Immagini della pagina
PDF
ePub

αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινον 375 στείρης, ἐν δ ̓ ὁλκῷ ξεστὰς στορέσαντο φάλαγγας· τὴν δὲ κατάντη κλίναν ἐπι πρώτῃσι φάλαγξιν, ὥς κεν ὀλισθαίνουσα δι' αὐτάων φορέοιτο. ὕψι δ ̓ ἂρ ἔνθα καὶ ἔνθα μεταστρέψαντες έρετμά πήχυιον προύχοντα περι σκαλμοῖσιν ἔδησαν. 380 τῶν δ ̓ ἐναμοιβαδὶς αὐτοὶ ἐνέσταθεν ἀμφοτέρωθεν, στέρνα θ ̓ ὁμοῦ καὶ χεῖρας ἐπήλασαν. ἐν δ ̓ ἄρα Τίφυς βήσαθ ̓, ἵν ̓ ὀτρύνει νέους κατα καιρὸν ἐρύσσαι· κεκλόμενος δ ̓ ἤυσε μάλα μέγα· τοὶ δὲ παράσσον ᾧ κράτει βρίσαντε μιῇ στυφέλιξαν ἐρωῇ 385 νειόθεν ἐξ ἕδρης, ἐπι δ ̓ ἐρρώσαντο πόδεσσιν προπροβιαζόμενοι· ἡ δ ̓ ἕσπετο Πηλιάς Αργώ ῥίμφα μάλ'· οἳ δ ̓ ἐκάτερθεν ἐπίαχον ἀίσσοντες. αἱ δ ̓ ἂρ ὑπὸ τρόπιδι στιβαρῇ στενάχοντο φάλαγγες τριβόμεναι· περι δέ σφιν ἀιδνὴ κήκιε λιγνὺς 390 βριθοσύνῃ, κατόλισθε δ ̓ ἔσω ἁλός· οἳ δέ μιν αὖθι ἂψ ἀνασειράζοντες έχον προτέρωσε κιοῦσαν. σκαλμοῖς δ ̓ ἀμφὶς ἐρετμὰ κατήρτυον· ἐν δέ οἱ ἱστὸν λαίφεά τ ̓ εὐποίητα καὶ ἁρμαλιὴν ἐβάλοντο.

αὐτὰρ ἐπεὶ τὰ ἕκαστα περιφραδέως ἀλέγυναν, 395 κληΐδας μὲν πρῶτα πάλῳ διεμοιρήσαντο, ἄνδρ ̓ ἐντυναμένω δοιὼ μίαν· ἐκ δ ̓ ἄρα μέσσην ᾕρεον Ἡρακλῆι καὶ ἡρώων ἄτερ ἄλλων Αγκαίῳ, Τεγέης ὅς ῥα πτολίεθρον ἔναιεν. τοῖς μέσσην οἴοισιν ἀπο κληῖδα λίποντο 400 αὕτως, οὔτι πάλῳ· ἐπι δ ̓ ἔτρεπον αἰνήσαντες Τίφυν ἐυστείρης οιήια νηὸς ἔρυσθαι.

ἔνθεν δ ̓ αὖ λάιγγας ἁλὸς σχεδὸν ὀχλίζοντες νήεον αὐτόθι βωμὸν ἐπάκτιον Απόλλωνος, ̓Ακτίου Ἐμβασίοιό τ ̓ ἐπώνυμον· ώκα δὲ τοίγε 405 φιτροὺς ἀζαλέης στόρεσαν καθύπερθεν ἐλαίης

τείως δ ̓ αὖτ ̓ ἀγέληθεν ἐπιπροέηκαν ἄγοντες βουκόλοι Αισονίδαο δύω βόε. τοὺς δ ̓ ἐρύσαντο κουρότεροι ἑτάρων βωμοῦ σχεδόν. οἳ δ ̓ ἂρ ἔπειτα χέρνιβά τ' οὐλοχύτας τε παρέσχεθον. αὐτὰρ Ἰήσων 410 εὔχετο κεκλόμενος πατρώιον ̓Απόλλωνα

„κλύθι, ἄναξ Παγασάς τε πόλιν τ' Αισωνίδα ναίων, ἡμετέροιο τοκῆος ἐπώνυμον, ὅς μοι ὑπέστης Πυθοῖ χρειομένῳ ἄνυσιν καὶ πείραθ ̓ ὁδοῖο σημανέειν. αὐτὸς γὰρ ἐπαίτιος ἔπλευ ἀέθλων. 415 αὐτὸς νῦν ἄγε νῆα συν ἀρτεμέεσσιν ἑταίροις κεῖσέ τε καὶ παλίνορσον ἐς Ἑλλάδα. σοὶ δ ̓ ἂν οπίσσω τόσσων, ὅσσοι κεν νοστήσομεν, ἀγλαὰ ταύρων ἱρὰ πάλιν βωμῷ ἐπιθήσομεν· ἄλλα δὲ Πυθοῖ, ἄλλα δ ̓ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσω. 420 νῦν δ ̓ ἴθι, καὶ τῆνδ ̓ ἡμίν, Ἑκηβόλε, δέξο θυηλήν, ἥν τοι τῆσδ ̓ ἐπίβαθρα χάριν προτεθείμεθα νηὸς πρωτίστην· λύσαιμι δ ̓, ἄναξ, ἐπ ̓ ἀπήμονι μοίρῃ πείσματα σὴν δια μῆτιν· ἐπιπνεύσειε δ ̓ ἀήτης μείλιχος, ᾧ κ ̓ ἐπι πόντον ἐλευσόμεθ ̓ εὐδιόωντες. 425 ᾖ καὶ ἅμ ̓ εὐχωλῇ προχύτας βάλε. τὰ δ ̓ ἐπι βουσὶν ζωσάσθην, Αγκαῖος ὑπέρβιος Ἡρακλέης τε.

[ocr errors]

ἤτοι ὃ μὲν ῥοπάλῳ μέσσον κάρη ἀμφι μέτωπα πλῆξεν, ὃ δ ̓ ἀθρόος αὖθι πεσὼν ἐνερείσατο γαίῃ· Αγκαῖος δ' ἑτέροιο κατα πλατὺν αὐχένα κόψας 430 χαλκείω πελέκει κρατεροὺς διέκερσε τένοντας· ἤριπε δ ̓ ἀμφοτέροισι περιρρηδὴς κεράεσσιν. τοὺς δ ̓ ἕταροι σφάξάν τε θοῶς, δεῖράν τε βοείας, κόπτον, δαίτρευόν τε, καὶ ἱερὰ μῆρ ̓ ἐτάμοντο, καδ δ ̓ ἄμυδις τάγε πάντα καλύψαντες πύκα δημῷ 435 καῖον ἐπι σχίζῃσιν· ὁ δ ̓ ἀκρήτους χέε λοιβὰς Αισονίδης, γήθει δὲ σέλας θηεύμενος Ἴδμων πάντοσε λαμπόμενον θυέων ἄπο τοῖό τε λιγνὺν

66

πορφυρέαις ἑλίκεσσιν ἐναίσιμον ἀίσσουσαν· αἶψα δ ̓ ἀπηλεγέως νόον ἔκφατο Λητοΐδαο 440,,ὑμῖν μὲν δὴ μοῖρα θεῶν χρειώ τε περῆσαι ἐνθάδε κῶας ἄγοντας· ἀπειρέσιοι δ ̓ ἐνι μέσσῳ κεῖσέ τε δεῦρό τ ̓ ἔασιν ἀνερχομένοισιν ἄεθλοι. αὐτὰρ ἐμοὶ θανέειν στυγερῇ ὑπο δαίμονος αἴσῃ τηλόθι που πέπρωται ἐπ ̓ Ασίδος ἠπείροιο. 445 ὧδε κακοῖς δεδιὼς ἔτι καὶ πάρος οἰωνοῖσιν πότμον ἐμὸν πάτρης ἐξήιον, ὄφρ ̓ ἐπιβαίην νηός, ἐυκλείη δὲ δόμοις ἐπιβάντι λίπηται.

ὡς ἂρ ἔφη· κοῦροι δέ θεοπροπίης αίοντες νόστῳ μὲν γήθησαν, ἄχος δ ̓ ἕλεν Ἴδμονος αἴσῃ. 450 ἦμος δ' ἠέλιος σταθερὸν παραμείβεται ἦμαρ, αἱ δὲ νέον σκοπέλοισιν ὑποσκιόωνται ἄρουραι, δειελινὸν κλίνοντος ὑπο ζόφον ἠελίοιο, τῆμος ἂρ ἤδη πάντες ἐπι ψαμάθοισι βαθεῖαν φυλλάδα χευάμενοι πολιοῦ πρόπαρ αἰγιαλοῖο 455 κέκλινθ ̓ ἑξείης· παρα δέ σφισι μυρί ̓ ἔκειτο εἴδατα καὶ μέθυ λαρόν, ἀφυσσαμένων προχόῃσιν οινοχόων· μετέπειτα δ ̓ ἀμοιβαδὶς ἀλλήλοισιν μυθεῦνθ', οἷά τε πολλὰ νέοι παρα δαιτὶ καὶ οἴνῳ τερπνῶς ἑψιόωνται, ὅτ ̓ ἄατος ὕβρις ἀπείη. 460 ἔνθ ̓ αὖτ ̓ Αίσονίδης μὲν ἀμήχανος εἶν ἑοῖ αὐτῷ πορφύρεσκεν ἕκαστα κατηφιόωντι ἐοικώς.

τὸν δ ̓ ἂρ ὑποφρασθεὶς μεγάλῃ ἐπὶ νείκεσεν Ἴδας

99

Αισονίδη, τίνα τῆνδε μετα φρεσὶ μῆτιν ἑλίσσεις; αὔδα ἐνι μέσσοισι τεὸν νόον. ἦέ σε δαμνά

465 τάρβος ἐπιπλόμενον, τό, τ ̓ ἀνάλκιδας ἄνδρας ἀτύζει; ἴστω νῦν δίου θοῦρον, ὅτῳ περιώσιον ἄλλων κῦδος ἐνι πτολέμοισιν ἀείρομαι, οὐ δέ μ ̓ ὀφέλλει Ζεὺς τόσον, ὁσσάτιόν περ ἐμὸν δόρυ, μή νύ τι πῆμα λοίγιον ἔσσεσθαι, μὴ δ ̓ ἀκράαντον ἄεθλον

470 Ἴδεω ἑσπομένοιο, καὶ εἰ θεὸς ἀντιόωτο. τοῖόν μ' Αρήνηθεν ἀοσσητῆρα κομίζεις.“

ἦ, καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρῃσιν πίνε χαλίκρητον λαρὸν μέθυ· δεύετο δ ̓ οἴνῳ χείλεα κυάνεαί τε γενειάδες· οἳ δ ̓ ὁμάδησαν 475 πάντες ὁμῶς,Ἴδμων δὲ καὶ ἀμφαδίην ἀγόρευσεν δαιμόνιε, φρονέεις ὀλοφώια καὶ πάρος αὐτῷ. ἦέ τοι εἰς ἄτην ζωρὸν μέθυ θαρσαλέον κῆρ οἰδάνει ἐν στήθεσσι, θεοὺς δ ̓ ἀνέηκεν ἀτίζειν; ἄλλοι μῦθοι ἔασι παρήγοροι, οἷσί περ ἀνὴρ 480 θαρσύνοι έταρον· σὺ δ ̓ ἀτάσθαλα πάμπαν ἔειπας. τοῖα φάτις καὶ τοὺς πρὶν ἐπιφλύειν μακάρεσσιν υἷας Αλωιάδας, οἷς οὐδ ̓ ὅσον ἰσοφαρίζεις ἠνορέην· ἔμπης δὲ θοοῖς ἐδάμησαν ὀιστοῖς ἄμφω Λητοΐδας, καὶ ἔφθιμοί περ ἐόντες.

485

66

ὡς ἔφατ'· ἐκ δ ̓ ἐγέλασσεν ἄδην Αφαρήιος Ἴδας, καί μιν ἐπιλλίζων ἠμείβετο κερτομίοισιν ἄγρει νῦν τόδε σῇσι θεοπροπίῃσιν ἐνίσπες, εἰ καὶ ἐμοὶ τοιόνδε θεοὶ τελέουσιν ὄλεθρον, οἷον Αλωιάδῃσι πατὴρ τεὸς ἐγγυάλιξεν. 490 φράζεο δ ̓, ὅππως χεῖρας ἐμὰς σόος ἐξαλέοιο, χρειὼ θεσπίζων μεταμώνιον ἤ κεν ἁλφης.“

66

χώετ ̓ ἐνιπτάζων· προτέρω δέ κε νεῖκος ἐτύχθη, εἰ μὴ δηριόωντας ὁμοκλήσαντες ἑταῖροι αὐτός τ' Αισονίδης κατερήτυεν· ἀν δὲ καὶ Ὀρφεὺς 495 λαιῇ ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς.

ἤειδεν δ ̓ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα, τὸ πρὶν ἐπ ̓ ἀλλήλοισι μιῇ συναρηρότα μορφῇ, νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα· ἠδ ̓ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν 500 ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι·

οὔρεά θ ̓ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες

[ocr errors]

αὐτῇσιν νύμφῃσι, καὶ ἑρπετὰ πάντ ̓ ἐγένοντο. ἤειδεν δ ̓ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε Ωκεανίς νιφόεντος ἔχον κράτος Οὐλύμποιο· 505 ὥς τε βίῃ καὶ χερσὶν ὃ μὲν Κρόνῳ εἴκαθε τιμῆς, ἡ δὲ Ῥέῃ, ἔπεσον δ ̓ ἐνι κύμασιν ὠκεανοῖο· οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον, ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδὼς Δικταῖον ναίεσκεν ὑπο σπέος, οἱ δέ μιν οὔπω 510 Γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῷ βροντῇ τε στεροπῇ τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει. ἦ καὶ ὃ μὲν φόρμιγγα συν ἀμβροσίῃ σχέθεν αὐλῇ· τοὶ δ ̓ ἄμοτον λήξαντος ἔτι προύχοντο κάρηνα πάντες ὁμῶς ὀρθοῖσιν ἐπ ̓ οὔασιν ἠρεμέοντες 515 κηληθμῷ· τοῖόν σφιν ἐνέλλιπε θέλκτρον ἀοιδῆς. οὐ δ ̓ ἐπι δὴν μετέπειτα κερασσάμενοι Διὶ λοιβάς, ἡ θέμις, εὐαγέως ἐπί τε γλώσσῃσι χέοντο αιθομέναις, ὕπνου δὲ δια κνέφας ἐμνώοντο. αὐτὰρ ὅτ' αἰγλήεσσα φαεινοῖς ὄμμασιν Ἠὼς 520 Πηλίου αἰπεινὰς ἴδεν ἄκριας, ἐκ δ ̓ ἀνέμοιο εὔδιοι ἐκλύζοντο τινασσομένης ἁλὸς ἄκραι, δὴ τότ ̓ ἀνέγρετο Τίφυς· ἄφαρ δ' ορόθυνεν ἑταίρους βαινέμεναί τ ̓ ἐπι νῆα καὶ ἀρτύνασθαι ἐρετμά. σμερδαλέον δὲ λιμὴν Παγασήιος ἠδὲ καὶ αὐτὴ 525 Πηλιὰς ἴαχεν Αργὼ ἐπισπέρχουσα νέεσθαι. ἐν γάρ οἱ δόρυ θεῖον ἐλήλατο, τό ορ ̓ ἀνα μέσσην στεῖραν Αθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ. οἳ δ ̓ ἀνα σέλματα βάντες ἐπισχερῶ ἀλλήλοισιν, ὡς ἐδάσαντο πάροιθεν ἐρεσσέμεν ᾧ ἐνι χώρῳ, 530 εὐκόσμως σφετέροισι παρ ̓ ἔντεσιν ἑδριόωντο. μέσσῳ δ' ̓Αγκαῖος μέγα τε σθένος Ἡρακλῆος ἵζανον· ἄγχι δέ οἱ ῥόπαλον θέτο, καὶ οἱ ἔνερθεν ποσσὶν ὑπεκλύσθη νηὸς τρόπις. εἵλκετο δ ̓ ἤδη

APOLLON.

2

« IndietroContinua »