Immagini della pagina
PDF
ePub

λυσάμενοι προτέρωσε διεξ ἁλὸς οἶδμα νέοντο 1015 ἡ δ ̓ ἔθεεν λαίφεσσι πανήμερος· οὐ μὲν ἰούσης νυκτὸς ἔτι ῥιπὴ μένεν ἔμπεδον, ἀλλὰ θύελλαι ἀντίαι ἁρπάγδην ὀπίσω φέρον, ὄφρ ̓ ἐπέλασσαν αὖθις ἐυξείνοισι Δολίοσιν. ἐκ δ ̓ ἂρ ἔβησαν αὐτονυχί· Ἱερὴ δὲ φατίζεται ἡδ ̓ ἔτι πέτρη, 1020 ᾗ πέρι πείσματα νηὸς ἐπεσσύμενοι ἐβάλοντο. οὐ δέ τις αὐτὴν νῆσον ἐπιφραδέως ἐνόησεν ἔμμεναι· οὐ δ ̓ ὑπο νυκτὶ Δολίονες ἂψ ανιόντας ἥρωας νημερτὲς ἐπήισαν· ἀλλά που ἀνδρῶν Μακριέων εἴσαντο Πελασγικὸν ἄρεα κέλσαι. 1025 τῶ καὶ τεύχεα δύντες ἐπί σφισι χεῖρας ἄειραν. συν δ' ἔλασαν μελίας τε καὶ ἀσπίδας ἀλλήλοισιν ὀξείῃ ἔκελοι ῥιπῇ πυρός, ἥτ ̓ ἐνι θάμνοις αὐαλέοισι πεσοῦσα κορύσσεται· ἐν δὲ κυδοιμὸς δεινός τε ζαμενής τε Δολιονίῳ πέσε δήμῳ. 1030 οὐ δ ̓ ὅγε δηιοτῆτος ὑπερ μόρον αὖτις ἔμελλεν οἴκαδε νυμφιδίους θαλάμους καὶ λέκτρον ικέσθαι. ἀλλά μιν Αισονίδης τετραμμένον ἰθὺς ἑοῖο πλῆξεν ἐπαΐξας στῆθος μέσον, ἀμφι δὲ δουρί ὀστέον ἐρραίσθη· ὃ δ ̓ ἐνι ψαμάθοισιν ἐλυσθεὶς 1035 μοῖραν ἀνέπλησεν. τὴν γὰρ θέμις οὔποτ' ἀλύξαι θνητοῖσιν· πάντῃ δὲ περὶ μέγα πέπταται ἕρκος. ὡς τὸν ὀιόμενόν που ἀδευκέος ἔκτοθεν ἄτης εἶναι ἀριστήων αὐτῇ ὑπὸ νυκτὶ πέδησεν

μαρνάμενον κείνοισι· πολεῖς δ ̓ ἐπαρηγόνες ἄλλοι 1040 ἔκταθεν· Ἡρακλέης μὲν ἐνήρατο Τηλεκλῆα

ἠδὲ Μεγαβρόντην· Σφόδριν δ ̓ ἐνάριξεν Ακαστος· Πηλεὺς δὲ Ζέλυν εἷλεν ἀρηίθοόν τε Γέφυρον. αὐτὰρ ἐυμμελίης Τελαμὼν Βασιλῆα κατέκτα. Ἴδας δ ̓ αὖ Προμέα, Κλυτίος δ' Υάκινθον ἔπεφνεν, 1045 Τυνδαρίδαι δ ̓ ἄμφω Μεγαλοσσάκεα Φλογίου τε.

APOLLON.

3

Οἰνείδης δ ̓ ἐπι τοῖσιν ἕλεν θρασὺν Ιτυμονῆα
ἠδὲ καὶ 'Αρτακέα, πρόμον ἀνδρῶν· οὓς ἔτι πάντας
ἐνναέται τιμαῖς ἡρωίσι κυδαίνουσιν.

οἱ δ ̓ ἄλλοι είξαντες ὑπέτρεσαν, ήύτε κίρκους 1050 ὠκυπέτας ἀγεληδὸν ὑποτρέσσωσι πέλειαι·

ἐς δὲ πύλας ὁμάδῳ πέσον ἀθρόοι· αἶψα δ' αυτῆς πλῆτο πόλις στονόεντος ὑποτροπίῃ πολέμοιο. ἠσθεν δ ̓ ὀλοὴν καὶ ἀμήχανον εἰσενόησαν ἀμπλακίην ἄμφω· στυγερὸν δ ̓ ἄχος εἷλεν ἰδόντας 1055 ἥρωας Μινύας Αἰνήιον υἷα πάροιθεν

Κύζικον ἐν κονίῃσι καὶ αἵματι πεπτηῶτα. ἤματα δὲ τρία πάντα γόων, τίλλοντό τε χαίτας αὐτοὶ ὁμῶς λαοί τε Δολίονες. αὐτὰρ ἔπειτα τρὶς περι χαλκείοις συν τεύχεσι δινηθέντες 1060 τύμβῳ ἐνεκτερέιξαν, ἐπειρήσαντό τ' ἀθλων, ἡ θέμις, ἀμ πεδίον λειμώνιον, ἔνθ ̓ ἔτι νῦν περ ἀγκέχυται τόδε σῆμα καὶ ὀψιγόνοισιν ιδέσθαι. οὐ δὲ μὲν οὐδ ̓ ἄλοχος Κλείτη φθιμένοιο λέλειπτο οὗ πόσιος μετόπισθε· κακῷ δ ̓ ἐπι κύντερον ἄλλο 1065 ἤνυσεν, ἁψαμένη βρόχον αὐχένι. τὴν δὲ καὶ αὐταὶ νύμφαι ἀποφθιμένην ἀλσηίδες ὠδύραντο·

καί οἱ ἀπο βλεφάρων ὅσα δάκρυα χεῦαν ἔραζε, πάντα τάγε κρήνην τεῦξαν θεαί, ἣν καλέουσιν Κλείτην, δυστήνοιο περικλεὲς οὔνομα νύμφης. 1070 αινότατον δὴ κεῖνο Δολιονίῃσι γυναιξὶν ἀνδράσι τ ̓ ἐκ Διὸς ἦμαρ ἐπήλυθεν· οὐδὲ γὰρ αὐτῶν ἔτλη τις πάσσασθαι ἐδητύος, οὐ δ ̓ ἐπι δηρὸν ἐξ ἀχέων ἔργοιο μυληφάτου ἐμνώοντο· ἀλλ ̓ αὐτως ἄφλεκτα διαζώεσκον ἔδοντες. 1075 ἔνθ ̓ ἔτι νῦν, εὖτ ̓ ἄν σφιν ἐτήσια χύτλα χέωνται Κύζικον ἐνναίοντες Ἰάονες, ἔμπεδον αἰεὶ πανδήμοιο μύλης πελανοὺς ἐπαλετρεύουσιν.

ἐκ δὲ τόθεν τρηχεῖαι ἀνηέρθησαν ἄελλαι

ἤμαθ ̓ ὁμοῦ νύκτας τε δυώδεκα, τοὺς δὲ κατ' αὖθι 1080 ναυτίλλεσθαι ἔρυκον. ἔπιπλομένῃ δ ̓ ἐνι νυκτὶ άλλοι μέν ῥα πάρος δεδμημένοι εὐνάζοντο

ὕπνῳ ἀριστῆες πύματον λάχος· αὐτὰρ Ακαστος Μόψός τ' Αμπυκίδης ἀδινὰ κνώσσοντας ἔρυντο. ἡ δ ̓ ἂρ ὑπερ ξανθοῖο καρήατος Αίσονίδαο 1085 πωτᾶτ ̓ ἀλκυονὶς λιγυρῇ ἐπὶ θεσπίζουσα λῆξιν ὀρινομένων ἀνέμων· συνέηκε δὲ Μόψος ἀκταίης ὄρνιθος ἐναίσιμον ὄσσαν ἀκούσας.

καὶ τὴν μὲν θεὸς αὖτις ἀπέτραπεν, ἕζε δ ̓ ὕπερθεν νηίου ἀφλάστοιο μετήορος ἀίξασα·

1090 τὸν δ ̓ ὅγε κεκλιμένον μαλακοῖς ἐνι κώεσιν οἰῶν κινήσας ἀνέγειρε παρασχεδόν, ὧδέ τ ̓ ἔειπεν Αισονίδη, χρειώ σε τόδ ̓ ἱερὸν εἰσανιόντα Δινδύμου ὀκριόεντος ἐνθρονον ἱλάξασθαι μητέρα συμπάντων μακάρων· λήξουσι δ ̓ ἄελλαι 1095 ζαχρηείς. τοίην γὰρ ἐγὼ νέον ὄσσαν ἄκουσα ἀλκυόνος ἁλίης, ἥτε κνώσσοντος ύπερθεν

σεῖο πέριξ τὰ ἕκαστα πιφαυσκομένη πεπότηται. ἐκ γὰρ τῆς ἄνεμοί τε θάλασσά τε νειόθι τε χθὼν πᾶσα πεπείρηται νιφόεν θ ̓ ἕδος Οὐλύμποιο· 1100 και οι, ὅτι ἐξ ὀρέων μέγαν οὐρανὸν εἰσαναβαίνῃ, Ζεὺς αὐτὸς Κρονίδης ὑποχάζεται. ὡς δὲ καὶ ὧλλοι ἀθάνατοι μάκαρες δεινὴν θεὸν ἀμφιέπουσιν.“

ὡς φάτο· τῷ δ ̓ ἀσπαστὸν ἔπος γένετ ̓ εἰσαΐοντι. ὤρνυτο δ ̓ ἐξ εὐνῆς κεχαρημένος, ώρσε δ ̓ ἑταίρους 1105 πάντας ἐπισπέρχων, καί τέ σφισιν ἐγρομένοισιν Αμπυκίδεω Μόψοιο θεοπροπίας ἀγόρευεν.

αἶψα δὲ κουρότεροι μὲν ἀπο σταθμῶν ἐλάσαντες
ἔνθεν ἐς αἰπεινὴν ἄναγον βόας οὔρεος ἄκρην.
οἳ δ ̓ ἄρα λυσάμενοι Ἱερῆς ἐκ πείσματα πέτρης

1110 ἤρεσαν ἐς λιμένα Θρηίκιον· ἀν δὲ καὶ αὐτοὶ βαῖνον, παυροτέρους ἑτάρων ἐν νηὶ λιπόντες. τοῖσι δὲ Μακριάδες σκοπιαὶ καὶ πᾶσα περαίη Θρηικίης ἐνι χερσὶν ἑαῖς προυφαίνετ ̓ ἰδέσθαι· φαίνετο δ' ἠερόεν στόμα Βοσπόρου ἠδὲ κολῶναι 1115 Μυσίαι· ἐκ δ ̓ ἑτέρης ποταμοῦ ῥόος Αἰσήποιο ἄστυ τε καὶ πεδίον Νηπήιον Αδρηστεύης.

ἔσκε δέ τι στιβαρὸν στύπος ἀμπέλου ἔντροφον ὕλῃ, πρόχνυ γεράνδουον· τὸ μὲν ἔκταμον, ὄφρα πέλοιτο δαίμονος οὐρείης ἱερὸν βρέτας· ἔξεσε δ ̓ Αργος 1120 εὐκόσμως, καὶ δή μιν ἐπ' ὀκριόεντι κολωνῷ ἵδρυσαν φηγοῦσιν ἐπηρεφὲς ἀκροτάτῃσιν, αἴ ῥά τε πασάων πανυπέρταται ἐρρίζωνται. βωμὸν δ ̓ αὖ χεράδος παρενήνεον· ἀμφι δὲ φύλλοις στεψάμενοι δρυΐνοισι θυηπολίης ἐμέλοντο 1125 Μητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες, ἐνναέτιν Φρυγίης, Τιτίην θ ̓ ἅμα Κυλληνόν τε, οἳ μοῦνοι πολέων μοιρηγέται ἠδὲ πάρεδροι Μητέρος Ἰδαίης κεκλήαται, ὅσσοι ἔασιν Δάκτυλοι Ἰδαῖοι Κρηταιέες, οὕς ποτε νύμφη 1130 Αγχιάλη Δικταῖον ἀνα σπέος ἀμφοτέρῃσιν δραξαμένη γαίης Οἰαξίδος ἐβλάστησεν. πολλὰ δὲ τήνγε λιτῇσιν ἀποστρέψαι ἐριώλας Αισονίδης γουνάζετ ̓ ἐπιλλείβων ἱεροῖσιν αιθομένοις· ἄμυδις δέ νέοι Ὀρφῆος ἀνωγῇ 1135 σκαίροντες βηταρμὸν ἐνόπλιον ὠρχήσαντο, καὶ σάκεα ξιφέεσσιν ἐπέκτυπον, ὥς κεν ζωὴ δύςφημος πλάζοιτο δι' ἠέρος, ἣν ἔτι λαοὶ κηδείῃ βασιλῆος ἀνέστενον. ἔνθεν ἐς αἰεὶ ῥόμβῳ καὶ τυπάνῳ Ρείην Φρύγες ἱλάσκονται. 1140 ἣ δέ που εὐαγέεσσιν ἐπι φρένα θῆκε θυηλαῖς ἀνταίη δαίμων· τὰ δ ̓ ἐοικότα σήματ ̓ ἔγεντο.

δένδρεα μὲν καρπὸν χέον ἄσπετον, ἀμφι δὲ ποσσίν αὐτομάτη φύε γαῖα τερείνης ἄνθεα ποίης.

θῆρες δ ̓ εἰλυούς τε κατα ξυλόχους τε λιπόντες 1145 οὐρῇσιν σαίνοντες ἐπήλυθον. ἣ δὲ καὶ ἄλλο θῆκε τέρας· ἐπεὶ οὔτι παροίτερον ὕδατι ναῖεν Δίνδυμον· ἀλλά σφιν τότ ̓ ἀνέβραχε διψάδος αὕτως ἐκ κορυφῆς ἄλληκτον· Ἰησονίην δ' ἐνέπουσιν κεῖνο ποτὸν κρήνην περιναιέται ἄνδρες οπίσσω. 1150 καὶ τότε μὲν δαῖτ ̓ ἀμφι θεᾶς θέσαν οὔρεσιν Αρκτων, μέλποντες Ῥείην πολυπότνιαν· αὐτὰρ ἐς ἐῶ ληξάντων ἀνέμων νῆσον λίπον εἰρεσίῃσιν.

ἔνθ ̓ ἔρις ἄνδρα ἕκαστον ἀριστήων ὀρόθυνεν, ὅστις ἀπολλήξειε πανύστατος. ἀμφὶ γὰρ αἰθὴρ 1155 νήνεμος ἐστόρεσεν δίνας, κατα δ' εὔνασε πόντον. οἱ δὲ γαληναίῃ πίσυνοι ἐλάασκον ἐπιπρὸ νῆα βίῃ· τὴν δ ̓ οὔ κε διεξ ἁλὸς ἀίσσουσαν οὐδὲ Ποσειδάωνος ἀελλόποδες κίχον ἵπποι. ἔμπης δ ̓ ἐγρομένοιο σάλου ζαχρησιν αὔραις, 1160 αἳ νέον ἐκ ποταμῶν ὑπο δείελον ἠερέθονται, τειρόμενοι καμάτῳ μετελώφεον· αὐτὰρ ὃ τούςγε πασουδίῃ μογέοντας ἐφέλκετο κάρτεϊ χειρῶν Ἡρακλέης, ἐτίνασσε δ' ἀρηρότα δούρατα νηός. ἀλλ' ὅτε δὴ Μυσῶν λελιημένοι ἠπείροιο 1165 Ρυνδακίδας προχοὰς μέγα τ' ἠρίον Αἰγαίωνος τυτθὸν ὑπεκ Φρυγίης παρεμέτρεον εἰσορόωντες, δὴ τότ ̓ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκοὺς μεσσόθεν ἄξεν ἐρετμόν. ἀτὰρ τρύφος ἄλλο μὲν αὐτὸς ἄμφω χερσὶν ἔχων πέσε δόχμιος, ἄλλο δὲ πόντος 1170 κλύζε παλιρροθίοισι φέρων. ἀνα δ ̓ ἕζετο σιγῇ παπταίνων· χεῖρες γὰρ ἀήθεσον ἠρεμέουσαι.

ἦμος δ ̓ ἀγρόθεν εἰσι φυτοσκάφος ἤ τις ἀροτρεὺς ἀσπασίως εἰς αὖλιν ἑήν, δόρποιο χατίζων,

« IndietroContinua »