Immagini della pagina
PDF
ePub

νῆα μεταχρονίην ἐκομίσσαμεν ἐς τόδε λίμνης
χεῦμα δι' ἠπείρου βεβαρημένοι· οὐ δέ τι ἴδμεν,
πῇ πλόος ἐξανέχει Πελοπηίδα γαῖαν ἱκέσθαι.“

ὡς ἂρ ἔφη· ὃ δὲ χεῖρα τανύσσατο, δεῖξε δ ̓ ἄπωθεν 1570 φωνήσας πόντόν τε καὶ ἀγχιβαθὲς στόμα λίμνης κείνη μὲν πόντοιο διήλυσις, ἔνθα μάλιστα βένθος ἀκίνητον μελανεῖ· ἑκάτερθε δὲ λευκαὶ ῥηγμῖνες φρίσσουσι διαυγέες· ἡ δὲ μεσηγὺ ρηγμίνων στεινὴ τελέθει ὁδὸς ἐκτὸς ἐλάσσαι. 1575 κείνο δ ̓ ὑπέριον θείην Πελοπηίδα γαῖαν

εἰσανέχει πέλαγος Κρήτης υπερ· ἀλλ' ἐπι χειρὸς δεξιτερῆς, λίμνηθεν ὅτ ̓ εἰς ἁλὸς οἶδμα βάλητε, τόφρ' αὐτὴν παρα χέρσον ἐεργμένοι ιθύνεσθε, ἔςτ ̓ ἂν ἄνω τείνῃσι· περιρρήδην δ' ἑτέρωσε 1580 κλινομένης χέρσοιο, τότε πλόος ἔμμιν ἀπήμων ἀγκῶνος τέτατ' ἰθὺς ἀπο προύχοντος ἰοῦσιν. ἀλλ ̓ ἴτε γηθόσυνοι, καμάτοιο δὲ μή τις ἀνίη γινέσθω νεότητι κεκασμένα γυῖα μονῆσαι.“

ἴσκεν ἐυφρονέων· οἳ δ ̓ αἶψ' ἐπι νηὸς ἔβησαν 1585 λίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσιν.

καὶ δὴ ἐπιπρονέοντο μεμαότες· αὐτὰρ ὃ τείως Τρίτων ἀνθέμενος τρίποδα μέγαν, εἴσατο λίμνην εἰςβαίνειν· μετὰ δ ̓ οὔτις ἐσέδρακεν, οἷον ἄφαντος αὐτῷ συν τρίποδι σχεδὸν ἔπλετο. τοῖσι δ ̓ ἰάνθη 1590 θυμός, ὃ δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησεν. καί ῥά οἱ Αἰσονίδην μήλων ὅ τι φέρτατον ἄλλων ἤνωγον ῥέξαι καὶ ἐπευφημῆσαι ἑλόντα.

αἶψα δ ̓ ὅγ ̓ ἐσσυμένως ἐκκρίνατο, καί μιν ἀείρας σφάξε κατα πρύμνης, ἐπὶ δ ̓ ἔννεπεν εὐχωλῇσιν 1595,,δαῖμον, ὅτις λίμνης ἐπι πείρασι τῆσδ ̓ ἐφαάνθης, εἴτ ̓ οὖν σε Τρίτων, ἅλιον τέρας, εἴτε σε Φόρκυν, ἢ Νηρῆα θύγατρες ἐπικλείουσ' αποσύδναι,

ἵλαθι, καὶ νόστοιο τέλος θυμηδὲς ἔπαζε.

5

66

ἦ δ', ἅμα δ ̓ εὐχωλῇσιν ἐς ὕδατα λαιμοτομήσας 1600 ἧκε κατα πρύμνης· ὃ δὲ βένθεος ἐξεφαάνθη τοῖος ἐών, οἷός περ ἐτήτυμος ἦεν ιδέσθαι.

ὡς δ ̓ ὅτ' ἀνὴρ θοὸν ἵππον ἐς εὐρέα κύκλον ἀγῶνος στέλλῃ, ὀρεξάμενος λασίης εὐπειθέα χαίτης, εἶθαρ ἐπιτροχάων. ὃ δ ̓ ἐπ ̓ αὐχένι γαῦρος αερθεὶς 1605 ἕσπεται, ἀργινόεντα δ ̓ ἐπι στομάτεσσι χαλινὰ ἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται·

[ocr errors]

ὡς ὅγ ̓ ἐπισχόμενος γλαφυρῆς ὁλκήιον ̓Αργοῦς ἦγ ̓ ἅλα δὲ προτέρωσε. δέμας δέ οἱ ἐξ ὑπάτοιο κράατος, ἀμφί τε νῶτα καὶ ὀξύας· ἔςτ ̓ ἐπι νηδύν 1610 ἀντικρὺ μακάρεσσι φυὴν ἔκπαγλον ἔικτο·

αὐτὰρ ὑπαι λαγόνων δίκραιρα οἱ ἔνθα καὶ ἔνθα κήτεος ὁλκαίη μηκύνετο· κόπτε δ ̓ ἀκάνθαις ἄκρον ὕδωρ, αἵτε σκολιοῖς ἐπι νειόθι κέντροις μήνης ὡς κεράεσσιν ἐειδόμεναι διχόωντο. 1615 τόφρα δ' ἄγεν, τείως μιν ἐπιπροέηκε θαλάσσῃ νεισομένην· δῦ δ ̓ αἶψα μέγαν βυθόν· οἳ δ ̓ ὁμά δησαν

ἥρωες, τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες.
ἔνθα μὲν ̓Αργῷός τε λιμὴν καὶ σήματα νηὸς
ἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἔασιν

1620 βωμοί· ἐπεὶ κεῖν ̓ ἦμαρ ἐπέσχεθον. αὐτὰρ ἐς ἠῶ λαίφεσι πεπταμένοις αὐτὴν ἐπι δεξί ̓ ἔχοντες γαῖαν ἐρημαίην, πνοιῇ ζεφύροιο θέεσκον.

ἦρι δ ̓ ἔπειτ' ἀγκῶνά θ ̓ ὁμοῦ μυχάτην τε θάλασσαν κεκλιμένην ἀγκῶνος ΰπερ προύχοντος ἴδοντο. 1625 αὐτίκα δὲ ζέφυρος μὲν ἐλώφεεν, ἤλυθε δ' αὔρη ἀργέσταο νότου· χήραντο δὲ θυμὸν ἰωῇ. ἦμος δ' ἠέλιος μὲν ἔδυ, ἀνα δ ̓ ἤλυθεν ἀστὴρ αὔλιος, ὅστ ̓ ἀνέπαυσεν ὀιζυροὺς ἀροτῆρας,

δὴ τότ' ἔπειτ' ἀνέμοιο κελαινῇ νυκτὶ λιπόντος 1630 ἱστία λυσάμενοι, περιμήκεα τε κλίναντες

ἱστόν, ἐυξέστησιν ἐπερρώοντ' ἐλάτῃσιν

παννύχιοι καὶ ἐπ ̓ ἦμαρ, ἐπ ̓ ἤματι δ ̓ αὖτις ἰοῦσαν νύχθ ̓ ἑτέρην. ὑπέδεκτο δ ̓ ἀπόπροθι παιπαλόεσσα Κάρπαθος· ἔνθεν δ ̓ οἶγε περαιώσεσθαι ἔμελλον 1635 Κρήτην, ἥτ' ἄλλων ὑπερέπλετο εἶν ἁλὶ νήσων.

τοὺς δὲ Τάλως χάλκειος, ἀπο στιβαροῦ σκοπέλοιο ῥηγνύμενος πέτρας, εἶργε χθονὶ πείσματ ̓ ἀνάψαι, Δικταίην ὅρμοιο κατερχομένους ἐπιωγήν.

τὸν μὲν χαλκείης μελιηγενέων ἀνθρώπων 1640 ῥίξης λοιπὸν ἐόντα μετ ̓ ἀνδράσιν ἡμιθέοισιν Εὐρώπῃ Κρονίδης νήσου πόρεν ἔμμεναι οὖρον, τοῖς περι χαλκείοις Κρήτην ποσὶ δινεύοντα. ἀλλ ̓ ἤτοι τὸ μὲν ἄλλο δέμας καὶ γυῖα τέτυκτο χάλκεος ἠδ ̓ ἄρρηκτος· ὑπαι δέ οἱ ἔσκε τένοντος 1645 σύριγξ αἱματόεσσα κατα σφυρόν· αὐτὰρ ὁ τήνγε λεπτὸς ὑμὴν ζωῆς ἔχε πείρατα καὶ θανάτοιο. οἳ δέ, δύῃ μάλα περ δεδμημένοι αἶψ' ἀπὸ χέρσου νῆα περιδδείσαντες ἀνακρούεσκον ἐρετμοῖς. καί νύ κ' ἐπισμυγερῶς Κρήτης ἑκὰς ἠέρθησαν, 1650 ἀμφότερον δίψῃ τε καὶ ἄλγεσι μοχθίζοντες, εἰ μή σφιν Μήδεια λιαζομένοις ἀγόρευσεν

[ocr errors]

κέκλυτέ μευ. μούνη γὰρ οίομαι ύμμι δαμάσσειν ἄνδρα τόν, ὅστις ὅδ ̓ ἐστί, καὶ εἰ παγχάλκεον ἴσχει ὃν δέμας· ὁππότε μή οἱ ἐπ' ἀκάματος πέλοι αιών. 1655 ἀλλ ̓ ἔχετ ̓ αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆς πετράων, εἴως κεν ἐμοὶ εἴξειε δαμῆναι.

66

ὡς ἂρ ἔφη· καὶ τοὶ μὲν ὑπεκ βελέων ἐρύσαντο νῆ ἐπ ̓ ἐρετμοῖσιν, δεδοκημένοι ἥντινα ῥέξει μῆτιν ἀνωίστως· ἡ δὲ πτύχα πορφυρέοιο 1660 προσχομένη πέπλοιο παρειάων ἑκάτερθεν

βήσατ ἐπ' ἐκριόφιν· χειρὸς δὲ ἑ χειρὶ μεμαρπὼς Αισονίδης ἐκόμιζε δια κληΐδος ἰοῦσαν.

ἔνθα δ ̓ ἀοιδῇσιν μειλίσσετο, μέλπε δὲ Κῆρας Θυμοβόρους, Αίδαο θοὰς κύνας, αἳ περι πᾶσαν 1665 ἠέρα δινεύουσαι ἐπι ζωοῖσιν ἄγονται.

τὰς γουναζομένη τρὶς μὲν παρακέκλετ' ἀοιδαῖς, τρὶς δὲ λιταῖς· θεμένη δὲ κακὸν νόον, ἐχθοδαποῖσιν ὄμμασι χαλκείοιο Τάλω ἐμέγηρεν ὀπωπάς· λευγαλέον δ ̓ ἐπί οἱ πρῖεν χόλον, ἐκ δ ̓ ἀίδηλα 1670 δείκηλα προΐαλλεν, ἐπιζαφελὸν κοτέουσα.

Ζεῦ πάτερ, ἦ μέγα δή μοι ἐνι φρεσὶ θάμβος ἄηται, εἰ δὴ μὴ νούσοισι τυπῇσί τε μοῦνον ὄλεθρος ἀντιάει, καὶ δή τις απόπροθεν ἄμμε χαλέπτει· ὡς ὅγε χαλκειός περ ἐὼν ὑπόειξε δαμῆναι 1675 Μηδείης βρίμῃ πολυφαρμάκου· ἀν δὲ βαρείας ὀχλίζων λάιγγας, ἐρυκέμεν ὅρμον ἱκέσθαι, πετραίῳ στόνυχι χρίμψε σφυρόν· ἐκ δέ οἱ ἰχώρ τηκομένῳ ἔκελος μολίβῳ ῥέεν· οὐ δ ̓ ἔτι δηρὸν εἱστήκει προβλῆτος ἐπεμβεβαὼς σκοπέλοιο. 1680 ἀλλ ̓ ὡς τίς τ' ἐν ὄρεσσι πελωρίη ὑψόθι πεύκη, τήντε θοοῖς πελέκεσσιν ἔθ ̓ ἡμιπλῆγα λιπόντες ὑλοτόμοι δρυμοῖο κατήλυθον· ἡ δ ̓ ὑπο νυκτὶ ῥιπῇσιν μὲν πρῶτα τινάσσεται, ὕστερον αὖτε πρυμνόθεν ἐξεαγεῖσα κατήριπεν· ὡς ὅγε ποσσὶν 1685 ἀκαμάτοις τείως μὲν ἐπισταδὸν ᾐωρεῖτο,

ὕστερον αὖτ' ἀμενηνὸς ἀπείρονι κάππεσε δούπῳ.
κεῖνο μὲν οὖν Κρήτῃ ἔνι δὴ κνέφας ηὐλίζοντο
ἥρωες· μετὰ δ ̓ οἵγε νέον φαέθουσαν ἐς ἐῶ
ἱρὸν ̓Αθηναίης Μινωίδος ἱδρύσαντο,

1690 ὕδωρ τ' είσαφύσαντο καὶ εἰσέβαν, ὡς κεν ἐρετμοῖς παμπρώτιστα βάλοιεν ὑπερ Σαλμωνίδος ἄκρης.

αὐτίκα δὲ Κρηταῖον ὑπερ μέγα λαῖτμα θέοντας

νὺξ ἐφόβει, τήν πέρ τε κατουλάδα κικλήσκουσιν. νύκτ ̓ ὀλοὴν οὐκ ἄστρα διίσχανεν, οὐκ ἀμαρυγαὶ 1695 μήνης· οὐρανόθεν δὲ μέλαν χάος, ήέ τις οὔλη ὠρώρει σκοτίη μυχάτων ἀνιοῦσα βερέθρων. αὐτοὶ δ ̓, εἴτ' Αίδη, εἴθ ̓ ὕδασιν ἐμφορέοντο, ἠείδειν οὐδ ̓ ὅσσον· ἐπέτρεψαν δὲ θαλάσσῃ νόστον, ἀμηχανέοντες, ὅπῃ φέροι. αὐτὰρ Ιήσων 1700 χείρας ανασχόμενος μεγάλῃ ἐπὶ Φοῖβον αύτει ῥύσασθαι ἀλέων· κατα δ ̓ ἔρρεεν ἀσχαλόωντι δάκρυα· πολλὰ δὲ Πυθοῖ ὑπίσχετο, πολλὰ δ ̓ ̓Αμύ κλαις,

πολλὰ δ ̓ ἐς Ορτυγίην ἀπερείσια δῶρα κομίσσειν. Λητοΐδη, τύνη δὲ κατ ̓ οὐρανοῦ ἵκεο πέτρας 1705 ρίμφα Μελαντίους ἀριήκοος, αἵτ ̓ ἐνι πόντῳ ἧνται· δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας, δεξιτερῇ χρύσειον ἀνέσχεθες ὑψόθι τόξον· μαρμαρέην δ' ἀπέλαμψε βιὸς περὶ πάντοθεν αἴγλην. τοῖσι δέ τις Σποράδων βαιὴ ἀνα τόφρ' ἐφαάνθη 1710 νῆσος ἰδεῖν, ὀλίγης Ἱππουρίδος ἀντία νήσου, ἔνθ ̓ εὐνὰς ἐβάλοντο καὶ ἔσχεθον· αὐτίκα δ' ἠὼς φέγγεν ἀνερχομένη· τοὶ δ ̓ ἀγλαὸν ̓Απόλλωνι ἄλσει ἐνι σκιερῷ τέμενος σκιόεντα τε βωμὸν ποίεον, Αιγλήτην μὲν ἐυσκόπου εἵνεκεν αἴγλης 1715 Φοίβον κεκλόμενοι· Ανάφην δέ τε λισσάδα νῆσον ἴσκον, ὃ δὴ Φοῖβός μιν ἀτυζομένοις ἀνέφηνεν. ῥέζον δ ̓ ὅσσα περ ἄνδρες ἐρημαίῃ ἐνι ῥέζειν ἀκτῇ ἐφοπλίσσειαν· ὃ δή σφεας ὁππότε δαλοῖς ὕδωρ αιθομένοισιν ἐπιλλείβοντας ίδοντο 1720 Μηδείης δμωαὶ Φαιηκίδες, οὐκέτ ̓ ἔπειτα ἴσχειν ἐν στήθεσσι γέλω σθένον, οἷα θαμειὰς αἰὲν ἐν Αλκινόοιο βοοκτασίας ὁρόωσαι. τὰς δ ̓ αἰσχροῖς ἥρωες ἐπιστοβέεσκον ἔπεσσιν

« IndietroContinua »