Immagini della pagina
PDF
ePub

ἤματι χειμερίῳ πολιοὶ λύκοι ὁρμηθέντες

125 λάθρη ἐυρρίνων τε κυνῶν αὐτῶν τε νομήων, μαίονται δ ̓ ὅ τι πρῶτον ἐπαΐξαντες ἕλωσιν,

πόλλ' ἐπιπαμφαλόωντες ὁμοῦ· τὰ δὲ πάντοθεν αὕτως στείνονται πίπτοντα περι σφίσιν· ὡς ἄρα τοίγε λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφόβησαν. 130 ὡς δὲ μελισσάων σμήνος μέγα μηλοβοτήρες ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν, αἳ δ ̓ ἤτοι τείως μὲν ἀολλέες ᾧ ἐνι σίμβλῳ βομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντι καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀίσσουσιν· 135 ὡς οἵγ ̓ οὐκέτι δὴν μένον ἔμπεδον, ἀλλὰ κέδασθεν εἴσω Βεβρυκίης, Αμύκου μόρον ἀγγελέοντες· νήπιοι, οὐ δ ̓ ἐνόησαν ὃ δή σφισιν ἐγγύθεν ἄλλο μῆμ ̓ ἀίδηλον ἔην. πέρθοντο γὰρ ἠμὲν ἀλωαὶ ἠδ ̓ οἶαι τῆμος δῄω ὑπὸ δουρὶ Λύκοιο 140 καὶ Μαριανδυνῶν ἀνδρῶν, ἀπεόντος ἄνακτος. αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περι γαίης. οἳ δ ̓ ἤδη σταθμούς τε καὶ αὔλια δηιάασκον, ἤδη δ ̓ ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντο ἥρωες. καὶ δή τις ἔπος μετα τοῖσιν ἔειπεν 145,,φράζεσθ' ὅ ττι κεν ᾗσιν ἀναλκείησιν ἔρεξαν, εἴ πως Ἡρακλῆα θεὸς καὶ δεῦρο κόμισσεν. ἤτοι μὲν γὰρ ἐγὼ κείνου παρεόντος ἔολπα οὐδ ̓ ἂν πυγμαχίῃ κρινθήμεναι· ἀλλ ̓ ὅτε θεσμοὺς ἤλυθεν ἐξερέων, αὐτοῖς ἄφαρ οἷς ἀγόρευεν 150 θεσμοῖσιν ῥοπάλῳ μιν ἀγηνορίης λελαθέσθαι. ναὶ μέν ἀκήδεστον γαίῃ ἔνι τόνγε λιπόντες πόντον ἐπέπλωμεν· μάλα δ' ἡμέων αὐτὸς ἕκαστος εἴσεται οὐλομένην ἄτην, ἀπάνευθεν ἐόντος.“

ὡς ἂρ ἔφη· τὰ δὲ πάντα Διὸς βουλῇσι τέτυκτο. 155 καὶ τότε μὲν μένον αὖθι δια κνέφας, ἕλκεά τ ̓ ἀνδρῶν

οὐταμένων ἀκέοντο, καὶ ἀθανάτοισι θυηλὰς ῥέξαντες μέγα δόρπον ἐφώπλισαν· οὐ δέ τιν ̓ ὕπνος είλε παρα κρητήρι καὶ αἰθομένοις ἱεροῖσιν. ξανθὰ δ ̓ ἐρεψάμενοι δάφνῃ καθύπερθε μέτωπα 160 ἀγχιάλῳ, τῇ καί τε περι πρυμνήσι ̓ ἀνῆπτο, Ορφείῃ φόρμιγγι συνοίμιον ὕμνον ἄειδον ἐμμελέως· περι δέ σφιν ἰαίνετο νήνεμος ἀκτὴ μελπομένοις· κλεῖον δὲ Θεραπναῖον Διὸς υἱα. ἦμος δ' ἠέλιος δροσερὰς ἐπέλαμψε κολώνας 165 ἐκ περάτων ἀνιών, ἤγειρε δὲ μηλοβοτῆρας, δὴ τότε λυσάμενοι νεάτης ἐκ πείσματα δάφνης, ληίδα τ ̓ εἰςβήσαντες ὅσην χρεω ἦεν ἄγεσθαι, πνοιῇ δινήεντ ̓ ἀνα Βόσπορον ιθύνοντο. ἔνθα μὲν ἠλιβάτῳ ἐναλίγκιον οὔρει κῦμα 170 ἀμφέρεται προπάροιθεν ἐπαΐσσοντι ἐοικός, αἰὲν ὑπερ νεφέων ἠερμένον, οὐ δέ κε φαίης φεύξεσθαι κακὸν οἶτον, ἐπεὶ μάλα μεσσόθι νηὸς λάβρον ἐπικρέμαται ὑπερηφερές· ἀλλὰ τόγ ̓ ἔμπης στόρνυται, εἴ κ ̓ ἐσθλοῖο κυβερνητῆρος ἐπαύρῃ. 175 τῶ καὶ Τίφνος οἶδε δαημοσύνῃσι νέοντο

ἀσκηθεῖς μέν, ἀτὰρ πεφοβημένοι. ἤματι δ ̓ ἄλλῳ ἀντιπέρην γαίῃ Βιθυνίδι πείσματ ̓ ἀνῆψαν.

ἔνθα δ ̓ ἐπάκτιον οἶκον ̓Αγηνορίδης ἔχε Φινεύς, ὃς περι δὴ πάντων ὀλοώτατα πήματ' ἀνέτλη 180 εἵνεκα μαντοσύνης, τήν οἱ πάρος ἐγγυάλιξεν Δητοΐδης· οὐ δ ̓ ὅσσον ἐπίζετο καὶ Διὸς αὐτοῦ χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισιν. τῶ καί οἱ γῆρας μὲν ἐπι δηναιὸν ἴαλλεν,

ἐκ δ ̓ ἕλετ ̓ ὀφθαλμῶν γλυκερὸν φάος· οὐ δὲ γάνυσθαι 185 εἴα ἀπειρεσίοισιν ὀνείασιν, ὅσσα οἱ αἰεὶ

θέσφατα πευθόμενοι περιναιέται οἴκαδ ̓ ἄγειρον. ἀλλὰ δια νεφέων ἄφνω πέλας ἀίσσουσαι

APOLLON.

4

Αρπυιαι στόματος χειρῶν τ' ἀπο γαμφηλῇσιν συνεχέως ἥρπαζον. ἐλείπετο δ ̓ ἄλλοτε φορβῆς 190 οὐδ ̓ ὅσον, ἄλλοτε τυτθόν, ἵνα ζώων ἀκάχοιτο. καὶ δ ̓ ἐπι μυδαλέην ὀδμὴν χέον· οὐ δέ τις ἔτλη μὴ καὶ λευκανίην δὲ φορεύμενος, ἀλλ ̓ ἀπὸ τηλοῦ ἑστηώς· τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός. αὐτίκα δ ̓ εἰσαΐων ἐνοπὴν καὶ δοῦπον ὁμίλου 195 τοῦσδ ̓ αὐτοὺς παριόντας ἐπήισεν, ὧν οἱ ἰόντων θέσφατον ἐκ Διὸς ἦεν ἑῆς ἀπόνασθαι ἐδωδῆς. ὀρθωθεὶς δ ̓ εὐνῆθεν, ἀκήριον ἠύτ ̓ ὄνειρον, βάκτρῳ σκηπτόμενος ῥικνοῖς ποσὶν ᾖε θύραζε, τοίχους ἀμφαφόων· τρέμε δ ̓ ἅψεα νεισομένοιο 200 ἀδρανίῃ γήρᾳ τε· πίνῳ τέ οἱ αὐσταλέος χρὼς ἐσκλήκει, ῥινοὶ δὲ συν ὀστέα μοῦνον ἔεργον. ἐκ δ ̓ ἐλθὼν μεγάροιο καθέζετο γοῦνα βαρυνθεὶς οὐδοῦ ἐπ ̓ αὐλείοιο· κάρος δέ μιν ἀμφεκάλυψεν πορφύρεος, γαῖαν δὲ πέριξ ἐδόκησε φέρεσθαι 205 νειόθεν, ἀβληχρῷ δ ̓ ἐπι κώματι κέκλιτ ̓ ἄναυδος. οἳ δέ μιν ὡς εἴδοντο, περισταδὸν ἠγερέθοντο καὶ τάφον. αὐτὰρ ὃ τοῖσι μάλα μόλις ἐξ ὑπάτοιο στήθεος ἀμπνεύσας μετεφώνεε μαντοσύνῃσιν κλῦτε, Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δὴ 210 οἶδ ̓ ὑμεῖς, οὓς δὴ κρυερῇ βασιλῆος ἐφετμῇ Αργώης ἐπι νηὸς ἄγει μετα κῶας Ιήσων. ὑμεῖς ἀτρεκέως. ἔτι μοι νόος οἶδεν ἕκαστα ῇσι θεοπροπίῃσι. χάριν νύ τοι, ὦ ἄνα, Λητούς υἱέ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν. 215 Ικεσίου πρὸς Ζηνός, ὅτις ῥίγιστος ἀλιτροῖς

ἀνδράσι, Φοίβου τ ̓ ἀμφι καὶ αὐτῆς εἵνεκεν Ἥρης λίσσομαι, ᾗ περίαλλα θεῶν μέμβλεσθε κιόντες, χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης, μὴ δέ μ' ἀκηδείῃσιν ἀφορμηθῆτε λιπόντες

220 αὕτως. οὐ γὰρ μοῦνον ἐπ ̓ ὀφθαλμοῖσιν Ἐρινὺς λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω· προς δ ̓ ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν. Αρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴν ἔκ ποθεν ἀφράστοιο καταΐσσουσαι ὀλέθρου. 225 ἴσχω δ ̓ οὔτινα μῆτιν ἐπίρροπον. ἀλλά κε ῥεῖα αὐτὸς ἐμὸν λελάθοιμι νόον δόρποιο μεμηλώς, ἢ κείνας· ὧδ' αἶψα διηέριαι ποτέονται.

τυτθὸν δ ̓ ἂν ἄρα δήποτ ̓ ἐδητύος ἄμμι λίπωσιν, πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς· 230 οὐ κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοίτο πελάσσας, οὐδ ̓ εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἴη. ἀλλά με πικρὴ δῆτα καὶ ἄατος ἴσχει ἀνάγκη μίμνειν καὶ μίμνοντα κακῇ ἐν γαστέρι θέσθαι. τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαο 235 υἱέας. οὐ δ ̓ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες,

εἰ δὴ ἐγὼν ὁ πρίν ποτ ̓ ἐπικλυτὸς ἀνδράσι Φινεὺς ὄλβῳ μαντοσύνῃ τε, πατὴρ δέ με γείνατ' Αγήνωρ τῶν δὲ κασιγνήτην, ὅτ ̓ ἐνι Θρῄκεσσιν ἄνασσον, Κλειοπάτρην δνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν. 240 ἴσκεν Αγηνορίδης· ἀδινὸν δ ̓ ἕλε κήδος ἕκαστον ἡρώων, περὶ δ ̓ αὖτε δύω υἷας Βορέαο.

δάκρυ δ ̓ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδέ τ' ἔειπεν Ζήτης, ἀσχαλόωντος ἑλων χερὶ χεῖρα γέροντος να δείλ', οὔτινά φημι σέθεν σμυγερώτερον ἄλλων 245 ἔμμεναι ἀνθρώπων. τί νύ τοι τόσα κήδὲ ἀνῆπται; ἦρα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσιν

μαντοσύνας δεδαώς; τῶ τοι μέγα μηνιόωσιν;
ἄμμι γε μὴν νόος ἔνδον ἀτύξεται ἱεμένοισιν
χραισμεῖν, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων

250 νῶιν. ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶ
ἀθανάτων. οὐ δ ̓ ἂν πρὶν ἐρητύσαιμεν ιούσας

Αρπυίας, μάλα περ λελιημένοι, ἔςτ ̓ ἂν ὁμοσσῃς, μὴ μεν τοϊό γ' ἕκητι θεοῖς ἀπο θυμοῦ ἔσεσθαι. “

66

ὡς φάτο· τοῦ δ ̓ ἐθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχεν 255 γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδ ̓ ἐπέεσσιν „,σίγα· μή μοι ταῦτα νόῳ ἔνι βάλλεο, τέκνον. ἔστω Λητούς υἱός, ὅ με πρόφρων ἐδίδαξεν μαντοσύνας· ἴστω δὲ δυσώνυμος, ἥ μ' ἔλαχεν, κὴρ καὶ τόδ' ἐπ ̓ ὀφθαλμῶν ἀλαὸν νέφος, οἵ τ ̓ ὑπένερθεν 260 δαίμονες, οἳ μηδ ̓ ὧδε θανόντι περ εὐμενέοιεν, ὡς οὔ τις θεόθεν χόλος ἔσσεται εἵνεκ ̓ ἀρωγῆς.“ τὼ μὲν ἔπειθ ̓ ὅρκοισιν ἀλαλκέμεναι μενέαινον. αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι, λοίσθιον Αρπυίῃσιν ἑλώριον· ἐγγύθι δ ̓ ἄμφω 265 στῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν. καὶ δὴ τὰ πρώτισθ ̓ ὁ γέρων ἔψανεν ἐδωδῆς, αἳ δ ̓ ἄφαρ ἠύτ ̓ ἄελλαι ἀδευκέες, ἢ στεροπαὶ ὥς ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο κλαγγῇ μαιμώωσαι ἐδητύος· οἱ δ ̓ ἐσιδόντες 270 ἥρωες μεσσηγὺς ἀνίαχον· αἱ δ ̓ ἅμ ̓ ἀυτῇ πάντα καταβρώξασαι ὑπερ πόντοιο φέροντο τῆλε παρέξ· ὀδμὴ δὲ δυσάσχετος αὖθι λέλειπτο. τάων δ ̓ αὖ κατόπισθε δύω υἷες Βορέαο

φάσγαν ̓ ἐπισχόμενοι ὀπίσω θέον. ἐν γὰρ ἕηκεν 275 Ζεὺς μένος ἀκάματόν σφιν· ἀτὰρ Διὸς οὔ κεν ἑπέσθητ νόσφιν, ἐπεὶ ζεφύροιο παραΐσοεσκον ἀέλλας αἰέν, ὅτ' ἐς Φινῆα καὶ ἐκ Φινῆος ἴοιεν.

ὡς δ ̓ ὅτ ̓ ἐνι κνημοισι κύνες δεδαημένοι ἄγρης
ἢ αἶγας κεραοὺς ἠὲ πρόκας ἰχνεύοντες

280 θείωσιν, τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν
ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας·
ὡς Ζήτης Καλαΐς τε μάλα σχεδὸν ἀίσσοντες
τάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσίν.

« IndietroContinua »