Immagini della pagina
PDF
ePub
[ocr errors]

Στίς χθὼν εὔχεται ὧδε; πόθι ξυνέωσαν ἄελλαι 1250 ἡμέας; αὔθ ̓ ἔτλημεν, ἀφειδέες οὐλομένοιο δείματος, αὐτὰ κέλευθα διαμπερὲς ὁρμηθῆναι πετράων. ἦτ ̓ ἂν καὶ ὑπερ Διὸς αἶσαν ἰοῦσιν βέλτερον ἦν μέγα δή τι μενοινώοντας ὀλέσθαι. νῦν δὲ τί κεν ῥέξαιμεν, ἐρυκόμενοι ανέμοισιν 1255 αὖθι μένειν τυτθόν περ ἐπι χρόνον; οἷον ἐρήμη πέζα διωλυγίης ἀναπέπταται ἠπείροιο.

ὡς ἂρ ἔφη· μετὰ δ ̓ αὐτὸς ἀμηχανίῃ κακότητος ἰθυντὴρ Αγκαῖος ἀκηχέμενος ἀγόρευσεν

κωλόμεθ' αινότατον δῆθεν μόρον, οὐ δ ̓ ὑπάλυξις 1260 ἔστ ̓ ἄτης· πάρα δ ̓ ἄμμι τὰ κύντατα πημανθῆναι τῇδ ̓ ὑπ ̓ ἐρημαίῃ πεπτηότας, εἰ καὶ ἀῆται χερσόθεν ἀμπνεύσειαν· ἐπεὶ τεναγώνια λεύσω τῆλε περισκοπέων ἅλα πάντοθεν ἤλιθα δ ̓ ὕδωρ ξαινόμενον πολιῇσιν ἐπιτροχάει ψαμάθοισιν. 1265 καί κεν ἐπισμυγερῶς δια δὴ πάλαι ὧδε κεάσθη νηῦς ἱερὴ χέρσου πολλὸν πρόσω· ἀλλά μιν αὐτὴ πλημυρὶς ἐκ πόντοιο μεταχρονίην ἐκόμισσεν. νῦν δ ̓ ἡ μὲν πέλαγος δὲ μετέσσυται, οἰόθι δ ̓ ἅλμη ἄπλοος εἱλεῖται, γαίης ὑπερ ὅσσον ἔχουσα.

1270 τούνεκ' ἐγὼ πᾶσαν μὲν ἀπ ̓ ἐλπίδα φημὶ κεκόφθαι ναυτιλίης νόστου τε. δαημοσύνην δέ τις ἄλλος φαίνοιεν· πάρα γάρ οἱ ἐπ ̓ οἰήκεσσι θαάσσειν μαιομένῳ κομιδῆς. ἀλλ' οὐ μάλα νόστιμον ἦμαρ Ζεὺς ἐθέλει καμάτοισιν ἐφ ̓ ἡμετέροισι τελέσσαι.

1275

66

ὡς φάτο δακρυόεις· συν δ ̓ ἔννεπον ἀσχαλόωντι ὅσσοι ἔσαν νηῶν δεδαημένοι· ἐν δ ̓ ἄρα πᾶσιν παχνώθη κραδίη, χύτο δέ χλόος ἀμφι παρειάς οἷον δ ̓ ἀψύχοισιν ἐοικότες εἰδώλοισιν

ἀνέρες ειλίσσονται ανα πτόλιν, ἢ πολέμοιο 1280 ἢ λοιμοῖο τέλος ποτιδέγμενοι, ἠέ τιν ̓ ὄμβρον

ἄσπετον, ὅστε βοῶν κατα μυρία ἔκλυσεν ἔργα, ἢ ὅτ ̓ ἂν αὐτόματα ξόανα ῥέῃ ιδρώοντα αἵματι, καὶ μυκαὶ σηκοῖς ἔνι φαντάζωνται, ἠὲ καὶ ἠέλιος μέσῳ ἤματι νύκτ ̓ ἐπάγῃσιν 1285 οὐρανόθεν, τὰ δὲ λαμπρὰ δι' ἠέρος ἄστρα φαείνοι· ὡς τότ ̓ ἀριστῆες δολιχοῦ πρόπαρ αἰγιαλοῖο ἤλυον ἑρπύζοντες. ἐπήλυθε δ' αὐτίκ ̓ ἐρεμνὴ ἕσπερος· οἳ δ ̓ ἐλεεινὰ χεροῖν σφέας ἀμφιβαλόντες δακρυόειν ἀγάπαζον, ἵν ̓ ἄνδιχα δῆθεν ἕκαστος 1290 θυμὸν ἀποφθίσειαν ἐνι ψαμάθοισι πεσόντες. βὰν δ ̓ ἴμεν ἄλλυδις ἄλλος ἑκαστέρω αὖλιν ἑλέσθαι· ἐν δὲ κάρη πέπλοισι καλυψάμενοι σφετέροισιν ἄκμηνοι καὶ ἄπαστοι ἐκείατο νύκτ ̓ ἔπι πᾶσαν καὶ φάος, οἰκτίστῳ θανάτῳ ἔπι. νόσφι δὲ κοῦραι 1295 αθρόαι Αιήταο παρεστενάχοντο θυγατρί. ὡς δ ̓ ὅτ ̓ ἐρημαῖοι πεπτηότες ἔκτοθι πέτρης χηραμοῦ ἀπτῆνες λιγέα κλάζουσι νεοσσοί· ἢ ὅτε καλὰ νάοντος ἐπ' ὀφρύσι Πακτωλοῖο κύκνοι κινήσουσιν ἑὸν μέλος, ἀμφὶ δὲ λειμὼν 1300 ἑρσήεις βρέμεται, ποταμοῖό τε καλὰ ῥέεθρα· ὡς αἱ ἐπι ξανθὰς θέμεναι κονίησιν ἐθείρας παννύχιαι ἐλεεινὸν ἰήλεμον ὠδύροντο. και νύ κεν αὐτοῦ πάντες ἀπο ζωῆς ἐλίασθεν νώνυμνοι καὶ ἄφαντοι ἐπιχθονίοισι δαῆναι 1305 ἡρώων οἱ ἄριστοι ἀνηνύτῳ ἐπ ̓ ἀέθλῳ· ἀλλά σφεας ἐλέηραν ἀμηχανίῃ μινύθοντας ἡρῷσσαι, Λιβύης τιμήοροι, αἳ ποτ' Αθήνην, ἦμος ὅτ ̓ ἐκ πατρὸς κεφαλῆς θόρε παμφαίνουσα, ἀντόμεναι Τρίτωνος ἐφ ̓ ὕδασι χυτλώσαντο. 1310 ἔνδιον ἦμαρ ἔην, περὶ δ ̓ ὀξύταται θέρον αὐγαὶ ἠελίου Λιβύην· αἳ δὲ σχεδὸν Αἰσονίδαο

ἔσταν, ἕλον δ ̓ ἀπο χερσὶ καρήατος ἠρέμα πέπλον.

αὐτὰρ ὅγ ̓ εἰς ἑτέρωσε παλιμπετὲς ὄμματ ̓ ἔνεικεν, δαίμονας αιδεσθείς. αὐτὸν δέ μιν ἀμφαδὸν οἶον 1315 μειλιχίοις επέεσσιν ἀτυζόμενον προσέειπον

κάμμορε, τίπτ ̓ ἐπι τόσσον ἀμηχανίῃ βεβόλησαι; ἴδμεν ἐποιχομένους χρύσεον δέρος· ἴδμεν ἕκαστα ὑμετέρων καμάτων, ὅσ ̓ ἐπι χθονός, ὅσσα τ' ἐφ ̓ ὕγρὴν πλαζόμενοι κατα πόντον ὑπέρβια ἔργα κάμεσθε. 1320 οιοπόλοι δ ̓ εἰμὲν χθόνιαι θεαὶ αὐδήεσσαι, ἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες. ἀλλ ̓ ἄνα· μὴ δ ̓ ἔτι τοῖον διζύων ἀκάχησο· ἄνστησον δ ̓ ἑτάρους. εὖτ ̓ ἂν δέ τοι 'Αμφιτρίτη ἅρμα Ποσειδάωνος εύτροχον αὐτίκα λύσῃ, 1325 δή ῥα τότε σφετέρῃ ἀπο μητέρι τίνετ ̓ ἀμοιβὴν ὧν ἔκαμεν δηρὸν κατα νηδύος ἔμμε φέρουσα· καί κεν ἔτ ̓ ἠγαθέην ἐς Αχαιίδα νοστήσαιτε.“

66

ὡς ἂρ ἔφαν, καὶ ἄφαντοι ἵν ̓ ἔσταθεν, ἔνθ ̓ ἄρα ταίγε φθογγῇ ὁμοῦ ἐγένοντο παρασχεδόν. αὐτὰς Ἰήσων 1330 παπτήνας ἀν ̓ ἂρ ἕζετ ̓ ἐπι χθονός, ὧδέ τ ̓ ἔειπεν ἵλατ ̓ ἐρημονόμοι κυδραὶ θεαί· ἀμφι δὲ νόστῳ οὔτι μάλ ̓ ἀντικρὺ νοέω φάτιν. ἢ μὲν ἑταίρους εἰς ὃν ἀγειράμενος μυθήσομαι, εἰ νύ τι τέκμωρ δήοιμεν κομιδῆς· πολέων δέ τε μῆτις ἀρείων. ἦ, καὶ ἀναΐξας ἑτάρους ἐπι μακρὸν ἀντει, αὐσταλέος κονίησι, λέων ὥς, ὅς ῥά τ ̓ ἀν ̓ ὕλην σύννομον ἣν μεθέπων ὠρύεται· αἱ δὲ βαρείῃ φθογγῇ ὑποτρομέουσιν ἀν' οὔρεα τηλόθι βῆσσαι· δείματι δ ̓ ἄγραυλοί τε βόες μέγα πεφρίκασιν 1340 βουπελάται τε βοῶν. τοῖς δ ̓ οὐ νύ τι γῆους ἐτύχθη ῥιγεδανὴ ἑτάροιο φίλοις ἐπικεκλομένοιο.

1335

ἀγχοῦ δ ̓ ἠγερέθοντο κατηφέες· αὐτὰρ ὃ τούςγε ἀχνυμένους ὅρμοιο πέλας μίγα θηλυτέρῃσιν ἱδρύσας, μυθεῖτο πιφαυσκόμενος τὰ ἕκαστα

1345 „,κλύτε, φίλοι· τρεῖς γάρ μοι ἀνιάζοντι θεάων, στέρφεσιν αἰγείοις ἐζωσμέναι ἐξ ὑπάτοιο

αὐχένος ἀμφί τε νῶτα καὶ ἐξύας, ἠύτε κοῦραι, ἔσταν ὑπερ κεφαλῆς μάλ' ἐπισχεδόν· ἀν δ ̓ ἐκάλυψαν πέπλον ἐρυσσάμεναι κούφῃ χερί, καί μ' ἐκέλοντο 1350 αὐτόν τ' ἔγρεσθαι, ἀνά θ ̓ ὑμέας ὄρσαι ἰόντα· μητέρι δὲ σφετέρῃ μενοεικέα τῖσαι ἀμοιβὴν ὧν ἔκαμεν δηρὸν κατα νηδύος ἄμμε φέρουσα, ὁππότε κεν λύσῃσιν εύτροχον ̓Αμφιτρίτη ἅρμα Ποσειδάωνος. ἐγὼ δ ̓ οὐ πάγχυ νοῆσαι 1355 τῆσδε θεοπροπίης ἴσχω πέρι. φάν γε μὲν εἶναι ἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες.

καὶ δ ̓ ὁπόσ ̓ αὐτοὶ πρόσθεν ἐπι χθονὸς ἠδ ̓ ὅσ ̓ ἐφ ̓ ὑγρὴν

ἔτλημεν, τὰ ἕκαστα διίδμεναι εὐχετόωντο.

οὐ δ ̓ ἔτι τᾶσδ ̓ ἀνα χῶρον ἐσέδρακον, ἀλλά τις ἀχλὺς 1360 ἠὲ νέφος μεσσηγὺ φαεινομένας ἐκάλυψεν.

66

ὡς ἔφαθ'· οἳ δ ̓ ἄρα πάντες ἐθάμβεον εἰσαΐοντες. ἔνθα τὸ μήκιστον τεράων Μινύαισιν ἐτύχθη. ἐξ ἁλὸς ἤπειρον δὲ πελώριος ἔκθορεν ἵππος, ἀμφιλαφής, χρυσέῃσι μετήορος αὐχένα χαίταις· 1365 ῥίμφα δὲ σεισάμενος γυίων ἄπο νήχυτον ἅλμην ὠρτο θέειν, πνοιῇ ἔκελος πόδας. αἶψα δὲ Πηλεὺς γηθήσας ἑτάροισιν ὁμηγερέεσσι μετηύδα ἅρματα μὲν δὴ φημὶ Ποσειδάωνος ἔγωγε ἤδη νῦν ἀλόχοιο φίλης υπο χερσὶ λελύσθαι· 1370 μητέρα δ ̓ οὐκ ἄλλην προτιόσσομαι, ἠέ περ αὐτὴν νῆα πέλειν· ἦ γὰρ κατα νηδύος ἄμμε φέρουσα ἠνεκὲς ἀργαλέοισιν διζύει καμάτοισιν.

ἀλλά μιν ἀστεμφεῖ τε βίῃ καὶ ἀτειρέσιν ὤμοις ὑψόθεν ἀνθέμενοι ψαματώδεος ἔνδοθι γαίης 1375 οἴσομεν, ᾗ προτέρωσε ταχὺς πόδας ἤλασεν ἵππος.

οὐ γὰρ ὅγε ξηρὴν ὑποδύσεται· ἴχνια δ ̓ ἡμῖν σημανέειν τίν ἔολπα μυχὸν καθύπερθε θαλάσσης. ὡς ηὔδα· πάντεσσι δ ̓ ἐπήβολος ἥνδανε μῆτις. Μουσάων ὅδε μῦθος· ἐγὼ δ ̓ ὑπακουὸς ἀείδω 1380 Πιερίδων, καὶ τῆνδε πανατρεκὲς ἔκλυον ὀμφήν, ὑμέας, ὦ περὶ δὴ μέγα φέρτατοι υἷες ἀνάκτων, ᾗ βίῃ, ᾗ τ ̓ ἀρετῇ Λιβύης ἀνα θῖνας ἐρήμους νῆα μεταχρονίην ὅσα τ ̓ ἔνδοθι νηὸς ἄγεσθε, ἀνθεμένους ὤμοισι φέρειν δυοκαίδεκα πάντα 1385 ἤμαθ ̓ ὁμοῦ νύκτας τε. δύην γε μὲν ἢ καὶ ὀξὺν τίς κ' ἐνέποι, τὴν κεῖνοι ἀνέπλησαν μογέοντες; ἔμπεδον ἀθανάτων ἔσαν αἵματος, οἷον ὑπέσταν ἔργον, ἀναγκαίῃ βεβιημένοι. αὐτὰρ ἐπιπρὸ τῆλε μάλ' ἀσπασίως Τριτωνίδος ὕδασι λίμνης 1390 ὡς φέρον, ὡς εἰςβάντες ἀπο στιβαρῶν θέσαν ὤμων. λυσσαλέοις δ ̓ ἔπειτ ̓ ἴκελοι κυσιν αίσσοντες πίδακα μαστεύεσκον· ἐπι ξηρὴ γὰρ ἔκειτο δίψα δυηπαθίῃ τε καὶ ἄλγεσιν. οὐ δ ̓ ἐμάτησαν πλαζόμενοι· ἕξον δ ̓ ἱερὸν πέδον, ᾧ ἔνι Λάδων 1395 εἰσέτι που χθιζὸν παγχρύσεα φύετο μῆλα

χώρῳ ἐν ̓́Ατλαντος, χθόνιος ὄφις· ἀμφὶ δὲ νύμφαι Εσπερίδες ποίπνυον, ἐφίμερον ἀείδουσαι.

δὴ τότε δ ̓ ἤτοι, τῆμος ὑφ ̓ Ἡρακλῆι δαϊχθείς, μήλειον βέβλητο ποτι στύπος· οἰόθι δ ̓ ἄκρῃ 1400 οὐρῇ ἔτι σκαίρεσκεν· ἀπὸ κρατὸς δὲ κελαινὴν ἄχρις ἐπ' ἄκνηστιν κεῖτ ̓ ἄπνοος· ἐκ δὲ λιπόντων ὕδρης Λερναίης χόλον αἵματι πικρὸν ὀιστῶν μυϊαι πυθομένοισιν ἐφ ̓ ἕλκεσι πορσαίνοντο. ἀγχοῦ δ ̓ Ἑσπερίδες κεφαλαῖς ἔπι χεῖρας ἔχουσαι 1405 ἀργυρέας ξανθῇσι λίγ ̓ ἔστενον· οἳ δ ̓ ἐπέλασσαν ἄφνω ὁμοῦ· ταὶ δ ̓ αἶψα κόνις καὶ γαῖα, κιόντων ἐσσυμένως, ἐγένοντο κατ' αὐτόθι. νώσατο δ' Ὀρφεὺς

« IndietroContinua »