Immagini della pagina
PDF
ePub

θεῖα τέρα, τὰς δέ σφι παρηγορέεσκε λιτῇσιν δαίμονες ὦ καλαὶ καὶ εύφρονες, ἵλατ ̓, ἄνασται, 1410 είτ ̓ οὖν οὐρανίαις ἐναρίθμιοι ἐστὲ θεῇσιν, εἴτε καταχθονίαις, εἴτ ̓ οἰοπόλοι καλέεσθε νύμφαι· ἔτ ̓ ὦ νύμφαι, ἱερὸν γένος Ὠκεανοιο, δείξατ ̓ ἐελδομένοισιν ἐνωπαδὶς ἄμμι φανεῖσαι ἤ τινα πετραίην χύσιν ὕδατος, ή τινα γαίης 1415 ἱερὸν ἐκβλύοντα, θεαί, ῥόον, ᾧ ἀπὸ δίψαν αιθομένην ἄμοτον λωφήσομεν. εἰ δὲ καὶ αὖτις δή ποτ' Αχαιίδα γαϊαν ἱκώμεθα ναυτιλίῃσιν, δὴ τότε μυρία δῶρα μετα πρώτῃσι θεάων λοιβάς τ ̓ εἰλαπίνας τε παρέξομεν εὐμενέοντες.“ 1420 ὡς φάτο λισσόμενος ἀδινῇ ὀπί· ταὶ δ ̓ ἐλέαιρον ἐγγύθεν ἀχνυμένους· καὶ δὴ χθονὸς ἐξανέτειλαν ποίην πάμπρωτον· ποίης γε μὲν ὑψόθι μακρο βλάστεον ὅρπηκες· μετὰ δ ̓ ἔρνεα τηλεθάοντα πολλὸν ὑπερ γαίης ὀρθοσταδὸν ἠέξοντο. 1425 Εσπέρη αίγειρος, πτελέη δ' Ερυθηὶς ἔγεντο· Αίγλη δ ̓ ἐτείης ἱερὸν στύπος. ἐκ δέ νυ κείνων δενδρέων, οἷαι ἔσαν, τοῖαι πάλιν ἔμπεδον αὕτως ἐξέφανεν, θάμβος περιώσιον· ἔκφατο δ' Αίγλη μειλιχίοις ἐπέεσσιν ἀμειβομένη χατέοντας

1430 „ἦ ἄρα δὴ μέγα πάμπαν ἐφ' ὑμετέροισιν ὄνειαρ δεῦρ ̓ ἔμολεν καμάτοισιν ὁ κύντατος, ὅστις ἀπούρας φρουρὸν ὄφιν ζωῆς παγχρύσεα μῆλα θεάων

οἴχετ ̓ ἀειράμενος· στυγερὸν δ ̓ ἄχος ἄμμι λέλειπται. ἤλυθε γὰρ χθιζός τις ἀνὴρ ὀλοώτατος ὕβριν 1435 καὶ δέμας· ὄσσε δέ οἱ βλοσυρῷ ὑπέλαμπε μετώπῳ· νηλής· ἀμφι δὲ δέρμα πελωρίου ἕστο λέοντος ὠμόν, ἀδέψητον· στιβαρὸν δ ̓ ἔχεν ὄζον ἐλαίης τόξά τε, τοῖσι πέλωρ τόδ ̓ ἀπέφθισεν ἰοβολήσας. ἤλυθε δ ̓ οὖν κἀκεῖνος, ἅτε χθόνα πεζὸς ὁδεύων,

1440 δίψῃ καρχαλέος· παίφασσε δὲ τόνδ' ἀνα χώρον, ὕδωρ ἐξερέων, τὸ μὲν οὔ ποθι μέλλεν ἰδέσθαι. ὧδε δέ τις πέτρη Τριτωνίδος ἐγγύθι λίμνης· τὴν ὅγ' ἐπιφρασθείς, ἢ καὶ θεοῦ ἐννεσίῃσιν λὰξ ποδὶ τύψεν ἔνερθε· τὸ δ ̓ ἀθρόον ἔβλυσεν ὕδωρ. 1445 αὐτὰρ ὅγ' ἄμφω χεῖρε πέδῳ καὶ στέρνον ἐρείσας ῥωγάδος ἐκ πέτρης πίεν ἄσπετον, ὄφρα βαθεῖαν νηδύν, φορβάδι ἶσος ἐπιπροπεσών, ἐκορέσθη. ὡς φάτο· τοὶ δ ̓ ἀσπαστόν, ἵνα σφισι πέφραδεν Αίγλη

66

πίδακα, τῇ θέον αἶψα κεχαρμένοι, ὄφρ ̓ ἐπέκυρσαν. 1450 ὡς δ ̓ ὁπότε στεινὴν περι χηραμὸν εἱλίσσονται γειομόροι μύρμηκες ὁμιλαδόν, ἢ ὅτε μυῖαι

ἀμφ' ὀλίγην μέλιτος γλυκεροῦ λίβα πεπτηυίαι
ἄπλητον μεμάασιν ἐπήτριμοι· ὡς τότ' ἀολλεῖς
πετραίη Μινύαι περι πίδακι δινεύεσκον.

[ocr errors]

1455 καί που τις διεροῖς ἐπι χείλεσιν εἶπεν ἰανθείς ὦ πόποι, ἢ καὶ νόσφιν ἐὼν ἐσάωσεν ἑταίρους Ἡρακλέης δίψῃ κεκμηότας. ἀλλά μιν εἴ πως δήοιμεν στείχοντα δι' ἠπείροιο κιόντες.

66

ἦ, καὶ ἀμειβομένων, οἵν ̓ ἅρμενοι ἐς τόδε ἔργον, 1460 ἔκριθεν ἄλλυδις ἄλλος ἐπαΐξας ἐρεείνειν. ἴχνια γὰρ νυχίοισιν ἐπηλίνδητ ̓ ἀνέμοισιν κινυμένης ἀμάθου. Βορέαο μὲν ώρμήθησαν υἷε δύω, πτερύγεσσι πεποιθότε· ποσσὶ δὲ κούφοις Εὔφημος πίσυνος, Λυγκεύς γε μὲν ὀξέα τηλοῦ 1465 ὄσσε βαλεῖν· πέμπτος δὲ μετα σφίσιν ἔσσυτο Κάνθος. τὸν μὲν ἂρ αἶσα θεῶν κείνην ὁδὸν ἠνορέη τε ὦρσεν, ἵν Ἡρακλῆος ἀπηλεγέως πεπύθοιτο, Ελλατίδην Πολύφημον ὅπῃ λίπε· μέμβλετο γάρ οἱ οὗ ἔθεν ἀμφ' ἑτάροιο μεταλλῆσαι τὰ ἕκαστα.

1470 ἀλλ ̓ ὃ μὲν οὖν Μυσοῖσιν ἐπικλεὲς ἄστυ πολίστας

νόστου κηδοσύνῃσιν ἔβη διζήμενος ̓Αργὼ
τῆλε δι' ἠπείροιο· τέως δ ̓ ἐξίκετο γαῖαν

ἀγχιάλων Χαλύβων· τόθι μιν καὶ Μοῖρ ̓ ἐδάμασσεν. καί οἱ ὑπο βλωθρὴν ἀχερωίδα σῆμα τέτυκται 1475 τυτθὸν ἁλὸς προπάροιθεν. ἀτὰρ τότε γ' Ἡρακλῆα μοῦνον ἀπειρεσίης τηλοῦ χθονὸς εἴσατο Λυγκεὺς τὼς ἰδέειν, ὡς τίς τε νέῳ ἐνι ἤματι μήνην

ἢ ἴδεν, ἢ ἐδόκησεν ἐπαχλύουσαν ιδέσθαι. ἐς δ ̓ ἑτάρους ἀνιων μυθήσατο, μή μιν ἔτ ̓ ἄλλον 1480 μαστῆρα στείχοντα κιχησέμεν· οἳ δὲ καὶ αὐτοὶ ἤλυθον, Εὔφημος τε πόδας ταχὺς υἱέ τε δοιὼ Θρηικίου Βορέω, μεταμώνια μοχθήσαντε.

Κάνθε, σὲ δ ̓ οὐλόμεναι Λιβύῃ ἔνι Κῆρες ἕλοντο. πώεσι φερβομένοισι συνήντεες· εἵπετο δ ̓ ἀνὴρ 1485 αὐλείτης, ὅ σ ̓ ἑῶν μήλων πέρι, τόφρ' ἑτάροισιν δευομένοις κομίσειας, ἀλεξόμενος κατέπεφνεν λᾶι βαλών· ἐπεὶ οὐ μὲν ἀφαυρότερός γ' ἐτέτυκτο υἱωνὸς Φοίβοιο Λυκωρείοιο Κάφαυρος

κούρης τ' αἰδοίης Ακακαλλίδος, ἥν ποτε Μίνως 1490 ἐς Λιβύην ἀπένασσε θεοῦ βαρὺ κῦμα φέρουσαν, θυγατέρα σφετέρην· ἡ δ ̓ ἀγλαὸν υἱέα Φοίβῳ τίκτεν, ὃν ̓Αμφίθεμιν Γαραμαντά τε κικλήσκουσιν. Αμφίθεμις δ ̓ ἂρ ἔπειτα μίγη Τριτωνίδι νύμφῃ ἡ δ ̓ ἄρα οἱ Νασάμωνα τέκε κρατερόν τε Κάφαυρον, 1495 ὃς τότε Κάνθον ἔπεφνεν ἐπι ῥήνεσσιν ἑοῖσιν. οὐ δ ̓ ὅγ' ἀριστήων χαλεπὰς ἠλεύατο χεῖρας, ὡς μάθον οἷον ἔρεξε. νέκυν δ ̓ ἀνάειραν ὀπίσσω πευθόμενοι Μινύαι, γαίῃ δ' ἐνι ταρχύσαντο· μυρόμενοι δὲ τὰ μῆλα μετα σφέας οἵγ ̓ ἐκόμισσαν 1500 ἔνθα καὶ ̓Αμπυκίδην αὐτῷ ἐνι ἤματι Μόψον νηλειὴς ἕλε πότμος· ἀδευκέα δ ̓ οὐ φύγεν αἶσαν μαντοσύναις. οὐ γάρ τις ἀποτροπίη θανάτοιο.

κεῖτο δ ́ ἐπι ψαμάθοισι μεσημβρινὸν ἦμαρ ἀλύσκων δεινὸς ὄφις, νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι, 1505 οὐ δ ̓ ἂν ὑποτρέσσαντος ἐνωπαδὶς ἀίξειεν. ἀλλ ̓ ᾧ κεν τὰ πρῶτα μελάγχιμον ἰὸν ἐνείη ζωόντων, ὅσα γαῖα φερέσβιος ἔμπνοα βόσκει, οὐδ ̓ ὁπόσον πήχυιον ἐς "Αιδα γίνεται οἶμος, οὐδ ̓ εἰ Παιήων, εἴ μοι θέμις ἀμφαδὸν εἰπεῖν, 1510 φαρμάσσοι, ὅτε μοῦνον ἐνιχρίμψῃσιν ὁδοῦσιν. εὖτε γὰρ ισόθεος Λιβύην ὑπερέπτατο Περσεύς Ευρυμέδων καὶ γὰρ τὸ κάλεσκέ μιν οὔνομα μή

[ocr errors]

της

Γοργόνος ἀρτίτομον κεφαλὴν βασιλῆι κομίζων, ὅσσαι κυανέου στάνες αἵματος ούδας ίκοντο, 1515 αἳ πᾶσαι κείνων ὀφίων γένος ἐβλάστησαν. τῷ δ ̓ ἄκρην ἐπ ̓ ἄκανθαν ἐνεστηρίξατο Μόψος λαιὸν ἐπιπροφέρων ταρσον ποδός· αὐτὰρ ὁ μέσσην κερκίδα καὶ μυῶνα, πέριξ ὀδύνῃσιν ἑλιχθείς, σάρκα δακὼν ἐχάραξεν. ἀτὰρ Μήδεια καὶ ἄλλαι 1520 ἔτρεσαν ἀμφίπολοι· ὃ δὲ φοίνιον ἕλκος ἄφασσεν θαρσαλέως, ἕνεκ ̓ οὔ μιν ὑπέρβιον ἕλκος ἔτειρεν, σχέτλιος· ἦ τέ οἱ ἤδη ὑπο χροῒ δύετο κῶμα λυσιμελές, πολλὴ δὲ κατ' ὀφθαλμῶν χέετ ̓ ἀχλύς. αὐτίκα δὲ κλίνας δαπέδω βεβαρηότα γυῖα

1525 ψύχετ' αμηχανίῃ· ἕταροι δέ μιν ἀμφαγέροντο, ἥρως τ' Αισονίδης, ἀδινῇ περιθαμβέες ἄτῃ.

οὐ δὲ μὲν οὐδ ̓ ἐπι τυτθὸν ἀποφθίμενός περ ἔμελλεν κεῖσθαι ὑπ' ἠελίῳ. πύθεσκε γὰρ ἔνδοθι σάρκας τὸς ἄφαρ, μυδόωσα δ ̓ ἀπο χροὺς ἔρρεε λάχνη. 1530 αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινον ἐσσυμένως μακέλῃσιν· ἐμοιρήσαντο δὲ χαίτας αὐτοὶ ὁμῶς κουραί τε, νέκυν ἐλεεινὰ παθόντα μυρόμενοι· τρὶς δ ̓ ἀμφι συν ἔντεσι δινηθέντες

1535

εὖ κτερέων ἴσχοντα, χυτὴν ἐπι γαῖαν ἔθεντο. ἀλλ' ὅτε δή ῥ ̓ ἐπι νηὸς ἔβαν, πρήσσοντος ἀήτεω ἀμ πέλαγος νοτίοιο, πόρους τ' ἀπετεκμήραντο λίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὔτινα μήτιν δὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο. ὡς δὲ δράκων σκολιὴν εἰλιγμένος ἔρχεται οἶμον, 1540 εὖτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο·

ῥοίζῳ δ ̓ ἔνθα καὶ ἔνθα κόρη στρέφει, ἐν δέ οἱ ὄσσε σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι λάμπεται, ὄφρα μυχὸν δὲ δια ῥωχμοῖο δύηται· ὡς Αργὼ λίμνης στόμα ναύπορον ἐξερέουσα 1545 αμφεπόλει δηναιὸν ἐπι χρόνον. αὐτίκα δ' Ὀρφεύς κέκλετ' Απόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸς δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι. καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες· τοῖσιν δ ̓ αἰζηῷ ἐναλίγκιος ἀντεβόλησεν

1550 Τρίτων εὐρυβίης, γαίης δ ̓ ἀνα βῶλον ἀείρας ξείνι ἀριστήεσσι προΐσχετο, φώνησέν τε „δέχθε, φίλοι· ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι ἐνθάδε νῦν πάρ' ἐμοὶ ξεινήιον ἀντομένοισιν. εἰ δέ τι τῆσδε πόρους μαίεσθ ̓ ἁλός, οἷά τε πολλὰ 1555 ἄνθρωποι χατέουσιν ἐπ ̓ ἀλλοδαπῇ περόωντες, ἐξερέω. δὴ γάρ με πατὴρ ἐπιίστορα πόντου θῆκε Ποσειδάων τοῦδ ̓ ἔμμεναι. αὐτὰρ ἀνάσσω παραλίης, εἰ δή τιν' ἀκούετε νόσφιν ἐόντες εί Εὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαῶτα.“ 1560 ὡς ηὔδα· πρόφρων δ ̓ ὑπερέσχεθε βώλακι χεῖρας Εὔφημος, καὶ τοῖα παραβλήδην προσέειπεν

66

Απίδα καὶ πέλαγος Μινώιον εἰ νύ που, ἥρως, ἐξεδάης, νημερτὲς ἀνειρομένοισιν ἐνίσπες. δεῦρο γὰρ οὐκ ἐθέλοντες ἱκάνομεν, ἀλλὰ βαρείαις 1565 χρίμψαντες γαίης ἐπι πείρασι τῆσδε θυέλλαις

APOLLON.

12

« IndietroContinua »