Immagini della pagina
PDF
ePub

ἤλυθε δ' ἀφνειὴν προλιπών Γυρτῶνα Κόρωνος Καινείδης, ἐσθλὸς μέν, ἑοῦ δ ̓ οὐ πατρὸς ἀμείνων. Καινέα γὰρ ζωόν περ ἔτι κλείουσιν ἀοιδοὶ

60 Κενταύροισιν ὀλέσθαι, ὅτέ σφεας οἶος ἀπ ̓ ἄλλων ἤλασ ̓ ἀριστήων· οἳ δ ̓ ἔμπαλιν ὁρμηθέντες οὔτέ μιν ἀγκλίναι προτέρω σθένον, οὔτε δαΐξαι· ἀλλ ̓ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης, θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν. 65 ἤλυθε δ' αὖ Μόψος Τιταρήσιος, ὃν περι πάντων Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν·

ἠδὲ καὶ Εὐρυδάμας Κτιμένου πάις· ἄγχι δὲ λίμνης Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν. καὶ μὴν Ακτωρ υἷα Μενοίτιον ἐξ Οπόεντος 70 ώρσεν, ἀριστήεσσι συν ἀνδράσιν ὄφρα νέοιτο. εἵπετο δ ̓ Εὐρυτίων τε καὶ ἀλκήεις Εφιβώτης, υἷες ὃ μὲν Τελέοντος, ὃ δ ̓ Ἴρου Ακτορίδαο· ἤτοι ὃ μὲν Τελέοντος ἐυκλειὴς Ἐριβώτης, Ἴρου δ ̓ Εὐρυτίων. σὺν καὶ τρίτος ἦεν Οιλεύς, 75 ἔξοχος ἠνορέην καὶ ἐπαΐξαι μετόπισθεν εὖ δεδαὼς δῄοισιν, ὅτε κλίνωσι φάλαγγας.

αὐτὰρ ἀπ ̓ Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθος πέμπεν Αβαντιάδης λελιημένον· οὐ μὲν ἔμελλεν νοστήσειν Κήρινθον ὑπότροπος. αἶσα γὰρ ἦεν 80 αὐτὸν ὁμῶς Μόψόν τε δαήμονα μαντοσυνάων πλαγχθέντας Λιβύης ἐνι πείρασι δηωθῆναι. ὡς οὐκ ἀνθρώποισι κακῶν μήκιστον ἐπαυρεῖν· ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο, τόσσον ἑκὰς Κόλχων, ὅσσον τέ περ ηελίοιο 85 μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται.

τῷ δ ̓ ἂρ ἐπι Κλύτιός τε καὶ Ίφιτος ἠγερέθοντο, Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἷες, Εὐρύτου, ᾧ πόρε τόξον Ἑκηβόλος· οὐ δ ̓ ἀπόνητο

90

95

δωτίνης· αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι.

τοῖσι δ ̓ ἐπ' Αιακίδαι μετεκίαθον· οὐ μὲν ἅμ ̓ ἄμφω, οὐ δ ̓ ὁμόθεν. νόσφιν γὰρ ἀλευάμενοι κατένασθεν Αἰγίνης, ὅτε Φώκον ἀδελφεὸν ἐξενάριξαν

ἀφραδίῃ. Τελαμων μὲν ἐν Ατθίδι νάσσατο νήσῳ· Πηλεὺς δὲ Φθίῃ ἐνι δώματα ναῖε λιασθείς.

τοῖς δ ̓ ἐπι Κεκροπίηθεν ἀρήιος ἤλυθε Βούτης, παῖς ἀγαθοῦ Τελέοντος, ἐυμμελίης τε Φάληρος. Αλκων μιν προέηκε πατὴρ ἑός· οὐ μὲν ἔτ ̓ ἄλλους γήραος υἷας ἔχεν βιότοιό τε κηδεμονῆας.

ἀλλά ἑ τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόντα 100 πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσιν. Θησέα δ', ὃς περὶ πάντας Ερεχθείδας ἐκέκαστο, Ταιναρίην αίδηλος ὑπο χθόνα δεσμὸς ἔρυκεν, Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν. ἦ τέ κεν ἄμφω ῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο.

105

Τίφυς δ' Αγνιάδης Σιφαέα κάλλιπε δῆμον Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι κῦμ ̓ ἁλὸς εὐρείης, ἐσθλὸς δ ̓ ἀνέμοιο θυέλλας καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι. αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον 110 ώρσεν 'Αθηναίη, μετα δ' ἤλυθεν ἐλδομένοισιν. αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε· συν δέ οἱ Αργος τευξεν ̓Αρεστορίδης κείνης ὑποθημοσύνῃσιν. τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν, ὅσσαι ὑπ ̓ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης. Φλίας δ ̓ αὖτ ̓ ἐπι τοῖσιν Αραιθυρέηθεν ἵκανεν, ἔνθ ̓ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι,

115

πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ασωποῖο.

Αργόθεν αὖ Ταλαὸς καὶ ̓Αρήιος, υἱε Βίαντος, ἤλυθον ἔφθιμός τε Λεώδοκος, οὓς τέκε Πηρὼ 120 Νηληίς· τῆς δ ̓ ἀμφι δύην ἐμόγησε βαρεῖαν

Αιολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους. οὐ δὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆος πευθόμεθ ̓ Αισονίδαο λιλαιομένου ἀθερίξαι. ἀλλ ̓ ἐπεὶ ἄιε βάξιν ἀγειρομένων ἡρώων, 125 νεῖον ἀπ' Αρκαδίης Λυρκήιον "Αργος ἀμείψας τὴν ὁδόν, ᾗ ζωον φέρε κάποιον, ὅς ῥ ̓ ἐνι βήσσης φέρβετο Λαμπείης, Ἐρυμάνθιον ἀμ μέγα τίφος, τὸν μὲν ἐνι πρώτῃσι Μυκηναίων ἀγορῇσιν δεσμοῖς ἱλλόμενον μεγάλων ἀπεθήκατο νώτων, 130 αὐτὸς δ' ᾗ ιότητι παρεκ νόον Εὐρυσθῆος

ὡρμήθη· συν καί οἱ Ὕλας κίεν ἐσθλὸς ὀπάων,
πρωθήβης, τῶν τε φορεὺς φύλακός τε βιοῖο.

μιν

αὐτὸς

τῷ δ ̓ ἐπι δὴ θείοιο κίεν Δαναοῖο γενέθλη, Ναύπλιος. ἦ γὰρ ἔην Κλυτονήου Ναυβολίδαο· 135 Ναύβολος αὖ Λέρνου· Λέρνόν γε μὲν ἴδμεν ἐόντα Προίτου Ναυπλιάδαο· Ποσειδάωνι δὲ κούρη πρίν ποτ' Αμυμώνη Δαναὶς τέκεν εὐνηθεῖσα Ναύπλιον, ὃς περὶ πάντας ἐκαίνυτο ναυτιλίῃσιν. Ἴδμων δ ̓ ὑστάτιος μετεκίαθεν, ὅσσοι ἔναιον 140 ̓́Αργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν ἤιε, μή οἱ δῆμος ἐυκλείης ἀγάσαιτο. οὐ μὲν ὅγ ̓ ἦεν Αβαντος ἐτήτυμον, ἀλλά γείνατο κυδαλίμοις ἐναρίθμιον Αιολίδῃσιν Λητοΐδης· αὐτὸς δὲ θεοπροπίας ἐδίδαξεν 145 οἰωνούς τ' ἀλέγειν ἠδ ̓ ἔμπυρα σήματ' ἰδέσθαι. καὶ μὴν Αἰτωλὶς κρατερὸν Πολυδεύκεα Λήδη Κάστορά τ ̓ ὠκυπόδων ώρσεν δεδαημένον ἵππων Σπάρτηθεν· τοὺς δ ̓ ἥγε δόμοις ἔνι Τυνδαρέοιο τηλυγέτους ὠδῖνι μιῇ τέκεν· οὐ δ ̓ ἀπίθησεν 150 νεισομένοις· Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων. οἵ τ ̓ Αφαρητιάδαι Λυγκεὺς καὶ ὑπέρβιος Ἴδας Αρήνηθεν ἔβαν, μεγάλῃ περιθασέες ἀλκῇ

ἀμφότεροι· Λυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστο ὄμμασιν, εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον 155 ῥηιδίως καὶ νέρθε κατα χθονὸς αὐγάζεσθαι.

σὺν δὲ Περικλύμενος Νηλήιος ώρτο νέεσθαι, πρεσβύτατος παίδων, ὅσσοι Πύλῳ ἐξεγένοντο Νηλῆος θείοιο· Ποσειδάων δέ οἱ ἀλκὴν δῶκεν ἀπειρεσίην ἠδ ̓ ὅ ττι κεν ἀρήσαιτο 160 μαρνάμενος, τὸ πέλεσθαι ἐνι ξυνοχῇ πολέμοιο.

καὶ μὴν ̓Αμφιδάμας Κηφεύς τ ̓ ἴσαν ̓Αρκαδίηθεν, οἳ Τεγέην καὶ κλῆρον Αφειδάντειον ἔναιον, υἱε δύω ̓Αλεοῦ· τρίτατος γε μὲν ἔσπετ ̓ ἱοῦσιν Αγκαῖος, τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπεν, 165 τῶν ἄμφω γνωτὸς προγενέστερος. ἀλλ ̓ ὃ μὲν ἤδη γηράσκοντ' Αλεὸν λίπετ ̓ ἀμ πόλιν ὄφρα κομίζοι, παῖδα δ ̓ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσεν. βῆ δ ̓ ὅγε Μαιναλίης ἄρκτου δέρος ἀμφίτομόν τε δεξιτερῇ πάλλων πέλεκυν μέγαν. ἔντεα γάρ οἱ 170 πατροπάτωρ Αλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ, αἱ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι. βῆ δὲ καὶ Αὐγείης, ὃν δὴ φάτις Ἠελίοιο ἔμμεναι· Ἠλείοισι δ ̓ ὅγ ̓ ἀνδράσιν ἐμβασίλευεν, ὄλβῳ κυδιόων· μέγα δ ̓ ἵετο Κολχίδα γαῖαν 175 αὐτόν τ' Αιήτην ιδέειν σημάντορα Κόλχων. Αστέριος δὲ καὶ ̓Αμφίων Ὑπερασίου υἷες Πελλήνης ἀφίκανον Αχαιίδος, ἥν ποτε Πέλλης πατροπάτωρ ἐπόλισσεν ἐπ' ὀφρύσιν αἰγιαλοῖο. Ταίναρον αὖτ ̓ ἐπι τοῖσι λιπὼν Εὔφημος κανεν, 180 τόν ρα Ποσειδάωνι ποδωκέστατον ἄλλων Εὐρώπη Τιτυοῖο μεγασθενέος τέκε κούρη. κεῖνος ἀνὴρ καὶ πόντου ἐπι γλαυκοῖο θέεσκεν οἴδματος, οὐ δὲ νοοὺς βάπτεν πόδας· ἀλλ' ὅσον ἄκροις

185

190

ίχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ.
καὶ δ ̓ ἄλλω δύο παῖδε Ποσειδάωνος ικοντο·
ἤτοι ὃ μὲν πτολίεθρον ἀγαθοῦ Μιλήτοιο
νοσφισθεὶς Ἐργῖνος, ἃ δ ̓ Ἰμβρασίης ἕδος Ἥρης,
Παρθενίην, Αγκαῖος ὑπέρβιος· ἵστορε δ ̓ ἄμφω
ἠμὲν ναυτιλίης ἠδ ̓ ἄρεος εὐχετόωντο.

Οἰνείδης δ' ἐπι τοῖσιν ἀφορμηθεὶς Καλυδώνος
ἀλκήεις Μελέαγρος ἀνήλυθε Λαοκόων τε,
Λαοκόων Οἰνῆος ἀδελφεός· οὐ μὲν τῆς γε
μητέρος· ἀλλά ἑ θῆσσα γυνὴ τέκε· τὸν μὲν ἂρ Οι-
νεὺς

ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν· 195 ὧδ ̓ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον ἡρώων. τοῦ δ ̓ οὔτιν ̓ ὑπέρτερον ἄλλον οίω, νόσφιν γ' Ἡρακλῆος, ἐπελθέμεν, εἴ κ ̓ ἔτι μοῦνον αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν. καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι, 200 εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι, Θεστιάδης Ιφικλος ἐφωμάρτησε κιόντι.

σὺν δὲ Παλαιμόνιος Λέρνου πάις Ωλενίοιο, Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ηφαίστοιο· τούνεκ ̓ ἔην πόδα σιφλός· ἀτὰρ δέμας οὐ κέ τις ἔτλη 205 ἠνορέην τ' ὀνόσασθαι· ὃ καὶ μεταρίθμιος ἦεν πᾶσιν ἀριστήεσσιν, Ἰήσονι κῦδος ἀέξων.

ἐκ δ ̓ ἄρα Φωκήων κίεν Ἴφιτος Ὀρνυτίδαο Ναυβόλου ἐκγεγαώς· ξεῖνος δέ οἱ ἔσκε πάροιθεν, ήμος ἔβη Πυθώ δὲ θεοπροπίας ἐρεείνων 210 ναυτιλίης· τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισιν. Ζήτης αὖ Κάλαις τε Βορήιοι υἷες ἵκοντο,

οὕς ποτ' Ερεχθηὶς Βορέῃ τέκεν Ωρείθυια
ἐσχατιῇ Θρήκης δυςχειμέρου· ἔνθ ̓ ἄρα τήνγε
Θρηίκιος Βορέης ἀνερείψατο Κεκροπίηθεν

« IndietroContinua »