Immagini della pagina
PDF
ePub

χλεύη γηθόσυνοι· γλυκερὴ δ ̓ ἀνεδαίετο τοῖσιν 1725 κερτομίη καὶ νεῖκος ἐπεσβόλον. ἐκ δέ νυ κείνης μολπῆς ἡρώων νήσῳ ἔνι τοῖα γυναῖκες ἀνδράσι δηριόωνται, ὅτ' Απόλλωνα θυηλαῖς Αιγλήτην Ανάφης τιμήορον ἱλάσκωνται. ἀλλ ̓ ὅτε δὴ κἀκεῖθεν ὑπεύδια πείσματ' ἔλυσαν, 1730 μνήσατ ̓ ἔπειτ ̓ Εὔφημος ὀνείρατος ἐννυχίοιο, ἁζόμενος Μαίης υἷα κλυτόν. εἴσατο γάρ οἱ δαιμονίη βῶλαξ ἐπιμάστιος ᾧ ἐν ἀγοστῷ ἄρδεσθαι λευκῇσιν ὑπαι λιβάδεσσι γάλακτος, ἐκ δὲ γυνὴ βώλοιο πέλειν ὀλίγης περ ἐούσης 1735 παρθενικῇ ἰκέλη· μίχθη δέ οἱ ἐν φιλότητι ἄσχετον ἱμερθείς· ὀλοφύρετο δ' ήύτε κούρην ζευξάμενος, τήντ ̓ αὐτὸς ἑῷ ἀτίταλλε γάλακτι ἣ δέ ἑ μειλιχίοισι παρηγορέεσκεν ἔπεσσιν

Τρίτωνος γένος εἰμί, τεῶν τροφός, ὦ φίλε, παίδων, 1740 οὐ κούρη· Τρίτων γὰρ ἐμοὶ Λιβύη τε τοκῆες.

ἀλλά με Νηρῆος παρακάτθεο παρθενικῇσιν
ἀμ πέλαγος ναίειν Ανάφης σχεδόν· εἶμι δ ̓ ἐς αὐγὰς
ἠελίου μετόπισθε, τεοῖς νεπόδεσσιν ἑτοίμη.

66

τῶν ἂρ ἐπι μνῆστιν κραδίη βάλεν· ἔκ τ' ὀνόμηνει 1745 Αἰσονίδῃ· ὃ δ ̓ ἔπειτα θεοπροπίας Εκάτοιο θυμῷ πεμπάζων ἀνενείκατο φώνησέν τε

99

,,ὦ πόποι, ή μέγα δή σε καὶ ἀγλαὸν ἔμμορε κῦδος. βώλακα γὰρ τεύξουσι θεοὶ πόντον δὲ βαλόντι νῆσον, ἵν ̓ ὁπλότεροι παίδων σέθεν ἐννάσσονται 1750 παῖδες· ἐπεὶ Τρίτων ξεινήιον ἐγγυάλιξεν

τῆνδέ τοι ἠπείροιο Λιβυστίδος· οὐ νύ τις ἄλλος
ἀθανάτων, ἢ κεῖνος, ὅ μιν πόρεν ἀντιβολήσας.

ὡς ἔφατ'· οὐ δ ̓ ἁλίωσεν ὑπόκρισιν Αισονίδαο Εὔφημος· βώλον δέ, θεοπροπίῃσιν ανθείς, 1755 ἧκεν ὑποβρυχίην. τῆς δ ̓ ἔκτοθι νῆσος ἀέρθη

66

184

4, 1756 [58] — 1779 [81].

Καλλίστη, παίδων ἱερὴ τροφὸς Εὐφήμοιο, οἱ πρὶν μέν ποτε δὴ Σιντηίδα Λήμνον ἔναιον, Λήμνου τ ̓ ἐξελαθέντες ὑπ ̓ ἀνδράσι Τυρσηνοῖσιν Σπάρτην εἰσαφίκανον ἐφέστιοι· ἐκ δὲ λιπόντας 1760 Σπάρτην Αὐτεσίωνος ἐὺς παις ἤγαγε Θήρας Καλλίστην ἐπι νῆσον· ἀμείψατο δ ̓ οὔνομα Θήρης ἐξ ἔθεν. ἀλλὰ τὰ μὲν μετόπιν γένετ' Ευφήμοιο. κεῖθεν δ ̓ ἀπτερέως δια μυρίον οίδμα λιπόντες Αἰγίνης ἀκτῇσιν ἐπέσχεθον· αἶψα δὲ τοίγε 1765 ύδρείης πέρι δῆριν ἀμεμφέα δηρίσαντο,

ὅς κεν ἀφυσσάμενος φθαίη μετα νῆα δ ̓ ἱκέσθαι. ἄμφω γὰρ χρειώ τε καὶ ἄσπετος οὖρος ἔπειγεν. ἔνθ ̓ ἔτι νῦν πλήθοντας ἐπωμαδὸν ἀμφιφορῆας ἀνθέμενοι κούφοισιν ἄφαρ κατ ̓ ἀγῶνα πόδεσσιν 1770 κοῦροι Μυρμιδόνων νίκης πέρι δηριόωνται.

ἵλατ ̓ ἀριστήων μακάρων γένος· αἶδε δ ̓ ἀοιδαὶ εἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἶεν ἀείδειν ἀνθρώποις. ἤδη γὰρ ἐπι κλυτὰ πείραθ ̓ ἱκάνω ὑμετέρων καμάτων· ἐπεὶ οὐ νύ τις ὔμμιν ἄεθλος 1775 αὖτις ἀπ ̓ Αἰγίνηθεν ἀνερχομένοισιν ἐτύχθη, οὔτ ̓ ἀνέμων ἐριωλαὶ ἐνέσταθεν· ἀλλὰ ἕκηλοι γαῖαν Κεκροπίην παρά τ ̓ Αὐλίδα μετρήσαντες Εὐβοίης ἔντοσθεν Οπούντιά τ ̓ ἄστεα Λοκρῶν ἀσπασίως ἀκτὰς Παγασηίδας εἰσαπέβητε.

HARRY CAPLAN,

GOLDWIN SMITH HALL

[graphic]
« IndietroContinua »