας δυσμείλικτον ἐπισθεῖσι μηδὲν ἁμαρτάνειν μηδὲ ἀπειθεῖν ἅμα τῷ δικαίῳ σωτήριον ἐφαίνετο, τήν τε τοῦ θυμοῦ σφοδρότητα καὶ τὸ τραχὺ τῆς φωνῆς καὶ ἀγριωπὸν τοῦ προσώπου συντρε φόμενον κατὰ μικρὸν οὐχ αὑτοῖς ἐνόμιζον εἶναι φοβερόν, ἀλλὰ τοῖς πολεμίοις. Μάλιστα δὲ ἡ περὶ τὰς κρίσεις ὀρθότης αὐτοῦ τοῖς στρατιώταις ἤρεσκεν. Τοῦτο εἰς τὴν Ῥώμην ἀπαγγελθέν οὐχ ἥκιστα τῷ Παρίῳ συνέπραξε τὴν τρίτην ὑπατείαν· ἅμα δὲ καὶ τῶν βαρβάρων ἔτους ὥρᾳ προσδοκίμων ὄντων ἐβούλοντο μετὰ μηδενὸς ἄλλου στρατηγοῦ κινδυνεῦσαι πρὸς αὐτούς. Οὐ μὴν ἧκον ὡς προσεδοκῶντο ταχέως, ἀλλὰ πάλιν διῆλθε τῷ Μαρίῳ ὁ τῆς ὑπατείας χρόνος. Ἐνισταμένων δὲ τῶν ἀρχαιρεσιῶν καὶ τοῦ συνάρχοντος αὐτοῦ τελευτήσαντος ἀπολιπών ἐπὶ τῶν δυνάμεων Μάνιον ̓Ακύλλιον αὐτὸς ἧκεν εἰς Ρώμην.

[ocr errors]

decursus. ἑαυτῶ δὲ] er zwang den Soldaten selbst sein Gepäck zu tragen. – μετὰ ταῦτα] in späterer Zeit. μετ ̓ εὐκολίας] ohne Verdriefslichkeit, mit Bereitwilligkeit.

C. 14. εὐτύχημα] cf. Cic. de inp. Cn. Pomp. § 47: ego enim sic existimo, Maximo, Marcello, Scipioni, Mario et ceteris magnis inperatoribus non solum propter virtutem, sed etiam propter fortunam (= felicitatem) saepius inperia mandata atque exercitus esse conmissos. Fuit enim profecto quibusdam summis viris quaedam ad amplitudinem et ad gloriam et ad res magnas bene gerendas divinitus adiuncta fortuna (= höherer Beruf). ὥσπερ τινὰ παλίρροιαν]

quasi quidam subitus aestus (undarum) recessus. πρότερον] ehe sie sich gegen Italien, das eigentliche Ziel, wandten, cf. c. 11 Ende. αὐτὸς οἷος ἦν] wodurch das Zutrauen der Soldaten zu der Führung entsteht, cf. Caes. b. g. quid tandem vererentur aut quid de sua (Soldaten) virtute aut de ipsius (des Feldherrn) diligentia desperarent. σκυθρωπόν] tristis severitas. δυσμείλικτον] animus invictus, unbeugsame Strenge. συντρεφόμε vov] sobald sie sich länger daran gewöhnt hätten. τὴν τρίτην ύπατείαν] für das Jahr 103. κινδυ νεῦσαι] = decertare. διῆλθε] verstrich. - συνάρχοντος]

=

conlega.

εἰς Ῥώμην] ut comitia haberet.

Μετιόντων δὲ πολλῶν καὶ ἀγαθῶν τὴν ὑπατείαν Λούκιος Σατορνίνος, ὁ μάλιστα τῶν δημάρχων ἄγων τὸ πλῆθος, ὑπὸ τοῦ Μαρίου τεθεραπευμένος ἐδημηγόρει κελεύων ἐκεῖνον ὕπατον αἱρεῖσθαι. Θρυπτομένου δὲ τοῦ Μαρίου καὶ παραιτεῖσθαι τὴν ἀρχὴν φάσκοντος, ὡς δὴ μὴ δεομένου, προδότην αὐτὸν ὁ Σατορνῖνος ἀπεκάλει τῆς πατρίδος ἐν κινδύνῳ τοσούτῳ φεύγοντα τὸ στρατηγεῖν. Καὶ φανερὸς μὲν ἦν ἀπιθάνως συνυπο κρινόμενος τὸ προσποίημα τῷ Παρίῳ, τὸν δὲ καιρὸν ὁρῶντες οἱ πολλοὶ τῆς ἐκείνου δεινότητος ἅμα καὶ τύχης δεόμενον ἐψηφίσαντο τὴν τετάρτην ὑπατείαν καὶ συνάρχοντα Κάτλον αὐτῷ Λουτάτιον κατέστησαν, ἄνδρα καὶ τιμώμενον ὑπὸ τῶν ἀρίστων καὶ τοῖς πολλοῖς οὐκ ἐπαχθῆ.

"

XV. Πυνθανόμενος δὲ τοὺς πολεμίους ὁ Μάριος ἐγγὺς εἶναι διὰ ταχέων ὑπερέβαλε τὰς Αλπεις· καὶ τειχίσας στρατόπεδον παρὰ τῷ Ροδανῷ ποταμῷ συνῆγεν εἰς αὐτὸ χορηγίαν ἄφθονον, ὡς μηδέποτε παρὰ τὸν τοῦ συμφέροντος λογισμὸν ἐκβιασθείη δι ̓ ἔνδειαν τῶν ἀναγκαίων εἰς μάχην καταστῆναι. Τὴν δὲ κομιδὴν ὧν ἐδεῖτο τῷ στρατεύματι μακρὰν καὶ πολυτελῆ πρότερον οὖσαν πρὸς τὴν θάλασσαν αὐτὸς εἰργάσατο ῥᾳδίαν καὶ ταχείαν. Τὰ γὰρ στόματα τοῦ Ῥοδανοῦ πρὸς τὰς ἀνακοπὰς τῆς θαλάττης ἐλύν τε πολλὴν λαμβάνοντα καὶ θῖνα πηλῷ βαθεῖ συμπεπιλημένην ὑπὸ τοῦ κλύδωνος χαλεπὸν καὶ ἐπίπονον καὶ βραδύπορον τοῖς σιταγωγοῖς ἐποίει τὸν εἴσπλουν. Ὁ δὲ τρέψας ἐνταῦθα τὸν στρατὸν σχολάζοντα τάφρον μεγάλην ἐνέβαλε, καὶ ταύτῃ πολὺ μέρος τοῦ ποταμοῦ μεταστήσας περιήγαγεν εἰς ἐπιτήδειον αἰγιαλόν, βαθὺ μὲν καὶ ναυσὶ μεγάλαις ἔποχον, λεῖον δὲ καὶ ἄκλυστον στόμα λαβοῦσαν πρὸς τὴν θάλασσαν. Αὕτη μὲν οὖν ἔτι ἀπ ̓ ἐκείνου τὴν ἐπωνυμίαν φυλάττει. Τῶν δὲ βαρβάρων διελόντων σφᾶς αὐτοὺς δίχα Κίμβροι μὲν ἔλαχον

[merged small][merged small][merged small][merged small][ocr errors][ocr errors][merged small][merged small][merged small][merged small][merged small]

διὰ Νωρικῶν ἄνωθεν ἐπὶ Κάτλον χωρεῖν καὶ τὴν πάροδον ἐκείνῃ βιάζεσθαι, Τεύτονες δὲ καὶ ̓́Αμβρωνες διὰ Λιγύων ἐπὶ Μάριον παρὰ θάλατταν. Καὶ Κίμβροις μὲν ἐγίνετο πλείων ἡ διατριβὴ καὶ μέλλησις, Τεύτονες δὲ καὶ ̓́Αμβρωνες ἄραντες εὐθὺς καὶ διελθόντες τὴν ἐν μέσῳ χώραν ἐφαίνοντο πλήθει τε ἄπειροι καὶ δυσπρόσωποι τὰ εἴδη φθόγγον τε καὶ θόρυβον οὐχ ἑτέροις ὅμοιοι. Περιβαλόμενοι δὲ τοῦ πεδίου μέγα καὶ στρατοπεδεύσαντες προὐκαλοῦντο τὸν Μάριον εἰς μάχην.

XVI. Ὁ δὲ τούτων μὲν οὐκ ἐφρόντιζεν, ἐν δὲ τῷ χάρακι τοὺς στρατιώτας συνεῖχε καὶ καθήπτετο πικρῶς τῶν θρασυνομένων καὶ τοὺς προπίπτοντας ὑπὸ θυμοῦ καὶ μάχεσθαι βουλομένους προδότας ἀπεκάλει τῆς πατρίδος. Οὐ γὰρ ὑπὲρ θριάμ βων τὴν φιλοτιμίαν εἶναι καὶ τροπαίων, ἀλλ' ὅπως νέφος τοσοῦτον πολέμου καὶ σκηπτὸν ὠσάμενοι διασώσουσι τὴν Ιταλίαν. Ταῦτα μὲν ἰδίᾳ πρὸς τοὺς ἡγεμόνας καὶ τοὺς ὁμοτίμους ἔλεγε, τοὺς δὲ στρατιώτας ὑπὲρ τοῦ χάρακος ἱστὰς ἀνὰ μέρος καὶ θεᾶσθαι κελεύων εἴθιζε τὴν μορφὴν ἀνέχεσθαι τῶν πολεμίων καὶ τὴν φωνὴν ὑπομένειν ὅλως οὖσαν ἀλλόκοτον καὶ θηριώδη σκευήν τε καὶ κίνησιν αὐτῶν καταμανθάνειν ἅμα τῷ χρόνῳ τὰ φαινόμενα δεινὰ ποιουμένους τῇ διανοίᾳ χειροήθη διὰ τῆς ὄψεως. Ἡγεῖτο γὰρ πολλὰ μὲν ἐπιψεύδεσθαι τῶν οὐ προσόντων τὴν καινότητα τοῖς φοβεροῖς, ἐν δὲ τῇ συνηθεία καὶ τὰ τῇ φύσει δεινὰ τὴν ἔκπληξιν ἀποβάλλειν. Τῶν δὲ οὐ μόνον ἡ καθ ̓ ἡμέραν ὄψις ἀφῄρει τι τοῦ θάμβους, ἀλλὰ καὶ πρὸς τὰς ἀπειλὰς τῶν βαρβάρων καὶ τὸν κόμπον οὐκ ἀνεκτὸν ὄντα θυμὸς αὐτοῖς παριστάμενος ἐξεθέρμαινε καὶ διέφλεγε τὰς ψυχάς, οὐ μόνον ἀγόντων καὶ φερόντων τὰ πέριξ ἅπαντα τῶν πολεμίων, ἀλλὰ καὶ τῷ χάρακι ποιουμένων προσβολὰς μετὰ πολλῆς ἀσελγείας καὶ θρασύτητος, ὥστε φωνὰς καὶ διαγανακτή σεις τῶν στρατιωτῶν πρὸς τὸν Μάριον ἐκφέρεσθαι· „Τίνα δὴ καταγνοὺς ἀνανδρίαν ἡμῶν Μάριος εἴργει μάχης ὥσπερ γυναῖκας

[merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small]

ὑπὸ κλεισὶ καὶ θυρωροῖς; Φέρε παθόντες ἀνδρῶν πάθος ἐλευθέρων ἐρώμεθα, πότερον ἄλλους ἀναμένει μαχουμένους ὑπὲρ τῆς Ἰταλίας, ἡμῖν δὲ λειτουργοῖς χρήσεται διὰ παντός, ὅταν δέηται τάφρους ὀρύσσειν καὶ πηλὸν ἐκκαθαίρειν καὶ ποταμούς τινας παρατρέπειν; ἐπὶ ταῦτα γάρ, ὡς ἔοικεν, ἤσκει τοῖς πολλοῖς πόνοις ἡμᾶς καὶ ταῦτα τῶν ὑπατειῶν ἀποδειξάμενος ἔργα τοῖς πολίταις ἐπάνεισιν. Ἢ τὰ Κάρβωνος αὐτὸν φοβεῖ καὶ Καιπίωνος, οὓς ἐνίκησαν οἱ πολέμιοι, πολὺ μὲν αὐτοὺς τῆς Μαρίου δόξης καὶ ἀρετῆς ἀποδέοντας, πολὺ δὲ χείρονα στρα τὸν ἄγοντας; ̓Αλλὰ καὶ παθεῖν τι δρῶντας, ὡς ἐκεῖνοι, κάλ λιον ἢ καθῆσθαι πορθουμένων τῶν συμμάχων θεατάς.

XVII. Ταῦτ ̓ ἀκούων ὁ Μάριος ἥδετο καὶ κατεπράυνεν αὐτούς, ὡς οὐκ ἐκείνοις ἀπιστῶν, ἀλλ ̓ ἔκ τινων λογίων τὸν τῆς νίκης ἅμα καιρὸν καὶ τόπον ἐκδεχόμενος. Και γάρ τινα Σύραν γυναῖκα, Μάρθαν ὄνομα, μαντεύεσθαι λεγομένην ἐν φορείῳ κατακειμένην σεμνῶς περιήγετο καὶ θυσίας ἔθνεν ἐκεί νης κελευούσης. Ἣν πρότερον μὲν ἀπήλασεν ἡ σύγκλητος ἐντυχεῖν ὑπὲρ τούτων βουλομένην καὶ τὰ μέλλοντα προθεσπίζουσαν, ἐπεὶ δὲ πρὸς τὰς γυναῖκας εἰσιοῦσα διάπειραν ἐδίδου καὶ μάλιστα τῇ Μαρίου παρακαθίζουσα παρὰ τοὺς πόδας τῶν μονομάχων ἐπιτυχῶς προηγόρευε τον μέλλοντα νικᾶν, ἀναπεμφθεῖσα πρὸς Μάριον ὑπ ̓ ἐκείνης ἐθαυμάζετο. Καὶ τὰ πολλὰ μὲν ἐν φορείῳ παρεκομίζετο, πρὸς δὲ τὰς θυσίας κατῄει φοινικίδα διπλῆν ἐμπεπορπημένη καὶ λόγχην ἀναδεδεμένην ταινίαις καὶ στεφανώμασι φέρουσα. Τοῦτο μὲν οὖν τὸ δρᾶμα πολλοῖς ἀμφισβήτησιν παρεῖχεν, εἴτε πεπεισμένος ὡς ἀληθῶς εἴτε πλαττόμενος καὶ συνυποκρινόμενος ἐπιδείκνυται τὴν ἄνθρωπον.

XVIII. Οἱ δὲ Τεύτονες ἐπεχείρησαν μὲν ἡσυχάζοντος τοῦ Μαρίου πολιορκεῖν τὸ στρατόπεδον, βέλεσι δὲ πολλοῖς ἐντυχόντες ἀπὸ τοῦ χάρακος φερομένοις καί τινας ἐξ αὑτῶν ἀπο

[merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small][ocr errors][merged small]
« IndietroContinua »