Immagini della pagina
PDF
ePub

215 Ιλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν.
και μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅθι πέτρην
κλείουσιν, ποταμοίο παρα ῥόον Εργίνοιο,
λυγαίοις ἐδάμασσε περι νεφέεσσι καλύψας.

τὼ μὲν ἐπ' ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρυμνὰς 220 σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ιδέσθαι, χρυσείαις φολίδεσσι διαυγέας· ἀμφι δὲ νώτοις κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα κυάνεαι δονέοντο μετα πνοιῇσιν ἔθειραι.

οὐ δὲ μὲν οὐδ ̓ αὐτοῖο παις μενέαινεν "Ακαστος 225 ιφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑῆος

μιμνάζειν, Αργός τε θεᾶς ὑπουργὸς Αθήνης·
ἀλλ ̓ ἄρα καὶ τὰ μέλλον ἐνικρινθῆναι ὁμίλῳ.

τόσσοι ἂς Αισονίδῃ συμμήστορες ηγερέθοντο, τοὺς μὲν ἀριστῆας Μινύας περιναιετάοντες 230 κίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶν οἱ πλεῖστοι καὶ ἄριστοι ἀφ ̓ αἵματος εὐχετόωντο ἔμμεναι· ὡς δὲ καὶ αὐτὸν Ἰήσονα γείνατο μήτηρ Αλκιμέδη, Κλυμένης Μιννηίδος ἐκγεγαυῖα.

αὐτὰρ ἐπεὶ δμώεσσιν ἐπαρτέα πάντ ̓ ἐτέτυκτο, 235 ὅσσα περ ἐντύνονται ἐπαρτέες ἔνδοθι νῆες, εὖτ ̓ ἂν ἄγῃ χρέος ἄνδρας ὑπεις ἅλα ναυτίλλεσθαι, δὴ τότ ̓ ἴσαν μετα νῆα δι ̓ ἄστεος, ἔνθά περ ἀκταὶ κλείονται Παγασαὶ Μαγνήτιδες· ἀμφὶ δὲ λαῶν πληθὺς σπερχομένων ἄμυδις θέεν· οἳ δὲ φαεινοὶ 240 ἀστέρες ὡς νεφέεσσι μετέπρεπον· ὧδε δ ̓ ἕκαστος ἔννεπεν εἰσορόων συν τεύχεσιν αίσσοντας

Ζεῦ ἄνα, τίς Πελίαο νόος; πόθι τόσσον όμιλον ἡρώων γαίης Παναχαίδος ἔκτοθι βάλλει; αὐτῆμάρ κε δόμους ὀλοῷ πυρὶ δῃώσειαν 245. Αιήτεω, ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ. ἀλλ ̓ οὐ φυκτὰ κέλευθα, πόνος δ ̓ ἄπρηκτος ἰοῦσιν.“

ὡς φάσαν ἔνθα καὶ ἔνθα κατα πτόλιν· αἱ δὲ γυναῖκες

πολλὰ μάλ' ἀθανάτοισιν ἐς αἰθέρα χεῖρας ἄειρον εὐχόμεναι νόστοιο τέλος θυμηδὲς ὀπάσσαι. 250 ἄλλη δ ̓ εἰς ἑτέρην ὀλοφύρετο δάκρυ χέουσα δειλὴ ̓Αλκιμέδη, καὶ σοὶ κακὸν ὀψέ περ ἔμπης ἤλυθεν· οὐ δ ̓ ἐτέλεσσας ἐπ ̓ ἀγλαΐῃ βιότοιο. Αἴσων αὖ μέγα δή τι δυσάμμορος. ἦ τέ οἱ ἦεν βέλτερον, εἰ τὸ πάροιθεν ἐνι κτερέεσσιν ἐλυσθεὶς 255 νειόθι γαίης κεῖτο, κακῶν ἔτι νῆις ἀθλων.

οτ

ὡς ὄφελεν καὶ Φρίξον, ὅτ ̓ ὤλετο παρθένος Έλλη, κῦμα μέλαν κριῷ ἅμ ̓ ἐπικλύσαι. ἀλλὰ καὶ αὐδὴν ἀνδρομέην προέηκε κακὸν τέρας, ὥς κεν ἀνίας Αλκιμέδῃ μετόπισθε καὶ ἄλγεα μυρία θείη." 260 αἳ μὲν ἂρ ὡς ἀγόρευον ἐπι προμολῇσι κιόντων. ἤδη δὲ δμῶές τε πολεῖς ὁμῶαί τ ̓ ἀγέροντο,

μήτηρ δ ̓ ἀμφ' αὐτὸν βεβολημένη. ὀξὺ δ ̓ ἑκάστην δῦνεν ἄχος· συν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήρα ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν. 265 αὐτὰρ ὃ τῶν μὲν ἔπειτα κατεπρήυνεν ἀνίας θαρσύνων, δμώεσσι δ ̓ ἀρήια τεύχε ̓ ἀείρειν πέφραδεν· οἳ δ ̓ αὖ σίγα κατηφέες ἠείροντο. μήτηρ δ ̓ ὡς τὰ πρῶτ ̓ ἐπεχεύατο πήχεε παιδί, ὡς ἔχετο κλαίουσ ̓ ἀδινώτερον, ἠύτε κούρη 270 οἰόθεν ἀσπασίως πολιὴν τροφὴν ἀμφιπεσοῦσα μύρεται, ᾗ οὐκ εἰσὶν ἔτ ̓ ἄλλοι κηδεμονῆες, ἀλλ ̓ ὑπο μητρυιῇ βίοτον βαρὺν ἡγηλάζει, καί ἑ νέον πολέεσσιν ὀνείδεσιν ἐστυφέλιξεν· τῇ δέ τ ̓ ὀδυρομένῃ δέδεται κέαρ ἔνδοθεν ἄτῃ, 275 οὐ δ ̓ ἔχει ἐκφλύξαι τόσσον γόον, ὅσσον ὀρεχθεί ὡς ἀδινὸν κλαίεσκεν ἑὸν παῖδ ̓ ἀγκὰς ἔχουσα Αλκιμέδη. καὶ τοῖον ἔπος φάτο κηδοσύνῃσιν

,,αἴθ ̓ ὄφελον κεῖν ̓ ἦμαρ, ὅτ ̓ ἐξειπόντος ἄκουσα δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμήν, 280 αὐτίκα απο ψυχὴν μεθέμεν, κηδέων τε λαθέσθαι, ὄφρ ̓ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσίν, τέκνον ἐμόν· τὸ γὰρ οἷον ἔην ἔτι λοιπὸν ἐέλδωρ ἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω. νῦν γε μὲν ἡ τὸ πάροιθεν Αχαιιάδεσσιν ἀγητὴ 285 δμωὶς ὅπως κενεοῖσι λελείψομαι ἐν μεγάροισιν,

σεῖο πόθῳ μινύθουσα δυσάμμορος, ᾧ ἔπι πολλὴν ἀγλαΐην καὶ κῦδος ἔχον πάρος, ᾧ ἔπι μούνῳ μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον. ἔξοχα γάρ μοι Ειλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο.

66

290 ᾧ μοι ἐμῆς ἄτης. τὸ μὲν οὐδ ̓ ὅσον, οὐδ ̓ ἐν ὀνείρῳ ὠισάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετ ̓ ἀλύξας. ὡς ἥγε στενάχουσα κινύρετο· ταὶ δὲ γυναῖκες ἀμφίπολοι γοάασκον ἐπισταδόν· αὐτὰρ δ τήνγε μειλιχίοις επέεσσι παρηγορέων προσέειπεν 295,,μή μοι λευγαλέας ἐνιβάλλει, μῆτερ, ἀνίας ὧδε λίην· ἐπεὶ οὐ μὲν ἐρητύσεις κακότητος δάκρυσιν, ἀλλ ̓ ἔτι κεν καὶ ἐπ ̓ ἄλγεσιν ἄλγος ἄροιο. πήματα γάρ τ ̓ ἀίδηλα θεοὶ θνητοῖσι νέμουσιν. τῶν μοΐραν κατα θυμὸν ἀνιάζουσα περ ἔμπης 300 πλῆθι φέρειν· θάρσει δὲ συνημοσύνῃσιν Αθήνης ἠδὲ θεοπροπίῃσιν, ἐπεὶ μάλα δεξιὰ Φοῖβος ἔχρη, ἀτὰρ μετέπειτα γ ̓ ἀριστήων ἐπαρωγῇ. ἀλλὰ σὺ μὲν νῦν αὖθι μετ ̓ ἀμφιπόλοισιν ἕκηλος μίμνε δόμοις, μὴ δ ̓ ὄρνις ἀεικελίη πέλε νηί· 305 κεῖσε δ ̓ ἁμαρτήσουσιν ἔται δμῶές τε κιόντι.“

ἦ, καὶ ὃ μὲν προτέρωσε δόμων ἐξ ὧρτο νέεσθαι. οἷος δ ̓ ἐκ νηοῖο θυώδεος εἶσιν Απόλλων Δῆλον ἀν' ἠγαθέην, ἠὲ Κλάρον, ἢ ὅγε Πυθω, ἢ Λυκίην εὐρεῖαν ἐπι Ξάνθοιο ῥοῇσιν,

310 τοῖος ἀνα πληθὺν δήμου κίεν· ώρτο δ' αυτη
κεκλομένων ἄμυδις. τῷ δὲ ξύμβλητο γεραιὴ
Ιφιὰς Αρτέμιδος πολιηόχου ἀρήτειρα,

καί μιν δεξιτερῆς χειρὸς κύσεν, οὐ δέ τι φάσθαι
ἔμπης ἱεμένη δύνατο, προθέοντος ὁμίλου·

[ocr errors]

315 ἀλλ ̓ ἡ μὲν λίπετ' αὖθι παρακλιδόν, οἷα γεραιὴ ὁπλοτέρων, ὃ δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη. αὐτὰρ ἐπεί ῥα πόληος ἐνδμήτους λίπ ̓ ἀγυιάς, ἀκτὴν δ ̓ ἵκανεν Παγασηίδα, τῇ μιν ἐταῖροι δειδέχατ' 'Αργώῃ ἄμυδις παρα νηὶ μένοντες. 320 στῆ δ ̓ ἂρ ἐπι προμολῆς· οἳ δ ̓ ἀντίοι ἠγερέθοντο. ἐς δ ̓ ἐνόησαν ̓́Ακαστον ὁμῶς Αργον τε πόληος νόσφι καταβλώσκοντας, ἐθάμβησαν δ ̓ ἐσιδόντες πασουδίῃ Πελίαο παρεκ νόον ιθύνοντας.

δέρμα δ' ὃ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετ ̓ ὤμους 325 "Αργος Αρεστορίδης λάχνῃ μέλαν· αὐτὰρ ὁ καλὴν δίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια. ἀλλ ̓ ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκαστα

ἔσχετο· τοὺς δ ̓ ἀγορὴν δὲ συνεδριάασθαι ἄνωγεν. αὐτοῦ δ ̓ ἐλλομένοις ἐπι λαίφεσιν ἠδὲ καὶ ἱστῷ 330 κεκλιμένῳ μάλα πάντες ἐπισχερὼ ἑδριόωντο. τοῖσιν δ ̓ Αἴσονος υἱὸς ἐυφρονέων μετέειπεν ,,ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικεν, πάντα γὰρ εὖ κατα κόσμον — ἐπαρτέα κεῖται ἰοῦσιν. τῷ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖς ἕκητι 335 ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται.

ἀλλά, φίλοι, — ξυνὸς γὰρ ἐς Ἑλλάδα νόστος ὀπίσσω, ξυναὶ δ ̓ ἄμμι πέλονται ἐς Αιήταο κέλευθοι -τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες ἕλεσθε ὄρχαμον ὑμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο, 340 νείκεα συνθεσίας τε μετα ξείνοισι βαλέσθαι. ὡς φάτο· πάπτηναν δέ νέοι θρασὺν Ἡρακλῆα

ἥμενον ἐν μέσσοισι· μιῇ δέ ἑ πάντες αυτῇ σημαίνειν ἐπέτελλον· ὃ δ ̓ αὐτόθεν, ἔνθά περ ἧστο, δεξιτερὴν ἀνα χεῖρα τανύσσατο φώνησέν τε 345,,μήτις ἐμοὶ τόδε κῦδος ἐπαζέτω. οὐ γὰρ ἔγωγε πείσομαι· ὥστε καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω. αὐτός, ὅτις ξυνάγειρε, καὶ ἀρχεύοι ὁμάδοιο.

66

ἦ ῥα μέγα φρονέων· ἐπι δ ̓ ἤνεον, ὡς ἐκέλευεν Ἡρακλέης. ἀνα δ ̓ αὐτὸς ἀρήιος ὤρνυτ' Ιήσων 350 γηθόσυνος, καὶ τοῖα λιλαιομένοις ἀγόρευεν ,,εἰ μὲν δή μοι κῦδος ἐπιτρωπᾶτε μέλεσθαι, μηκέτ ̓ ἔπειθ ̓, ὡς καὶ πρίν, ἐρητύοιτο κέλευθα. νῦν γε μὲν ἤδη Φοῖβον ἀρεσσάμενοι θυέεσσιν δαῖτ ̓ ἐντυνώμεσθα παρασχεδόν. ὄφρα δ ̓ ἴασιν 355 δμῶες ἐμοὶ σταθμῶν σημάντορες, οἶσι μέμηλεν δεῦρο βόας ἀγέληθεν ἔν κρίναντας ἐλάσσαι, τόφρά κε νῆς ἐρύσαιμεν ἔσω ἁλός, ὅπλα τε πάντα ἐνθέμενοι πεπαλαχθε κατα κληῖδας ἐρετμά. τείως δ ̓ αὖ καὶ βωμὸν ἐπάκτιον Ἐμβασίοιο 360 θείομεν Απόλλωνος, ὅ μοι χρείων ὑπέδεκτο σημανέειν δείξειν τε πόρους ἁλός, εἴ κε θυηλαῖς οὗ ἕθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆι.

66

ἦ ῥα, καὶ εἰς ἔργον πρῶτος τράπεθ ̓· οἳ δ ̓ ἐπανέσταν πειθόμενοι· ἀπο δ ̓ εἵματ ̓ ἐπήτριμα νηήσαντο 365 λείῳ ἐπι πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσα κύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη. νῆα δ ̓ ἐπικρατέως Αργου ὑποθημοσύνῃσιν ἔζωσαν πάμπρωτον ἐυστρεφεῖ ἔνδοθεν ὅπλῳ τεινάμενοι ἑκάτερθεν, ἵν ̓ εὖ ἀραροίατο γόμφοις 370 δούρατα καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν. σκάπτον δ' αἶψα κατ ̓ εὖρος ὅσον περιβάλλετο χῶρος ἠδὲ κατα πρώραν εἴσω ἁλὸς ὁσσάτιόν περ ἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν.

« IndietroContinua »