Immagini della pagina
PDF
ePub

ἔκαμον, μηδέπω καθαρῶς ἐς ἐφήβους τελῶν, ὅσα δὲ ἐν τῆ Ἰβηρίᾳ ἐκινδύνευσα, μηδὲ βουλεύων πω; ἐφ ̓ οἷς ἅπασιν οὐχ ὅτι ἀχάριστοι πρός με ἐγένεσθε ἐρῶ. πόθεν; πολλοῦ γε καὶ 3 δεῖ· πρὸς γὰρ τοῖς ἄλλοις ὧν πολλῶν καὶ μεγάλων παρ' ὑμῶν ἠξιώθην, καὶ αὐτὸ τὸ πιστευθῆναι με τὴν ἐπὶ τὸν Σερτώριον στρατηγίαν, μηδενὸς ἄλλου μήτε ἐθελήσαντος μήτε δυνηθέντος αὐτὴν ὑποστῆναι, τό τε ἐπινίκια καὶ ἐπ ̓ ἐκείνῃ παρὰ τὸ νενομισμένον πέμψαι μεγίστην μοι τιμὴν ἤνεγκεν 4 ἀλλ ̓ ὅτι πολλὰς μὲν φροντίδας πολλοὺς δὲ κινδύνους ὑπέμεινα, κατατέτριμμαι μὲν τὸ σῶμα, πεπόνημαι δὲ τὴν γνώμην. μὴ γὰρ ὅτι νέος ἐτ ̓ εἰμὶ λογίζεσθε, μηδ' ὅτι τόσα καὶ τόσα γέγονα 5 ἀριθμεῖσθε. ἂν γάρ τοι καὶ τὰς στρατείας ἃς ἐστράτευμαι καὶ τοὺς κινδύνους οὓς κεκινδύνευκα ἀναριθμήσητε, πολύ γε πλείους αὐτοὺς τῶν ἐτῶν εὑρήσετε, καὶ μᾶλλον οὕτω πιστεύσετε ὅτι οὔτε πρὸς τοὺς πόνους οὔτε πρὸς τὰς φροντίδας καρτερεῖν 26 ἔτι δύναμαι. εἰ δ ̓ οὖν τις καὶ πρὸς ταῦτα ἀντέχοι, ἀλλ' ὁρᾶτε ὅτι καὶ ἐπίφθονα καὶ μισητὰ πάντα τὰ τοιαῦτά ἐστιν· ἅπερ ὑμεῖς μὲν ἐν οὐδενὶ λόγῳ τίθεσθε, οὐδὲ γὰρ καλῶς ἔχει προσποιεῖσθαί τι ὑμᾶς αὐτῶν, ἐμοὶ μέντοι βαρύτατα ἂν γένοιτο, 2 καὶ ὁμολογῶ γε μηδ' ὑφ ̓ ἑνὸς οὕτω τῶν ἐν τοῖς πολέμοις δεινῶν μήτε ἐκταράττεσθαι μήτε λυπεῖσθαι ὡς ὑπὸ τῶν τοιούτων. τίς μὲν γὰρ ἂν εὖ φρονῶν ἡδέως παρ ̓ ἀνθρώποις φθονοῦσιν αὐτῷ ζῴη, τίς δ ̓ ἂν δημόσιόν τι διοικῆσαι προθυμηθείη μέλλων, ἂν μὲν ἀποτύχῃ, δίκην ὑφέξειν, ἂν δὲ κατορ

οὐχ ὅτι ἐρῶ] ich will nicht etwa sagen = tantum abest, ut etc. μήτ ̓ ἐθελήσαντος] Vgl. P. Scipios Wahl zum Feldherrn im spanischen Kriege. Heft II, p. 112. — ἐπινίκια πέμψαι] den Triumph bewilligen. obwohl er nur Ritter war u. noch nicht einmal Senator, d. h. noch kein höheres Staatsamt bekleidet hatte (παρὰ τὸ νενομισμένον). Zugleich wurde er von der lex Cornelia de magistratibus entbunden, damit er sich für das J. 70 um das Consulat bewerben konnte. Denu dies Gesetz bestimmte, dafs niemand Prätor werden sollte, ohne vorher die Quästur verwaltet zu haben, oder Consul, ohne vorher Prätor gewesen zu sein. Cf. App. b. c. I, 100. πεπόνημαι δὲ τὴν

[ocr errors]
[blocks in formation]

θώσῃ, ζηλοτυπηθήσεσθαι; ἀλλ ̓ ἐμοὶ μὲν καὶ διὰ ταῦτα καὶ διὰ 3 τἄλλα συγχωρήσατε τήν τε ήσυχίαν ἄγειν καὶ τὰ ἐμαυτοῦ πράττειν, ἵν ̓ ἤδη ποτὲ καὶ τῶν οἰκείων ἐπιμεληθῶ καὶ μὴ κατατριφθεὶς ἀπόλωμαι· ἐπὶ δὲ δὴ τοὺς καταποντιστὰς ἄλλον χειροτονήσατε. συχνοὶ δέ εἰσι καὶ βουλόμενοι ναυαρχῆσαι καὶ δυνάμενοι, καὶ νεώτεροι καὶ πρεσβύτεροι, ὥστε τὴν αἵρεσιν ὑμῖν ῥᾳδίαν ἐκ πολλῶν γενέσθαι. οὐ γάρ που ἐγὼ μόνος 4 ὑμᾶς φιλῶ ἢ καὶ μόνος ἐμπείρως τῶν πολεμικῶν ἔχω, ἀλλὰ καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἵνα μὴ καὶ χαρίζεσθαί τισι δόξω ὀνομαστὶ καταλέξας.

66

ταῦτα αὐτοῦ δημηγορήσαντος ὁ Γαβίνιος ὑπολαβὼν εἶπε 27 Πομπήιος μέν, ὦ Κυιρῖται, καὶ αὐτὸ τοῦτο ἄξιον τῶν ἑαυτοῦ ἠθῶν ποιεῖ, μήτε ἐφιέμενος τῆς ἀρχῆς μήτε διδομένην οἱ αὐτὴν ἐξ ἐπιδρομῆς δεχόμενος. οὔτε γὰρ ἄλλως ἀγαθοῦ ἀνδρός 2 ἐστιν ἄρχειν ἐπιθυμεῖν καὶ πράγματ ̓ ἔχειν ἐθέλειν· καὶ τούτῳ προσήκει πάντα τὰ προσταττόμενα μετ ̓ ἐπισκέψεως ὑφίστασθαι, ἵν ̓ αὐτὰ καὶ ἀσφαλῶς ὁμοίως πράξῃ. τὸ μὲν γὰρ προπετὲς ἐν ταῖς ὑποσχέσεσιν, ὀξύτερον καὶ ἐν ταῖς πράξεσι τοῦ καιροῦ γιγνόμενον, πολλοὺς σφάλλει, τὸ δ ̓ ἀκριβὲς ἀπ ̓ ἀρχῆς καὶ ἐν τοῖς ἔργοις ὅμοιον διατελεῖ ὂν καὶ πάντας ὀνίνησιν. ὑμᾶς δὲ 3 δὴ χρὴ μὴ τὸ τούτῳ κεχαρισμένον ἀλλὰ τὸ τῇ πόλει συμφέρον ἑλέσθαι. οὐ γάρ που τοὺς σπουδαρχοῦντας ἀλλὰ τοὺς ἐπιτηδείους προστάττειν τοῖς πράγμασι προσήκει· ἐκείνους μὲν γὰρ πάνυ πολλούς, τοιοῦτον δὲ δή τινα ἄλλον οὐδένα ευρήσετε. μέμνησθε δὲ ὅσα καὶ οἷα ἐπάθομεν ἐν τῷ πρὸς τὸν Σερτώ- 4 ριον πολέμῳ στρατηγοῦ δεόμενοι, καὶ ὅτι οὐδένα ἕτερον οὔτε τῶν νεωτέρων οὔτε τῶν πρεσβυτέρων ἁρμόζοντα αὐτῷ εὕρομεν, ἀλλὰ τοῦτον καὶ τότε μηδέπω μήθ ̓ ἡλικίαν ἔχοντα μήτε βουλεύοντα καὶ ἀντὶ ἀμφοτέρων τῶν ὑπάτων ἐξεπέμψαμεν.

[merged small][merged small][merged small][ocr errors][merged small]
[ocr errors]

5 βουλοίμην μὲν γὰρ ἂν πολλοὺς ἡμῖν ἀγαθοὺς ἄνδρας εἶναι, καὶ εἴγε καὶ εὔξασθαι δεῖ, εὐξαίμην ἄν· ἐπεὶ δ ̓ οὔτ ̓ εὐχῆς τὸ πρᾶγμα τοῦτό ἐστιν οὔτ ̓ αὐτόματόν τῷ παραγίγνεται, ἀλλὰ δεῖ καὶ φυναί τινα πρὸς αὐτὸ ἐπιτηδείως καὶ μαθεῖν τὰ πρόσφορα καὶ ἀσκῆσαι τὰ προσήκοντα καὶ παρὰ πάντα ἀγαθῇ τύχῃ χρῆσθαι, 6 ἅπερ που σπανιώτατα ἂν τῷ αὐτῷ ἀνδρὶ συμβαίη, χρὴ πάντας ὑμᾶς ὁμοθυμαδόν, ὅταν τις τοιοῦτος εὑρεθῇ, καὶ σπουδάζειν αὐτὸν καὶ μάλα χρῆσθαι αὐτῷ, κἂν μὴ βούληται. καλλίστη γὰρ ἡ τοιαύτη βία καὶ τῷ ποιήσαντι καὶ τῷ παθόντι γίγνεται, τῷ μὲν ὅτι σωθείη ἂν ὑπ ̓ αὐτῆς, τῷ δὲ ὅτι σώσειεν ἂν τοὺς · πολίτας, ὑπὲρ ὧν καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ὅ γε χρηστὸς 28 καὶ φιλόπολις ἑτοιμότατα ἂν ἐπιδοίη. ἢ οἴεσθε ὅτι Πομπήιος οὗτος ἐν μὲν μειρακίῳ καὶ στρατεύεσθαι καὶ στρατηγεῖν καὶ τὰ ἡμέτερα αὔξειν καὶ τὰ τῶν συμμάχων σῴζειν τά τε τῶν ἀνθισταμένων προσκτᾶσθαι ἐδύνατο, νῦν δὲ ἀκμάζων καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ ὢν ἐν ᾗ πᾶς τις ἄριστος αὐτὸς αὑτοῦ γίγνεται, καὶ ἐμπειρίαν ἐκ τῶν πολέμων πλείστην ὅσην προσειληφώς, 2 οὐκ ἂν ὑμῖν χρησιμώτατος γένοιτο; ἀλλ ̓ ὃν ἔφηβον ὄντα ἄρχειν εἵλεσθε, τοῦτον ἄνδρα γεγονότα ἀποδοκιμάσετε; καὶ ᾧ ἱππεῖ ἔτ ̓ ὄντι τοὺς πολέμους ἐκείνους ἐνεχειρίσατε, τούτῳ 3 βουλῆς γεγονότι τὴν στρατείαν ταύτην οὐ πιστεύσετε; καὶ οὗ καὶ πρὶν ἀκριβῶς πειραθῆναι, μόνου πρὸς τὰ τότε κατεπείξαντα ἐδεήθητε, τούτῳ νῦν, ἱκανώτατα αὐτοῦ πεπειραμένοι, τὰ παρόντα οὐδὲν ἧττον ἐκείνων ἀναγκαῖα ὄντα οὐκ ἐπιτρέψετε; καὶ ὃν οὐδὲ ἄρχειν πω καὶ τότε δυνάμενον ἐπὶ τὸν Σερτώριον ἐχειροτονήσατε, τοῦτον ὑπατευκότα ἤδη ἐπὶ τοὺς καταποντιστὰς 4 οὐκ ἐκπέμψετε; ἀλλὰ μήθ' ὑμεῖς ἄλλως πως ποιήσετε, καὶ σύ, ὦ Πομπήιε, πείσθητι καὶ ἐμοὶ καὶ τῇ πατρίδι. ταύτῃ γὰρ γεγέννησαι καὶ ταύτῃ τέθραψαι· καὶ δεῖ σε τοῖς τε συμφέρουσιν

[merged small][ocr errors][merged small][merged small][merged small][ocr errors]

αὐτῇ δουλεύειν, καὶ ὑπὲρ αὐτῶν μήτε πόνον τινὰ μήτε κίνδυ νον ἐξίστασθαι, ἀλλὰ κἂν ἀποθανεῖν ἀνάγκη σοι γένηται, μὴ τὴν εἱμαρμένην ἀναμεῖναι, ἀλλὰ τῷ προστυχόντι θανάτῳ χρῆσθαι. γελοῖος δὲ δήπουθέν εἰμι ταῦτα ἐγώ σοι παραινών, 29 ὅστις ἐν τοσούτοις καὶ τηλικούτοις πολέμοις καὶ τὴν ἀνδρείαν καὶ τὴν πρὸς τὴν πατρίδα εὔνοιαν ἐπιδέδειξαι. πείσθητι οὖν 2 καὶ ἐμοὶ καὶ τούτοις, μηδὲ ὅτι τινὲς φθονοῦσι φοβηθῇς, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μᾶλλον σπούδασον ὥς γε πρός τε τὴν παρὰ τῶν πλειόνων φιλίαν καὶ πρὸς τὰ κοινῇ πᾶσιν ἡμῖν συμφέ ροντα, καὶ τῶν βασκαινόντων σε καταφρόνει. καὶ εἴγε καὶ 3 λυπῆσαί τι αὐτοὺς ἐθέλεις, καὶ διὰ τοῦτο ἄρξον, ἵνα καὶ ἐκείνους ἀνιάσῃς παρὰ γνώμην αὐτῶν καὶ ἡγεμονεύσας και εὐδοκιμήσας, καὶ αὐτὸς ἄξιον σεαυτοῦ τέλος τοῖς προγατειργασμένοις ἐπαγάγῃς, πολλῶν καὶ μεγάλων κακῶν ἡμᾶς ἀπαλλάξας.

τοιαῦτα δὴ τοῦ Γαβινίου εἰπόντος ὁ Τρεβέλλιος ἐπειράθη 30 μὲν ἀντειπεῖν. ὡς δ ̓ οὐδενὸς λόγου ἔτυχεν, ηναντιοῦτο τῷ μὴ τὴν ψῆφον δοθῆναι. ὁ οὖν Γαβίνιος ἀγανακτήσας τὴν μὲν περὶ 2 τοῦ Πομπηίου διαψήφισιν ἐπέσχεν, ἑτέραν δὲ περὶ αὐτοῦ ἐκείνου ἀντεσῆγε· καὶ ἔδοξεν ἑπτακαίδεκα φυλαῖς ταῖς πρώταις χρηματισάσαις ἀδικεῖν τε αὐτὸν καὶ μηκέτι χρῆναι δημαρχεῖν. μελλούσης οὖν καὶ τῆς ὀκτωκαιδεκάτης τὰ αὐτὰ ψηφιεῖσθαι μόλις ποτὲ ὁ Τρεβέλλιος ἐσιώπησεν. ἰδὼν δὲ τοῦτο ὁ Ρώσικος 3 φθέγξασθαι μὲν οὐδὲν ἐτόλμησε, τὴν δὲ δὴ χεῖρα ἀνατείνων δύο ἀνδρας ἐκέλευέ σφας ἑλέσθαι, ὅπως ἔν γε τούτῳ τῆς δυ ναστείας τι τῆς τοῦ Πομπηίου παρατέμοιτο. ταῦτ ̓ οὖν αὐτοῦ χειρονομοῦντος ὁ ὅμιλος μέγα καὶ ἀπειλητικὸν ἀνέκραγεν, ὥστε

[merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors]
[ocr errors]

zu dem Volke zu sprechen hatte er
wohl, aber das Volk liefs ihn nicht
zum Worte kommen. · ἠναντιοῦτο]
intercedere.
mit folg. un und Inf.
περὶ αὐτοῦ ἐκείνου] i. e. de ma-
gistratu abrogando, sicut quondam
Tib. Gracchus tribunus M. Octavio
conlegae suo magistratum abrogavit.
Vgl. Plut. Tib. Gr. c. 11. ἔδοξεν
χρηματισάσαις] erkannten durch
ihre Abstimmung. — ἐσιώπησεν] i. e.
remisit intercessionem. - χεῖρα ἀνα-
τείνων] da er nicht sprechen konnte,
so gab er wenigstens ein Zeichen
mit der Hand, indem er die zwei
ὅπως ἔν
mittleren Finger erhob.
γε τούτῳ] um wenigstens in soweit

[ocr errors]

κόρακά τινα ὑπερπετόμενόν σφων ἐκπλαγῆναι καὶ πεσεῖν ὥσπερ 4 ἐμβρόντητον. γενομένου δὲ τούτου ἐκεῖνος μὲν τὴν ἡσυχίαν οὐ τῇ γλώττῃ ἔτι μόνον ἀλλὰ καὶ τῇ χειρὶ ἤγαγεν, ὁ δὲ δὴ Κάτουλος ἄλλως μὲν ἐσιώπα, τοῦ δὲ Γαβινίου προτρεψαμένου τι αὐτὸν εἰπεῖν, ὅτι τά τε πρῶτα τῆς βουλῆς ἦν καὶ ἐδόκει δι' 5 ἐκείνου καὶ τοὺς ἄλλους ὁμογνωμονήσειν σφίσι, καὶ γὰρ ἤλπιζεν αὐτόν, ἐξ ὧν τους δημάρχους πάσχοντας εἶδε, συνεπαινέσειν, λόγου τε ἔτυχεν, ἐπειδὴ καὶ ἠδοῦντο πάντες αὐτὸν καὶ ἐτίμων ὡς τὰ συμφέροντα σφίσι καὶ λέγοντα ἀεὶ καὶ πράττοντα, καὶ ἐδημηγόρησε τοιάδε.

31

[ocr errors]

ὅτι μὲν ἐς ὑπερβολήν, ὦ Κυιρῖται, πρὸς τὸ πλῆθος ὑμῶν ἐσπούδακα, πάντες που σαφῶς ἐπίστασθε· τούτου δὲ δὴ οὕτως ἔχοντος ἐμοὶ μὲν ἀναγκαῖόν ἐστι πάντα ἁπλῶς, ἃ γιγνώσκω συμφέρειν τῇ πόλει, μετὰ παρρησίας εἰπεῖν, καὶ ὑμῖν προσῆκον ἀκοῦσαί τε μεθ ̓ ἡσυχίας αὐτῶν καὶ μετὰ τοῦτο βουλεύσασθαι· 2 θορυβήσαντες μὲν χὰρ ἴσως τι καὶ χρήσιμον δυνηθέντες ἂν μαθεῖν οὐχὶ λήψεσθε, προσέχοντες δὲ τοῖς λεγομένοις πάντως 3 τι τῶν συμφερόντων ὑμῖν ἀκριβῶς εὑρήσετε. ἐγὼ τοίνυν πρῶτον μὲν καὶ μάλιστά φημι δεῖν μηδενὶ ἀνδρὶ τοσαύτας κατὰ τὸ ἑξῆς ἀρχὰς ἐπιτρέπειν. τοῦτο γὰρ καὶ ἐν τοῖς νόμοις ἀπηγόρευται καὶ τῇ πείρα σφαλερώτατον ὂν πεφώραται. οὔτε γὰρ τὸν Μάριον ἄλλο τι ὡς εἰπεῖν τοιοῦτον ἐποίησεν ἢ ὅτι τοσούτους τε ἐν ὀλιγίστῳ χρόνῳ πολέμους ἐνεχειρίσθη καὶ 4 ὕπατος ἑξάκις ἐν βραχυτάτῳ ἐγένετο, οὔτε τὸν Σύλλαν ἢ ὅτι του

-

zu beschränken. - κόρακα etc.] das-
selbe berichtet Plut. v. Pomp., cf.
Liv. 29, 25 Coelius ut abstinet nu-
mero ita ad inmensum multitudinis
speciem auget (von dem Heere des
P. Scipio, das 204 nach Afrika über-
gesetzt wurde): volucres ad ter-
ram delapsas clamore mili-
tum. - Κάτουλος] Uber Q. Catu-
lus vgl. Cic. de inp. Pomp. § 59;
ebenso sprach wenigstens im Senat
gegen die lex Gabinia auch Q. Hor-
tensius, vgl. Cic. ibid. § 56. προ-
τρεψαμένου] auffordern, bestim-
men, vgl. λόγος προτρεπτικός u.
ἀποτρεπτικός bei den Rhetoren.
τὰ πρῶτα τῆς βουλῆς] princeps se-
natus, vgl. Herod. VI, 100: Αἰσχίνης
ἐὼν τῶν Ἐρετριέων τὰ πρῶτα, ΙΧ,
78 Λάμπων ἦν Αιγινητέων τὰ πρῶτα.

.

C. 31. ἐς ὑπερβολήν] = admodum.

[ocr errors]

πάντες που] omnes profecto, nemo certe est, quin etc. δυνηθέντες ἂν μαθεῖν] wenn ihr auch imstande sein solltet, das Bessere zu erkennen, so werdet ihr es doch in der Aufregung der wilden Leidenschaft nicht erreichen (beschliefsen). κατὰ τὸ ἑξῆς] unmittelbar nach einander. - ἐν τοῖς νόμοις] ne quis eundem magistratum intra decem annos capiat, ein Gesetz, das durch Sulla erneuert war, cf. App. b. c. I, 100. τῇ πείρα] z. Β. an Marius, Cinna, Sulla. · πεφώραται] eigentl. deprehendere, dann usu, experientia conpertum, conprobatum est. — ἐνεχειρίσθη] wortlich: aufgetragen erhielt, bella administranda ei conmissa, data sunt. — τοσούτοις

« IndietroContinua »