Immagini della pagina
PDF
ePub

1065 πόντον ἐπιπλάγξεσθαι. ἀνιηρῷ δέ μιν ἄντην ἐξαῦτις μύθῳ προσεφώνεεν, εἷλέ τε χειρὸς δεξιτερῆς· δὴ γάρ οἱ ἀπ ̓ ὀφθαλμοὺς λίπεν αἰδώς· ,,μνώεο δ', ἢν ἄρα δή ποθ ̓ ὑπότροπος οἴκαδ ̓ ἵκηαι, οὔνομα Μηδείης· ὡς δ ̓ αὖτ ̓ ἐγὼ ἀμφὶς ἐόντος 1070 μνήσομαι. εἰπὲ δέ μοι πρόφρων τόδε, πῇ τοι ἔασιτ δώματα, πῇ νῦν ἔνθεν ὑπειρ ἅλα νηὶ περήσεις· ἤ νύ που ἀφνειοῦ σχεδὸν ἕξεαι Ορχομενοῖο, ἦε καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην, ἥντινα τῆνδ ̓ ὀνόμηνας ἀριγνώτην γεγαυίαν 1075 Πασιφάης, ἣ πατρὸς ὁμόγνιός ἐστιν ἐμοῖο.

ὡς φάτο· τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρης οὖλος ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηύδα καὶ λίην οὐ νύκτας δίομαι, οὐ δέ ποτ ̓ ἦμαρ σεῦ ἐπιλήσεσθαι, προφυγὼν μόρον, εἰ ἐτεόν γε 1080 φεύξομαι ἀσκηθὴς ἐς ̓Αχαιίδα, μὴ δέ τιν ̓ ἄλλον Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον. εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην, ἐξερέω· μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει. ἐστί τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα, 1085 πάμπαν εύρρηνός τε καὶ εὔβοτος, ἔνθα Προμηθεύς Ιαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα,

ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν. Αιμονίην δὴ τήνγε περικτίονες καλέουσιν.

1090 ἐν δ ̓ αὐτὴ Ἰαωλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι πολλαὶ ναιετάουσιν, ἵν ̓ οὐδέ περ οὔνομ ̓ ἀκοῦσαι Αἰαίης νήσου Μινύην γε μὲν ὁρμηθέντα, Αιολίδην Μινύην ἔνθεν φάτις Ορχομενοῖο δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι. 1095 ἀλλὰ τί ἢ τάδε τοι μεταμώνια πάντ ̓ ἀγορεύω, ἡμητέρους τε δόμους τηλεκλείτην τ' Αριάδνην,

κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην παρθενικὴν καλέεσκον ἐπήρατον, ἥν μ' ἐρεείνεις; αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως 1100 ἀμφ' αὐτῆς, ὡς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἰη. ὡς φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν. τῆς δ ̓ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι, καί μιν ἀκηχεμένη ἀδινῷ προςπτύξατο μύθω.

Ελλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν· 1105 Αιήτης δ ̓ οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπας Μίνω Πασιφάης πόσιν ἔμμεναι· οὐ δ ̓ Αριάδνῃ ἰσοῦμαι· τῶ μήτι φιλοξενίην αγόρευε.

ἀλλ ̓ οἷον τύνη μὲν ἐμεῦ, ὅτ ̓ Ἰωλκὸν ἵκηαι, μνώεο· σεῖο δ ̓ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων 1110 μνήσομαι. ἔλθοι δ ̓ ἡμιν ἀπόπροθεν ἠέ τις ὄσσα, ἠέ τις ἄγγελος ὄρνις, ὅτ ̓ ἐκλελάθοιο ἐμεῖο· ἢ αὐτήν με ταχεῖαι ὑπερ πόντοιο φέροιεν ἐνθένδ ̓ εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι, ὄφρά σ', ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα, 1115 μνήσω ἐμῇ ιότητι πεφυγμένον. αἴθε γὰρ εἴην ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν.

ὡς ἂρ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶν δάκρυα· τὴν δ ̓ ὅγε δῆθεν ὑποβλήδην προσέειπεν ,,δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας, 1120 ὡς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις. εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι, τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίη τε

ἔσσεαι· οἳ δέ σε πάγχυ θεὸν ὡς πορσανέουσιν, οὕνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδ ̓ ἵκοντο 1125 σῇ βουλῇ, τῶν δ ̓ αὖτε κασίγνητοί τε ἔται τε καὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται. ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισιν πορσυνέεις· οὐ δ ̓ ἄμμε διακρινέει φιλότητος

66

ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι. σε 1130 ὡς φάτο· τῇ δ ̓ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ, ἔμπης δ ̓ ἔργ ̓ ἀίδηλα κατερρίγησεν ἰδέσθαι. σχετλίη· οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν Ἑλλάδα ναιετάειν. ὡς γὰρ τόδε μήδετο Ἥρη, ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ἰωλκὸν ἵκηται 1135 Αιαίη Μήδεια, λιποῦσ ̓ ἄπο πατρίδα γαϊαν. ἤδη δ ̓ ἀμφίπολοι μὲν ἐπιπτεύουσαι ἄπωθεν σιγῇ ἀνιάζεσκον· ἐδεύετο δ ̓ ἤματος ὥρη,

ἂψ οἶκον δὲ νέεσθαι ἑὴν μετα μητέρα κούρην. ἡ δ ̓ οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱ 1140 θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν· εἰ μὴ ἂρ Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα „ὥρη ἀποβλώσκειν, μὴ πρὶν φάος ήελίοιο δύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃ ὀθνείων· αὖθις δ ̓ ἀβολήσομεν ἐνθάδ ̓ ἰόντες.“ 1145 ὡς τώγ ̓ ἀλλήλων ἀγανοῖς ἐπι τόσσον ἔπεσσιν πείρηθεν· μετὰ δ ̓ αὖτε διέτμαγον. ἤτοι Ιήσων εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ώρτο νέεσθαι· ἡ δὲ μετ ̓ ἀμφιπόλους· αἱ δὲ σχεδὸν ἀντεβόλησαν πᾶσαι ομοῦ· τὰς δ ̓ οὔτι περιπλομένας ἐνόησεν. 1150 ψυχὴ γὰρ νεφέεσσι μεταχρονίη πεπότητο.

αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατ ̓ ἀπήνης, καί δ ̓ ἑτέρῃ μὲν χειρὶ λάβ ̓ ἡνία, τῇ δ ̓ ἂρ ἱμάσθλην δαιδαλέην, οὐρῆας ἐλαυνέμεν· οἱ δὲ πόλιν δὲ θῦνον ἐπειγόμενοι ποτι δώματα. τὴν δ ̓ ἂρ ἰοῦσαν 1155 Χαλκιόπη περι παισὶν ἀκηχεμένη ἐρέεινεν· ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτέ τι μύθων ἔκλυεν, οὔτ ̓ αὐδῆσαι ἀνειρομένῃ λελίητο. ἷζε δ ̓ ἐπι χθαμαλῷ σφέλαι κλιντῆρος ἔνερθεν λέχρις ἐρεισαμένη λαιῇ ἐπι χειρὶ παρειήν· 1160 ὑγρὰ δ ̓ ἐνι βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα

[ocr errors]

οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ. Αισονίδης δ ̓ ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτο ἐν χώρῃ, ὅθι τούςγε καταπρολιπὼν ἐλιάσθη, ὠρτ' ιέναι συν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα, 1165 ἡρώων ἐς ὅμιλον· ὁμοῦ δ ̓ ἐπι νῆα πέλασσαν. οἳ δέ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκ τ ̓ ἐρέοντο. αὐτὰρ ὃ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης, δεῖξέ τε φάρμακον αἰνόν· ὃ δ ̓ οἰόθεν οἶος ἑταίρων Ἴδας ἧστ ̓ ἀπάνευθε δακὼν χόλον· οἱ δὲ δὴ ἄλλοι 1170 γηθόσυνοι τῆμος μέν, ἐπεὶ κνέφας ἔργαθε νυκτός, εὔκηλοι ἐμέλοντο περι σφίσιν. αὐτὰρ ἅμ ̓ ἠου πέμπον ἐς Αιήτην ιέναι σπόρον αἰτήσοντας ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμώνα, σὺν δὲ καὶ Αιθαλίδην, υἷα κλυτὸν Ερμείας. 1175 βὰν δ ̓ ἴμεν, οὐ δ ̓ ἁλίωσαν ὁδόν· πόρε δέ σφιν ἰοῦσιν κρείων Αιήτης χαλεπούς ἐς ἄεθλον ὀδόντας Αονίοιο δράκοντος, ὃν Ωγυγίῃ ἐνι Θήβη Κάδμος, ὅτ ̓ Εὐρώπην διζήμενος εἰσαφίκανεν, πέφνεν 'Αρητιάδι κρήνῃ ἐπίουρον ἐόντα· 1180 ἔνθα καὶ ἐννάσθη πομπῇ βοός, ἥν οἱ Απόλλων ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο. τοὺς δὲ θεὰ Τριτωνὶς ὑπεκ γενύων ἐλάσασα Αιήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι. καί φ ̓ ὃ μὲν Δονίοισιν ἐνισπείρας πεδίοισιν 1185 Κάδμος Αγηνορίδης γαιηγενῆ εἶσατο λαόν, Αρεος ἀμώοντος ὅσοι ὑπο δουρὶ λίποντο· τοὺς δὲ τότ' Αιήτης έπορεν μετα νῆα φέρεσθαι προφρονέως, ἐπεὶ οὔ μιν οίσσατο πείρατ' ἀθλου ἐξανύσειν, εἰ καί περ ἐπι ζυγὰ βουσι βάλοιτο. ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν ἑσπέριος, νεάτας ὑπερ ἄκριας Αιθιοπήων· νὺξ δ ̓ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά· τοὶ δὲ χαμεύνας

1190

ἔντυον ἥρωες παρα πείσμασιν. αὐτὰρ Ιήσων αυτίκ' ἐπεί δ' Ελίκης εὐφεγγέος ἀστέρες ἄρκτου 1195 ἔκλιπεν, οὐρανόθεν δὲ πανεύκηλος γένετ' αιθήρ, βῆ δ ̓ ἐς ἐρημαίην, κλωπήιος ήυτέ τις φώρ,

συν πᾶσιν χρήεσσι· προ γάρ τ' ἀλέγυνεν ἕκαστα ἠμάτιος· θῆλυν μὲν ὄιν γάλα τ ̓ ἔκτοθι ποίμνης "Αργος των ἤνεικε· τὰ δ ̓ ἐξ αὐτῆς ἕλε νηός. 1200 ἀλλ' ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν, ἔνθ ̓ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο εὐαγέως θείοιο τέρεν δέμας· ἀμφι δὲ φᾶρος ἕσσατο κυάνεον, τὸ μέν οἱ πάρος ἐγγυάλιξεν 1205 Λημνιάς Ὑφιπύλη, ἀδινῆς μνημήιον εὐνῆς. πήχυιον δ ̓ ἂρ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας νήησεν σχίζας, ἐπὶ δ ̓ ἀρνειοῦ τάμε λαιμόν, αὐτόν τ' εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτροὺς πῦρ ὑπένερθεν ἱείς, ἐπι δὲ μιγάδας χέε λοιβάς, 1210 Βριμώ κικλήσκων Εκάτην ἐπαρωγὸν ἀθλων. καί ῥ' ὃ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἡ δ ̓ ἀίουσα κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν ἱροῖς Αισονίδαο· πέριξ δέ μιν ἐστεφάνωντο σμερδαλέοι δρυΐνοισι μετα πτόρθοισι δράκοντες· 1215 στράπτε δ ̓ ἀπειρέσιον δαΐδων σέλας· ἀμφι δὲ τήνγε ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο.

πίσει δ ̓ ἔτρεμε πάντα κατα στίβον· αἳ δ ̓ ὀλόλυξαν νύμφαι ἑλειονόμοι ποταμητίδες, αἳ περι κείνην Φάσιδος εἱαμενὴν ̓Αμαραντίου εἰλίσσονται.

1220 Αισονίδην δ' ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδ ̓ ὡς ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρ ̓ ἑτάροισιν μίκτο κιών· ἤδη δὲ φόως νιφόεντος ὕπερθεν Καυκάσου ἠριγενὴς Ἠὼς βάλεν ἀντέλλουσα. καὶ τότ ̓ ἂρ Αιήτης περι μεν στήθεσσιν ἕεστο

« IndietroContinua »