Immagini della pagina
PDF
ePub

Αἰσονίδης· οἱ δ ̓ ἄλλοι ὅπῃ καὶ ἔκυρσαν ἕκαστος, 855 Ἡρακλῆος ἄνευθεν· ὃ γὰρ παρα νηὶ λέλειπτο αὐτὸς ἑκὼν παυροί τε διακρινθέντες ἑταῖροι. αὐτίκα δ ̓ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει καπνῷ κνισήεντι περίπλεον· ἔξοχα δ ̓ ἄλλων ἀθανάτων Ἥψης υἷα κλυτὸν ἠδὲ καὶ αὐτὴν 860 Κύπριν ἀοιδῇσιν θυέεσσί τε μειλίσσοντο. ἀμβολίη δ' εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦεν ναυτιλίης· δηρὸν δ ̓ ἂν ἐλίνυον αὖθι μένοντες, εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν 865,,δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμ' ἀποέργει ἡμέας; ἦε γάμων ἐπιδευέες ἐνθάδ' ἔβημεν κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; αὖθι δ ̓ ἕαδεν ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι; οὐ μὴν εὐκλειεῖς γε συν ὀθνείῃσι γυναιξὶν 870 ἐσσόμεθ ̓ ὧδ ̓ ἐπι δηρὸν ἐελμένοι· οὐ δέ τι κῶας αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν. ἴομεν αὖτις ἕκαστοι ἐπι σφέα· τὸν δ ̓ ἐνι λέκτροις Υψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λῆμνον παισὶν ἐσανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἵκηται.“

875

ὡς νείκεσσεν ὅμιλον· ἐναντία δ ̓ οὐ νύ τις ἔτλη ὄμματ' ἀνασχεθέειν, οὐ δὲ προτιμυθήσασθαι· ἀλλ ̓ αὕτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι σπερχόμενοι. ταὶ δέ σφιν ἐπέδραμον, εὖτ ̓ ἐδάησαν. ὡς δ ̓ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι 880 πέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμών ἑρσήεις γάνυται, καὶ δὲ γλυκὺν ἄλλοτ ̓ ἐπ' ἄλλον καρπὸν ἀμέργουσιν πεποτημέναι· ὡς ἄρα ταίγε ἐνδυκὲς ἀνέρας ἀμφι κινυρόμεναι προχέοντο, χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον, 885 εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι.

ὡς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσα Αισονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ιόντος γνείσει, και σε θεοὶ συν ἀπηρέσιν αὐτις ἑταίροις χρύσειον βασιλῆι δέρος κομίσειαν ἄγοντα

890 αὕτως, ὡς ἐθέλεις καί τοι φίλον. ὧδε δὲ νῆσος σκῆπτρά τε πατρὸς ἐμοῖο παρέσσεται, ἢν καὶ ὀπίσσω δή ποτε νοστήσας ἐθέλῃς ἄψορρον ἱκέσθαι· ῥηιδίως δ ̓ ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραις ἄλλων ἐκ πολίων. ἀλλ' οὐ σύγε τῆνδε μενοινὴν 895 σχήσεις, οὔτ ̓ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι· μνώεο μὴν ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη Υψιπύλης· λίπε δ ̓ ἡμὶν ἔπος, τό κεν ἐξανύσαιμι πρόφρων, ἢν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι.

τὴν δ ̓ αὖτ' Αίσονος υἱὸς ἀγαιόμενος προσέειπεν 900, Υψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο ἐκ μακάρων. τύνη δ ̓ ἐμέθεν πέρι θυμὸν ἀρείω ἴσχαν· ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι ναιετάειν· μοῦνόν με θεοὶ λύσειαν ἀέθλων. εἰ δ ̓ οὔ μοι πέπρωται ἐς Ελλάδα γαῖαν ἱκέσθαι 905 τηλοῦ ἀναπλώοντι, σὺ δ ̓ ἄρσενα παῖδα τέκηαι, πέμπέ μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ἰωλκοῦ πατρί τ' ἐμῷ καὶ μητρὶ δύης ἄκος, ἢν ἄρα τούσγε τέτμῃ ἔτι ζώοντας, ἵν ̓ ἄνδιχα τοῖο ἄνακτος σφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν. ἦ, καὶ ἔβαιν' ἐπι νῆα παροίτατος· ὡς δὲ καὶ ἄλλοι βαῖνον ἀριστῆες· λάζοντο δὲ χερσὶν ἐρετμὰ ἐνσχερὼ ἑζόμενοι· πρυμνήσια δέ σφισιν "Αργος λυσεν ὑπεκ πέτρης ἁλιμυρέος. ἔνθ ̓ ἄρα τοίγε κόπτον ὕδωρ δολιχῇσιν ἐπικρατέως ἐλάτῃσιν. 915 ἑσπέριοι δ' Ὀρφῆος ἐφημοσύνῃσιν ἔκελσαν νῆσον ἐς Ἠλέκτρης Ατλαντίδος, ὄφρα δαέντες ἀρρήτους ἀγανῇσι τελεσφορίῃσι θέμιστας

66

σωότεροι κρυόεσσαν ὑπειρ ἅλα ναυτίλλοιντο.

τῶν μὲν ἔτ ̓ οὐ προτέρω μυθήσομαι· ἀλλὰ καὶ αὐτὴ 920 νῆσος ὁμῶς κεχάροιτο καὶ οἱ λάχον ὄργια κεῖνα δαίμονες ἐνναέται, τὰ μὲν οὐ θέμις ἄμμιν ἀείδειν. κεῖθεν δ ̓ εἰρεσίῃ Μέλανος δια βένθεα πόντου ἰέμενοι τῇ μὲν Θρῃκῶν χθόνα, τῇ δὲ περαίην Ἴμβρον ἔχον καθύπερθε· νέον γε μὲν ἠελίοιο 925 δυομένου Χερόνησον ἔπι προύχουσαν ἵκοντο. ἔνθά σφιν λαιψηρὸς ἄη νότος· ἱστία δ ̓ οὔρῳ στησάμενοι κούρης Αθαμαντίδος αἰπὰ ῥέεθρα εἰσέβαλον· πέλαγος δὲ τὸ μὲν καθύπερθε λέλειπτο ἦρι, τὸ δ' ἐννύχιοι Ῥοιτειάδος ἔνδοθεν ἀκτῆς 930 μέτρεον, Ἰδαίην ἐπι δεξιὰ γαῖαν ἔχοντες. Δαρδανίην δὲ λιπόντες ἐπιπροσέβαλλον Αβύδῳ, Περκώτην δ ̓ ἐπὶ τῇ καὶ ̓Αβαρνίδος ἠμαθόεσσαν ἠιόνα ζαθέην τε παρήμειβον Πιτύειαν. καὶ δὴ τῇγ ἐπι νυκτὶ διάνδιχα νηὸς ἰούσης 935 δίνῃ πορφύροντα διήνυσαν Ἑλλήσποντον.

ἔστι δέ τις αἰπεῖα Προποντίδος ἔνδοθι νῆσος τυτθὸν ἀπὸ Φρυγίης πολυληίου ἠπείροιο εἰς ἅλα κεκλιμένη, ὅσσον τ ̓ ἐπιμύρεται ἰσθμὸς χέρσῳ ἐπιπρηνὴς καταειμένος. ἐν δέ οἱ ἀκταὶ 940 ἀμφίδυμοι, κεῖνται δ ̓ ὑπερ ὕδατος Αἰσήποιο· Αρκτων μιν καλέουσιν ὄρος περιναιετάοντες. καὶ τὸ μὲν ὑβρισταί τε καὶ ἄγριοι αἰὲν ἔχουσιν Γηγενέες, μέγα θαῦμα περικτιόνεσσιν ἰδέσθαι· ἓξ γὰρ ἑκάστῳ χεῖρες ὑπέρβιοι ἠερέθονται, 945 αἱ μὲν ἀπο στιβαρῶν ὤμων δύο, ταὶ δ ̓ ὑπένερθεν τέσσαρες αινοτάτῃσιν ἐπι πλευρῇς ἀραρυίαι. · ἰσθμὸν δ ̓ αὖ πεδίον τε Δολίονες ἀμφενέμοντο ἀνέρες· ἐν δ ̓ ἥρως Αἰνήιος υἱὸς ἄνασσεν Κύζικος, ὃν κούρη δίου τέκεν Εὐσώροιο

950 Αἰνήτη. τοὺς δ ̓ οὔτι καὶ ἔκπαγλοί περ ἐόντες Γηγενέες σίνοντο, Ποσειδάωνος ἀρωγῇ·

τοῦ γὰρ ἔσαν τὰ πρῶτα Δολίονες ἐκγεγαῶτες. ἔνθ' Αργὼ προύτυψεν ἐπειγομένη ἀνέμοισιν Θρηικίοις, καλὸς δὲ λιμὴν ὑπέδεκτο θέουσαν. 955 κεῖσε καὶ εὐναίης ὀλίγον λίθον ἐκλύσαντες Τίφνος ἐννεσίῃσιν ὑπο κρήνῃ ἐλίποντο, κρήνῃ ὑπ' Αρτακίῃ· ἕτερον δ ̓ ἕλον, ὅστις ἀρήσει, βριθύν· ἀτὰρ κεϊνόν γε θεοπροπίαις Εκάτοιο Νηλεῖδαι μετόπισθεν Ἰάονες ἱδρύσαντο 960 ἱερόν, ἣ θέμις ἦεν, Ἰησονίης ἐν ̓Αθήνης.

τοὺς δ ̓ ἄμυδις φιλότητι Δολίονες ἠδὲ καὶ αὐτὸς Κύζικος ἀντήσαντες ὅτε στόλον ἠδὲ γενέθλην ἔκλυον, οἵτινες εἶεν, ἐυξείνως ἀρέσαντο, καί σφεας εἰρεσίῃ πέπιθον προτέρωσε κιόντας 965 ἄστεος ἐν λιμένι πρυμνήσια νηὸς ἀνάψαι. ἔνθ' οἴγ ̓ Εκβασίῳ βωμὸν θέσαν ̓Απόλλωνι εισάμενοι παρα θινα, θυηπολίης τ ̓ ἐμέλοντο. δῶκεν δ ̓ αὐτὸς ἄναξ λαρὸν μέθυ δευομένοισιν μῆλά θ' ὁμοῦ· δὴ γάρ οἱ ἔην φάτις, εὖτ ̓ ἂν ἵκωνται 970 ἀνδρῶν ἡρώων θεῖος στόλος, αὐτίκα τόνγε μείλιχον ἀντιάαν, μὴ δὲ πτολέμοιο μέλεσθαι. ἶσόν που κἀκείνῳ ἐπισταχύεσκον ἴουλοι, οὐ δὲ νύ πω παίδεσσιν ἀγαλλόμενος μεμόρητο· ἀλλ' ἔτι οἱ κατα δώματ' ἀκήρατος ἦεν ἄκοιτις 975 ὠδίνων, Μέροπος Περκωσίου ἐκγεγαυῖα, Κλείτη ευπλόκαμος, τὴν μὲν νέον ἐξέτι πατρὸς θεσπεσίοις ἕδνοισιν ἀνήγαγεν ἀντιπέρηθεν. ἀλλὰ καὶ ὡς θάλαμόν τε λιπὼν καὶ δέμνια νύμφης τοῖς μέτα δαῖτ' ἀλέγυνε, βάλεν δ ̓ ἀπο δείματα θυμοῦ. 980 ἀλλήλους δ ̓ ἐρέεινον ἀμοιβαδίς. ἤτοι ὃ μὲν σφέων πεύθετο ναυτιλίης ἄνυσιν Πελίαό τ ̓ ἐφετμάς·

οἳ δὲ περικτιόνων πόλιας καὶ κόλπον ἅπαντα
εὐρείης πεύθοντο Προποντίδος· οὐ μὲν ἐπιπρὸ
ἠείδει καταλέξαι ἐελδομένοισι δαῆναι.

985 ἠοῖ δ ̓ εἰσανέβαν μέγα Δίνδυμον, ὄφρα καὶ αὐτοὶ
θηήσαιντο πόρους κείνης ἁλός· ἐκ δ ̓ ἄρα τοίγε
νῆα Χυτοῦ λιμένος πρότερου ἐξήλασαν ὅρμου·
ὧδε δ ̓ Ἰησονίη πέφαται ὁδός, ἥνπερ ἔβησαν.
Γηγενέες δ ̓ ἑτέρωθεν ἀπ ̓ οὔρεος αίξαντες
990 φράξαν ἀπειρεσίοιο Χυτοῦ στόμα νειόθι πέτρης
πόντιον, οἷά τε θῆρα λοχώμενοι ἔνδον ἐόντα.
ἀλλὰ γὰρ αὖθι λέλειπτο συν ἀνδράσιν ὁπλοτέροισιν
Ἡρακλέης, ὃς δή σφι παλίντονον αίψα τανύσσας
τόξον, ἐπασσυτέρους πέλασε χθονί· τοὶ δὲ καὶ αὐτοὶ
995 πέτρας ἀμφιρρῶγας ἀερτάζοντες ἔβαλλον.

δὴ γάρ που κἀκεῖνα θεὰ τρέφεν αἰνὰ πέλωρα Ἥρη, Ζηνὸς ἄκοιτις, ἀέθλιον Ἡρακλῆι. σὺν δὲ καὶ ὧλλοι δῆθεν ὑπότροποι ἀντιόωντες, πρίν περ ἀνελθέμεναι σκοπιήν, ἥπτοντο φόνοιο 1000 Γηγενέων ἥρωες ἀρήιοι, ἠμὲν ὀιστοῖς

ἠδὲ καὶ ἐγχείησι δεδεγμένοι, εἰσόκε πάντας
ἀντιβίην ἀσπερχὲς ὀρινομένους ἐδάιξαν.

ὡς δ ̓ ὅτε δούρατα μακρὰ νέον πελέκεσσι τυπέντα
ὑλοτόμοι στοιχηδὸν ἐπι ῥηγμῖνι βάλωσιν,

1005 ὄφρα νοτισθέντα κρατεροὺς ἀνεχοίατο γόμφους· ὡς οἱ ἐνι ξυνοχῇ λιμένος πολιοῖο τέταντο ἑξείης, ἄλλοι μὲν ἐς ἁλμυρὸν ἀθρόοι ὕδωρ δύπτοντες κεφαλὰς καὶ στήθεα, γυῖα δ ̓ ὕπερθεν χέρσῳ τεινάμενοι· τοὶ δ ̓ ἔμπαλιν, αἰγιαλοῖο

1010 κράατα μὲν ψαμάθοισι, πόδας δ ̓ εἰς βένθος ἔρειδον, ἄμφω ἅμ' οἰωνοῖσι καὶ ἰχθύσι κύρμα γενέσθαι.

ἥρωες δ ̓, ὅτε δή σφιν ἀταρβὴς ἔπλετ ̓ ἄεθλος, δὴ τότε πείσματα νηὸς ἐπι πνοιῇς ἀνέμοιο

« IndietroContinua »