Immagini della pagina
PDF
ePub

και νύ κε δή σφ ̓ ἀέκητι θεῶν διεδηλήσαντο 285 πολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες, εἰ μὴ ἂρ ὠκέα Ιρις ἴδεν, κατα δ' αιθέρος άλτο οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κετέρυκεν του θέμις, ὦ υἱεῖς Βορέω, ξιφέεσσιν ἐλάσσαι Αρπυίας, μεγάλοιο Διὸς κύνας· ὅρκια δ ̓ αὐτὴ 290 δώσω ἐγών, ὡς οὐ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι.

ὡς φαμένη λοιβὴν Στυγὸς ὤμοσεν, ἥτε θεοῖσιν ῥιγίστη πάντεσσιν ἐπιδνοτάτη τε τέτυκται, μὴ μὲν ̓Αγηνορίδαο δόμοις ἔτι τᾶσδε πελάσσαι εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἦεν. 295 οἳ δ ̓ ὅρκῳ εὔξαντες ὑπέστρεφον ἂψ ἐπι νῆα σεύεσθαι. Στροφάδας δὲ μετακλείουσ ̓ ἄνθρωποι νήσους τοῖό γ ̓ ἕκητι, πάρος Πλωτὰς καλέοντες. Αρπυιαί τ' Ἶρίς τε διέτμαγον. αἱ μὲν ἔδυσαν κευθμώνα Κρήτης Μινωίδος· ἡ δ ̓ ἀνόρουσεν 300 οὔλυμπον δὲ, θοῇσι μεταχθονίη πτερύγεσσιν. τόφρα δ' ἀριστῆες πινόεν περὶ δέρμα γέροντος πάντῃ φοιβήσαντες ἐπικριδὸν ἱρεύσαντο μῆλα, τάτ ̓ ἐξ Αμύκοιο λεηλασίης ἐκόμισσαν. αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνι μεγάροισιν ἔθεντο, 305 δαίνυνθ' ἑζόμενοι· συν δέ σφισι δαίνυτο Φινεύς ἁρπαλέως, οἷόν τ ̓ ἐν ὀνείρασι θυμὸν ἰαίνων. ἔνθα δ ̓ ἐπεὶ δόρποιο κορέσσαντ' ἠδὲ ποτῆτος, παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες. αὐτὸς δ ̓ ἐν μέσσοισι παρ ̓ ἐσχάρῃ ἧστο γεραιὸς 310 πείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου γκλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ύμμι δαῆναι ἀτρεκές· ὅσσα δ' ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσιν χρείων εξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτὸς

315 βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν

μαντοσύνης, ἵνα καί τι θεῶν χατέωσι νόοιο. πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο, Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν. τάων οὔτινά φημι διαμπερές ἐξαλέασθαι. 320 οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν, ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύνεται ὕδωρ βρασσόμενον, στρηνὲς δὲ περι στυφελῇ βρέμει ἀκτῇ τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε, 325 εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τ' ἀλέγοντες πείρετε· μὴ δ ̓ αὐτως αὐτάγρετον οἶτον ὄλησθε ἀφραδέως, ἢ θύνετ ̓ ἐπισπόμενοι νεότητι. οἰωνῷ δὴ πρόσθε πελειάδι πειρήσασθαι νηὸς ἀποπρομεθέντες ἐφιέμεν. ἢν δὲ δι' αὐτῶν 330 πετράων πόντον δὲ σόη πτερύγεσσι δίηται, μηκέτι δὴν μηδ' αὐτοὶ ἐρητύεσθε κελεύθου, ἀλλ ̓ εὖ καρτύναντες ἑαῖς ἐνι χερσὶν ἐρετμὰ τέμνεθ ̓ ἁλὸς στεινωπόν· ἐπεὶ φάος οὐ νύ τι τόσσοι ἔσσετ' ἐν εὐχωλῇσιν, ὅσον τ' ἐνι κάρτεϊ χειρῶν. 335 τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθε θαρσαλέως· πρὶν δ ̓ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω. εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται, ἄψορροι στέλλεσθε· ἐπεὶ πολὺ βέλτερον εἶξαι ἀθανάτοις. οὐ γάρ κε κακόν μόρον ἐξαλέαισθε 340 πετράων, οὐδ ̓ εἴ κε σιδηρείη πέλοι 'Αργώ.

μέλεοι, μὴ τλῆτε παρεξ ἐμὰ θέσφατα βῆναι, εἰ καί με τρὶς τόσσον οίεσθ ̓ οὐρανίδησιν, ὅσσον ἀνάρσιος εἰμι, καὶ εἰ πλεῖον στυγέεσθαι· μὴ τλῆτ' οἰωνοῖο παρεξ ἔτι νηὶ περῆσαι.

345 καὶ τὰ μὲν ὥς κε πέλῃ, τὼς ἔσσεται. ἦν δὲ φύγητε σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου, αὐτίκα Βιθυνῶν ἐπι δεξιὰ γαῖαν ἔχοντες

πλώετε ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὖτε Ρήβαν ὠκυρόην ποταμὸν ἀκτήν τε Μέλαιναν 350 γνάμψαντες νήσου Θυνηίδος ὅρμον ἵκησθε. κεῖθεν δ ̓ οὐ μάλα πουλὺ διεξ ἁλὸς ἀντιπέραιαν γῆν Μαριανδυνῶν ἐπικέλσετε νοστήσαντες. ἔνθα μὲν εἰς ̓Αίδαο καταιβάτις ἐστὶ κέλευθος, ἄκρη τε προβλὴς Αχερουσιὰς ὑψόθι τείνει, 355 δινήεις τ' Αχέρων αὐτὴν δια νειόθι τέμνων ἄκρην ἐκ μεγάλης προχοὰς ἵησι φάραγγος. ἀγχίμολον δ ̓ ἐπι τῇ πολέας παρανεῖσθε κολωνοὺς Παφλαγόνων, τοῖσιν Ἐνετήιος ἐμβασίλευσεν πρῶτα Πέλοψ, τοῦ καί περ ἀφ' αἵματος εὐχετόωνται. 360 ἔστι δέ τις ἄκρη Ελίκης κατεναντίον ἄρκτου, πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Καραμβιν, τῆς καὶ ὑπερ βορέαο περισχίζονται ἄελλαι· ὧδε μάλ' ἀμ πέλαγος τετραμμένη αιθέρι κύρει. τὴν δὲ περιγνάμψαντι πολὺς παρακέκλιται ἤδη 365 αἰγιαλός· πολέος δ ̓ ἐπι πείρασιν αἰγιαλοῖο ἀκτῇ ἔπι προβλῆτι ῥοαὶ Αλυος ποταμοῖο δεινὸν ἐρεύγονται· μετα τὸν δ ̓ ἀγχίρροος Ίρις μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις. κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκων 370 ἐξανέχει γαίης· ἐπὶ δὲ στόμα Θερμώδοντος κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ἐπ' ἄκρην μύρεται, εὐρείης διαειμένος ἠπείροιο.

ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες τρισσαὶ ̓Αμαζονίδων, μετά τε σμυγερώτατοι αι δρῶν 375 τρηχείην Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν, ἐργατίναι· τοὶ δ ̓ ἀμφι σιδήρεα ἔργα μέλονται. ἄγχι δὲ ναιετάουσι πολύρρηνες Τιβαρηνοὶ Ζηνὸς Ευξείνοιο Γενηταίην ὑπερ ἄκρην. τῇ δ ̓ ἐπι Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν

380 ἑξείης ἤπειρον υπωρείας τε νέμονται,

δουρατέοις πύργοισιν ἐν οἰκία τεκτήναντες κάλινα καὶ θαλάμους εὐπηγέας, οὓς καλέουσιν μόσουνας· καὶ δ ̓ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν. τοὺς παραμειβόμενοι λισσῇ ἐπικέλσετε νήσῳ, 385 μήτι παντοίῃ μέγ ̓ ἀναιδέας ἐξελάσαντες οἰωνούς, οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσιν νῆσον ἐρημαίην. τῇ μέν τ' ἐνι νηὸν "Αρηος λαΐνεον ποίησαν ̓Αμαζονίδων βασίλειαι Ὀτρηρή τε καὶ ̓Αντιόπη, ὁπότε στρατόωντο. 390 ἔνθα γὰρ ἔμμιν ὄνειας ἀδευκέος ἐξ ἁλὸς εἰσιν ἀρητόν· τῶ καί τε φίλα φρονέων ἀγορεύω ἰσχέμεν. ἀλλὰ τί ἤ με πάλιν χρειὼ ἀλιτέσθαι μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντι; νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης 395 φέρβονται Φίλυρες· Φιλύρων δ ̓ ἐφύπερθεν ἔασιν Μάκρωνες· μετὰ δ ̓ αὖ περιώσια φύλα Βεχείρων. ἑξείης δὲ Σάπειρες ἐπι σφίσι ναιετάουσιν· Βύζηρες δ ̓ ἐπι τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη αὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι. ἀλλ ̓ ἐνι νη 400 πείρεθ ̓, ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ. ἔνθα δ ̓ ἐπὶ ἠπείροιο Κυταιίδος ἠδ ̓ Αμαραντῶν τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει. κείνου νῆς ἐλάοντες ἐπι προχοὰς ποταμοῖο 405 πύργους εἰσόψεσθε Κυταιέος Αιήταο

410

ἄλσός τε σκιόειν "Αρεος, τόθι κώας ἐπ' ἄκρης
πεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι,
ἀμφὶς ὀπιπτεύει δεδοκημένος· οὐ δέ οἱ ἦμαρ,
οὐ κνέφας ἥδυμος ὕπνος ἀναιδέα δάμναται ὄσσε.“
ὡς ἂρ ἔφη· τοὺς δ ̓ εἶθαρ ἕλεν δέος εἰσαΐοντας.
δὴν δ ̓ ἔσαν ἀμφασίῃ βεβολημένοι· ὀψὲ δ ̓ ἔειπεν

ἥρως Αίσονος υἱὸς ἀμηχανέων κακότητι

[ocr errors]

να γέρον, ἤδη μέν τε διίκεο πείρατ' ἀθλων ναυτιλίης καὶ τέκμαρ, ὅτῳ στυγερὰς δια πέτρας 415 πειθόμενοι Πόντον δὲ περήσομεν· εἰ δέ κεν αὖτις τᾶσδ ̓ ἡμῖν προφυγοῦσιν ἐς Ελλάδα νόστος ὀπίσσω ἔσσεται, ἀσπαστῶς κε παρα σέο καὶ τὸ δαείην. πῶς ἔρδω, πῶς αὐτε τόσην ἁλὸς εἶμι κέλευθον, νῆις ἐὼν ἑτάροις ἅμα νήισιν ; Αια δὲ Κολχὶς 420 Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν."

ὡς φάτο· τὸν δ ̓ ὁ γεραιὸς ἀμειβόμενος προσέειπεν ὦ τέκος, εὖτ ̓ ἂν πρῶτα φύγῃς ὀλοὰς δια πέτρας, θάρσει· ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει ἐξ Αίης· μετα δ' Αίαν ἅλις πομπῆες ἔσονται. 425 ἀλλά, φίλοι, φράζεσθε θεᾶς δολόεσσαν ἀρωγὴν Κύπριδος. ἐκ γὰρ τῆς κλυτὰ πείρατα κεῖται ἀέθλων. καὶ δέ με μηκέτι τῶνδε παροιτέρω εξερέεσθε. 65

ὡς φάτ' Αγηνορίδης· ἐπι δὲ σχεδὸν υἱέε δοιώ Θρηικίου Βορέαο κατ' αιθέρος ἀίξαντε

430 οὐδῷ ἔπι κραιπνοὺς ἔβαλον πόδας· οἱ δ ̓ ἀνόρουσαν ἐξ ἑδέων ἥρωες, ὅπως παρεόντας ἴδοντο. Ζήτης δ ̓ ἱεμένοισιν, ἔτ ̓ ἄσπετον ἐκ καμάτοιο ἄσθμ ̓ ἀναφυσιόων, μετεφώνεεν, ὅσσον ἄπωθεν ἤλασαν, ἠδ ̓ ὡς Ἶρις ἐρύκακε τᾶσδε δαΐξαι, 435 ὅρκιά τ' εὐμενέουσα θεὰ πόρεν, αἳ δ ̓ ὑπέδυσαν δείματι Δικταίης περιώσιον ἄντρον ἐρίπνης. γηθόσυνοι δ ̓ ἔπειτα δόμοις ἔνι πάντες ἑταῖροι αὐτός τ' ἀγγελίῃ Φινεὺς πέλεν. ὠκα δὲ τόνγε Αισονίδης περιπολλὸν ἐυφρονέων προσέειπεν 440, ἡ ἄρα δή τις έην, Φινεῦ, θεός, ὃς σέθεν ἄτης κήδετο λευγαλέης, καὶ δ ̓ ἡμέας αὖθι πέλασσεν τηλόθεν, ὄφρά τοι υἷες ἀμύνειαν Βορέαο· εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι, ἦ τ' ἂν οίων

« IndietroContinua »