Immagini della pagina
PDF
ePub

πείσματα, καὶ μέθυ λεῖβον ὕπερθ ̓ ἁλός. αὐτὰς Ἰήσων 535 δακρυόεις γαίης ἀπὸ πατρίδος ὄμματ ̓ ἔνεικεν.

οἳ δ ̓, ὥστ ̓ ἠίθεοι Φοίβῳ χορὸν ἢ ἐνι Πυθοῖ ἤ που ἐν Ὀρτυγίῃ, ἢ ἐφ ̓ ὕδασιν Ἰσμηνοῖο στησάμενοι φόρμιγγος ὑπαι περι βωμὸν ὁμαρτῇ ἐμμελέως κραιπνοῖσι πέδον ῥήσσωσι πόδεσσιν· 540 ὡς οἳ ὑπ ̓ Ὀρφῆος κιθάρῃ πέπληγον ἐρετμοῖς πόντου λάβρον ὕδωρ, ἐπὶ δὲ ῥόνια κλύζοντο ἀφρῷ δ ̓ ἔνθα καὶ ἔνθα κελαινὴ κήκιεν ἅλμη δεινὸν μορμύρουσα ἐρισθενέων μένει ἀνδρῶν. στράπτε δ ̓ ὑπ ̓ ἠελίῳ φλογὶ εἴκελα νηὸς ἰούσης 545 τεύχεα· μακραὶ δ ̓ αἰὲν ἐλευκαίνοντο κέλευθοι, ἀτραπὸς ὡς χλοεροῖο διειδομένη πεδίοιο.

πάντες δ ̓ οὐρανόθεν λεῦσον θεοὶ ἤματι κείνῳ νῆα καὶ ἡμιθέων ἀνδρῶν μένος, οἳ τότ ̓ ἄριστοι πόντον ἐπιπλώεσκον· ἐπ ̓ ἀκροτάτῃσι δὲ νύμφαι 550 Πηλιάδες κορυφῇσιν ἐθάμβεον εἰσορόωσαι ἔργον Αθηναίης Ἰτωνίδος ἠδὲ καὶ αὐτοὺς ἥρωας χείρεσσιν ἐπικραδάοντας ἐρετμά. αὐτὰρ ὅγ ̓ ἐξ ὑπάτου ὄρεος κίεν ἄγχι θαλάσσης Χείρων Φιλλυρίδης, πολιῇ δ ̓ ἐπι κύματος ἀγῇ 555 τέγγε πόδας, καὶ πολλὰ βαρείῃ χειρὶ κελεύων νόστον ἐπευφήμησεν ἀκηδέα νεισομένοισιν. συν καί οἱ παράκοιτις ἐπωλένιον φορέουσα Πηλείδην ̓Αχιλῆα, φίλῳ δειδίσκετο πατρί. οἳ δ ̓ ὅτε δὴ λιμένος περιηγέα κάλλιπον ἀκτὴν 560 φραδμοσύνῃ μήτι τε δαΐφρονος Αγνιάδαο Τίφνος, ὅς ῥ ̓ ἐνι χερσὶν ἐύξοα τεχνηέντως πηδάλι ̓ ἀμφιέπεσκ ̓, ὄφρ ̓ ἔμπεδον ἐξιθύνοι, δή ῥα τότε μέγαν ἱστὸν ἐνεστήσαντο μεσόδμῃ, δῆσαν δὲ προτόνοισι, τανυσσάμενοι ἑκάτερθεν, 565 και δ ̓ αὐτοῦ λίνα χεῦαν, ἐπ ̓ ἠλακάτην ἐρύσαντες.

ἐν δὲ λιγὺς πέσεν οὖρος· ἐπ ̓ ἐκριόφιν δὲ κάλωας ξεστῇσιν περόνῃσι διακριδὸν ἀμφιβαλόντες Τισαίην εὔκηλοι ὑπερ δολιχὴν θέον ἄκρην. τοῖσι δὲ φορμίζων εὐθήμονι μέλπεν ἀοιδῇ 570 Ο άγροιο πάις νηοσσόον εὐπατέρειαν

Αρτεμιν, ἣ κείνας σκοπιὰς ἁλὸς ἀμφιέπεσκεν δυομένη καὶ γαῖαν Ἰωλκίδα· τοὶ δὲ βαθείης ἰχθύες αίσσοντες υπερθ ̓ ἁλός, ἄμμιγα παύροις ἄπλετοι, ὑγρὰ κέλευθα διασκαίροντες ἕποντο. 575 ὡς δ ̓ ὁπότ ̓ ἀγραυλοιο κατ ̓ ἴχνια σημαντῆρος μυρία μῆλ ̓ ἐφέπονται ἄδην κεκορημένα ποίης εἰς αὖλιν, ὃ δέ τ ̓ εἶσι πάρος σύριγγι λιγείῃ καλὰ μελιζόμενος νόμιον μέλος· ὡς ἄρα τοίγε ὡμάρτευν· τὴν δ ̓ αἰὲν ἐπασσύτερος φέρεν οὖρος. αὐτίκα δ' ἠερίη πολυλήιος αλα Πελασγῶν δύετο, Πηλιάδας δὲ παρεξήμειβον ἐρίπνας αἰὲν ἐπιπροθέοντες· ἔδυνε δὲ Σηπιὰς ἄκρη, φαίνετο δ ̓ εἰναλίη Σκίαθος, φαίνοντο δ ̓ ἄπωθεν Πειρεσιαὶ Μάγνησά θ ̓ ὑπεύδιος ἠπείροιο 585 ἀκτὴ καὶ τύμβος Δολοπήιος· ἔνθ ̓ ἄρα τοίγε ἑσπέριοι ἀνέμοιο παλιμπνοίῃσιν ἔκελσαν,

580

καί μιν κυδαίνοντες ὑπο κνέφας ἔντομα μήλων κεῖαν ὀρινομένης ἁλὸς οἴδματι· διπλόα δ ̓ ἀκταῖς ἤματ ̓ ἐλινύεσκον, ἀτὰρ τριτάτῳ προέηκαν 590 νῆα, τανυσσάμενοι περιώσιον ὑψόθι λαϊφος. τὴν δ ̓ ἀκτὴν ̓Αφέτας Αργοῦς ἔτι κικλήσκουσιν. ἔνθεν δὲ προτέρωσε παρεξέθεον Μελίβοιαν ἀκτήν τ' αἰγιαλόν τε δυσήνεμον εἰσορόωντες. ἠσθεν δ' Ὁμόλην αὐτοσχεδὸν εἰσορόωντες 595 πόντῳ κεκλιμένην παρεμέτρεον· οὐ δ ̓ ἔτι δηρὸν μέλλον ὑπεκ ποταμοῖο βαλεῖν Αμύροιο ρέεθρα. κεῖθεν δ ̓ Εὐρυμενάς τε πολυκλύστους τε φάραγγας

[ocr errors]

Ὄσσης Οὐλύμποιό τ ̓ ἐσέδρακον· αὐτὰρ ἔπειτα κλίτεα Παλλήναια, Καναστραίην ὑπερ ἄκρην, 600 ἤνυσαν ἐννύχιοι πνοιῇς ἀνέμοιο θέοντες. ἦρι δὲ νεισομένοισιν Αθω ἀνέτελλε κολώνη Θρηικίη, ἣ τόσσον ἀπόπροθι Λῆμνον ἐοῦσαν, ὅσσον ἐς ἔνδιόν κεν ἐύστολος ὁλκὰς ἀνύσσαι, ἀκροτάτῃ κορυφῇ σκιάει, καὶ ἐσάχρι Μυρίνης. 605 τοῖσιν δ ̓ αὐτῆμαρ μὲν ἄεν καὶ ἐπι κνέφας οὖρος πάγχυ μάλ' ἀκραής, τετάνυστο δὲ λαίφεα νηός. αὐτὰρ ἅμ ̓ ἠελίοιο βολαῖς ἀνέμοιο λιπόντος εἰρεσίῃ κραναὴν Σιντηίδα Λῆμνον ἵκοντο.

ἔνθ ̓ ἄμυδις πᾶς δῆμος ὑπερβασίησι γυναικῶν 610 νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι. δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας ἀνέρες ἐχθήραντες, ἔχον δ ̓ ἐπι ληιάδεσσιν τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν Θρηικίην δῃοῦντες· ἐπεὶ χόλος αἰνὸς ὄπαξεν 615 Κύπριδος, οἵνεκα μιν γεράων ἐπι δηρὸν ἄτισσαν. ὦ μέλεαι, ζήλοιό τ ̓ ἐπισμυγερῶς ἀκόρητοι. οὐκ οἶον συν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίτας

ἀμφ ̓ εὐνῇ, πᾶν δ ̓ ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσω μήτινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν. 620 οἴη δ ̓ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς Υψιπύλεια Θόαντος, ὃ δὴ κατα δῆμον ἄνασσεν· λάρνακι δ ̓ ἐν κοίλῃ μιν ὕπερθ ̓ ἁλὸς ἧκε φέρεσθαι, αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθ ̓ ὕστερον αὐδηθεῖσαν 625 νῆσον, ἐπακτῆρες, Σικίνου ἄπο, τόν ῥα Θόαντι νηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθείσα.

ταῖσι δὲ βουκολίαι τε βοῶν χάλκειά τε δύνειν τεύχεα, πυροφόρους τε διατμήξασθαι αρούρας ῥηίτερον πάσῃσιν Αθηναίης πέλεν ἔργων,

630 οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης ἦ θαμὰ δὴ πάπταινον ἐπι πλατὺν ὄμμασι πόντον δείματι λευγαλέῳ, ὁπότε Θρήικες ἴασιν.

τῶ καὶ ὅτ ̓ ἐγγύθι νήσου ἐρεσσομένην ίδον 'Αργώ, αὐτίκα πασσυδίῃ πυλέων ἔκτοσθε Μυρίνης 635 δήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο, θυιάσιν ὠμοβόροις ἔκελαι· φὰν γάρ που ἱκάνειν Θρήικας· ἡ δ ̓ ἅμα τῇσι Θοαντιὰς Υψιπύλεια δυν ̓ ἐνι τεύχεσι πατρός. ἀμηχανίῃ δ ̓ ἐχέοντο ἄφθογγοι· τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο. 640 τείως δ ̓ αὖτ ̓ ἐκ νηὸς ἀριστῆες προέηκαν Αιθαλίδην κήρυκα θρόν, τῷπέρ τε μέλεσθαι ἀγγελίας καὶ σκῆπτρον ἐπέτρεπον Ερμείαο, σφωιτέροιο τοκῆος, ὅς οἱ μνῆστιν πόρε πάντων ἄφθιτον· οὐ δ ̓ ἔτι νῦν περ ἐποιχομένου Αχέροντος 645 δίνας ἀπροφάτους ψυχὴν ἐπεδέδρομε λήθη· ἀλλ ̓ ἥγ ̓ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται, ἄλλοθ ̓ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτ ̓ ἐς αὐγὰς ἠελίου ζωοῖσι μετ' ἀνδράσιν. ἀλλὰ τί μύθους Αιθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν; 650 ὅς ῥα τόθ' Υψιπύλην μειλίξατο δέχθαι ἰόντας ἤματος ἀνομένοιο δια κνέφας· οὐ δὲ μὲν ἠοι πείσματα νηὸς ἔλυσαν ἐπι πνοιῇ βορέαο.

Λημνιάδες δὲ γυναῖκες ἀνα πτόλιν ἕζον ἰοῦσαι εἰς ἀγορήν· αὐτὴ γὰρ ἐπέφραδεν Υψιπύλεια. 655 καί δ' ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο, αὐτίκ ̓ ἂρ ἥγ ̓ ἐνι τῇσιν ἐποτρύνουσ ̓ ἀγόρευεν Σε φίλαι, εἰ δ ̓ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν ἀνδράσιν, οἷά τ ̓ ἔοικεν ἄγειν ἐπι νηὸς ἔχοντας, Μια καὶ μέθυ λαρόν, ἵν ̓ ἔμπεδον ἔκτοθι πύργων 660 μίμνοιεν, μὴ δ ̓ ἄμμε κατα χρειὼ μεθέποντες ἀτρεκέως γνώωσι, κακὴ δ ̓ ἐπι πολλὸν ἵκηται

βάξις· ἐπεὶ μέγα ἔργον ἐρέξαμεν, οὐ δέ τι πάμπαν θυμηδὲς καὶ τοῖσι τόγ ̓ ἔσσεται, εἴ κε δαεῖεν. ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις. 665 ὑμέων δ ̓ εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη, ἐγρέσθω· τοῦ γάρ τε καὶ εἵνεκα δεῦρο κάλεσσα. ὡς ἂρ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο λάινον· αὐτὰρ ἔπειτα φίλη τροφός ώρτο Πολυζώ, γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσιν, στο βάκτρῳ ἐρειδομένη· περὶ δέ μενέαιν ̓ ἀγορεῦσαι. τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο ἀδμῆτες λευκῇσιν ἐπιχνοαούσῃ ἐθείραις.

στῆ δ ̓ ἂρ ἐνι μέσσῃ ἀγορῇ, ἀνα δ ̓ ἔσχεθε δειρὴν ἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τ ̓ ἔειπεν 675,,δῶρα μέν, ὡς αὐτῇ περ ἐφανδάνει Υψιπυλείῃ, πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι. ἔμμί γε μὴν τίς μὴτις ἐπαυρέσθαι βιότοιο, αἴ κεν ἐπιβρίσῃ Θρήιξ στρατός, ήέ τις ἄλλος δυσμενέων, ἅτε πολλὰ μετ ̓ ἀνθρώποισι πέλονται; 680 ὡς καὶ νῦν ὅδ ̓ ὅμιλος ἀνωίστως ἐφικάνει.

εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δ ̓ ὀπίσσω μυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει,

εὖτ ̓ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες, κουρότεραι δ ̓ ἄγονοι στυγερὸν ποτι γῆρας ἵκησθε. 685 πῶς τῆμος βώσεσθε δυσάμμοροι; ἦε βαθείαις αὐτόματοι βόες ύμμιν ἐνιζευχθέντες ἀρούραις γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον,

καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται; ἦ μὲν ἐγών, εἰ καί με τὰ νῦν ἔτι πεφρίκασιν 690 Κῆρες, ἐπερχόμενόν που δίομαι εἰς ἔτος ἤδη γαῖαν ἐφέσσεσθαι, κτερέων ἄπο μοῖραν ἑλοῦσαν αὔτως, ἡ θέμις ἐστί, πάρος κακότητα πελάσσαι. ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα.

« IndietroContinua »