Immagini della pagina
PDF
ePub

99

Αισονίδης μέν οἱ γενεὴν καὶ οὔνομ ̓ ἑκάστου 765 σφωιτέρων μυθεῖθ ̓ ἑτάρων, Πελίαό τ ̓ ἐφετμάς, ἠδ ̓ ὡς Λημνιάδεσσιν ἐπεξεινοῦντο γυναιξίν, ὅσσα τε Κύζικον ἀμφι Δολιονίην ἐτέλεσσαν, Μυσίδα θ ̓ ὡς ἀφίκοντο Κίον θ ̓, ὅθι κάλλιπον ἥρω Ἡρακλέην ἀέκοντι νόῳ, Γλαύκοιό τε βάξιν 770 πέφραδε, καὶ Βέβρυκας ὅπως Αμυκόν τ ̓ ἐδάιξαν, καὶ Φινῆος ἔειπε θεοπροπίας τε δύην τε, ἠδ ̓ ὡς Κυανέας πέτρας φύγον, ὡς τ ̓ ἀβόλησαν Λητοΐδῃ κατα νῆσον. ὃ δ ̓ ἑξείης ἐνέποντος θέλγετ ̓ ἀκουῇ θυμόν· ἄχος δ ̓ ἕλεν Ἡρακλῆι 775 λειπομένῳ, καὶ τοῖον ἔπος πάντεσσι μετηύδα ,,ὦ φίλοι, οἵου φωτὸς ἀποπλαγχθέντες ἀρωγῆς πείρετ ̓ ἐς Αιήτην τόσσον πλόον. εὖ γὰρ ἐγώ μιν Δασκύλου ἐν μεγάροισι κατ' αὐτόθι πατρὸς ἐμοῖο οἶδ ̓ ἐσιδών, ὅτε δεῦρο δι ̓ Ασίδος ἠπείροιο 780 πεζὸς ἔβη ζωστῆρα φιλοπτολέμοιο κομίζων Ἱππολύτης· ἐμὲ δ' εὗρε νέον χνοάοντα ιούλους. ἔνθα δ ̓ ἐπι Πριόναο κασιγνήτοιο θανόντος ἡμετέρου Μυσοΐσιν ὑπ ̓ ἀνδράσιν, ὅντινα λαὸς οἰκτίστοις ἐλέγοισιν ὀδύρεται ἐξέτι κείνου, 785 ἀθλεύων Τιτίην ἀπεκαίνυτο πυγμαχέοντα καρτερόν, ὃς πάντεσσι μετέπρεπεν ἠιθέοισιν εἶδός τ' ἠδὲ βίην· χαμάδις δέ οἱ ἤλασ ̓ ὀδόντας. αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπο πατρὶ δάμασσεν καὶ Φρύγας, οἳ ναίουσιν ὁμώλακας ἡμιν ἀρούρας, 790 φῦλά τε Βιθυνῶν αὐτῇ κτεατίσσατο γαίῃ,

ἔςτ' ἐπι Ῥηβαίου προχοὰς σκόπελόν τε Κολώνης· Παφλαγόνες δ ̓ ἐπι τοῖς Πελοπήιοι εἴκαθον αὕτως, ὅσσους Βιλλαίοιο μέλαν περιάγνυται ὕδωρ. ἀλλά με νῦν Βέβρυκες ὑπερβασίη τ' Αμύκονο 795 τηλόθι ναιετάοντος ἐνόσφισαν Ἡρακλῆος,

δὴν ἀποτεμνόμενοι γαίης ἅλις, ὄφρ ̓ ἐβάλοντο οὐρα βαθυρρείοντος ὑφ ̓ εἰαμεναῖς Ὑπίοιο. ἔμπης δ ̓ ἐξ ὑμέων ἔδοσαν τίσιν· οὐ δέ ἑ φημὶ ἤματι τοδ ̓ ἀέκητι θεῶν ἐπελάσσαι ἄρηα, 800 Τυνδαρίδην Βέβρυξιν, ὅτ ̓ ἀνέρα κεῖνον ἔπεφνεν. τῶ νῦν ἥντιν ̓ ἐγὼ τῖσαι χάριν ἄρκιός εἰμι, τίσω προφρονέως. ἡ γὰρ θέμις ήπεδανοῖσιν ἀνδράσιν, εὖτ ̓ ἄρξωσιν ἀρείονες ἄλλοι ὀφέλλειν· ξυνῇ μὲν πάντεσσιν ὁμόστολον ἔμμιν ἕπεσθαι 805 Δάσκυλον ότρυνέω, ἐμὸν υἱέα· τοῖς δ ̓ ἰόντος, ἦ τ ̓ ἂν ἐυξείνοισι διεξ ἁλὸς ἀντιάοιτε

ἀνδράσιν, ὄφρ ̓ αὐτοῖο ποτι στόμα Θερμώδοντος. νόσφι δὲ Τυνδαρίδαις Αχερουσίδος ὑψόθεν ἄκρης εἴσομαι ἱερὸν αἰπύ· τὸ μὲν μάλα τηλόθι πάντες 810 ναυτίλοι ἀμ πέλαγος θηεύμενοι ἱλάξονται·

και κέ σφιν μετέπειτα προ ἄστεος, οἷα θεοῖσιν,
πίονας εὐαρότοιο γύας πεδίοιο ταμοίμην.

66

ὡς τότε μὲν δαῖτ ̓ ἀμφι πανήμεροι ἑψιόωντο. ἦρί γε μὴν ἐπι νῆα κατήισαν ἐγκονέοντες· 815 καὶ δ ̓ αὐτὸς συν τοῖσι Λύκος κίε, μυρί' ὀπάσσας δῶρα φέρειν· ἅμα δ' υἷα δόμων ἐκ πέμπε νέεσθαι. ἔνθα δ' ̓Αβαντιάδην πεπρωμένη ἤλασε μοῖρα Ἴδμονα, μαντοσύνῃσι κεκασμένον· ἀλλά μιν οὔτι μαντοσύναι ἐσάωσαν, ἐπεὶ χρεὼ ήγε δαμῆναι. 820 κεῖτο γὰρ εἰαμενῇ δονακώδεος ἐν ποταμοῖο ψυχόμενος λαγόνας τε καὶ ἄσπετον ιλύϊ νηδύν κάποιος ἀργιόδων, ὀλοὸν τέρας, ὅν ῥα καὶ αὐταὶ νύμφαι ἑλειονόμοι ὑπεδείδισαν· οὐ δέ τις ἀνδρῶν ἠείδει· οἷος δὲ κατα πλατὺ βόσκετο τίφος. 825 αὐτὰρ ὅγ' ιλυόεντος ἀνα θρωσμοὺς ποταμοῖο νείσετ' Αβαντιάδης· ὃ δ ̓ ἂρ ἔκ ποθεν ἀφράστοιο ὕψι μάλ' ἐκ δονάκων ἀνεπάλμενος ἤλασε μηρὸν

ἀίγδην, μέσσας δὲ συν ὀστέῳ ἶνας ἔκερσεν. ὀξὺ δ ̓ ὅγε κλάγξας οὔδει πέσεν· οἱ δὲ τυπέντος 830 ἀθρόοι ἀντιάχησαν. ὀρέξατο δ' αἶψ ̓ ὀλοοῖο Πηλεὺς αἰγανέῃ φυγάδ ̓ εἰς ἕλος ὁρμηθέντος καπρίου· ἔσσυτο δ ̓ αὖτις ἐναντίος· ἀλλά μιν Ἴδας οὔτασε, βεβρυχὼς δὲ θοῷ περι κάππεσε δουρί. καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα· 835 τὸν δ ̓ ἕταροι ἐπι νῆα φέρον ψυχορραγέοντα ἀχνύμενοι, χείρεσσι δ ̓ ἑῶν ἐνικάτθαν ̓ ἑταίρων. ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι, ἀμφι δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες. ἤματα δὲ τρία πάντα γόων· ἑτέρῳ δέ μιν ἤδη 840 τάρχυον μεγαλωστί· συνεκτερέιζε δὲ λαὸς αὐτῷ ὁμοῦ βασιλῆι Λύκῳ· παρὰ δ ̓ ἄσπετα μῆλα, ἡ θέμις οἰχομένοισι, ταφήια λαιμοτόμησαν. καὶ δή τοι κέχυται τοῦδ ̓ ἀνέρος ἐν χθονὶ κείνῃ τύμβος· σῆμα δ ̓ ἔπεστι καὶ ὀψιγόνοισιν ιδέσθαι, 845 νήιος ἐκ κοτίνοιο φάλαγξ· θαλέθει δέ τε φύλλοις ἄκρης τυτθὸν ἔνερθ ̓ Αχερουσίδος. εἰ δέ με καὶ τὸ χρειὼ ἀπηλεγέως Μουσέων υπο γηρύσασθαι, τόνδε πολισσούχον διεπέφραδε Βοιωτοΐσιν Νισαίοισί τε Φοῖβος ἐπιρρήδην ἱλάεσθαι, 850 ἀμφὶ δὲ τήνγε φάλαγγα παλαιγενέος κοτίνοιο ἄστυ βαλεῖν· οἳ δ ̓ ἀντι θεουδέος Αιολίδας Ἴδμονος εἰσέτι νῦν ̓Αγαμήστορα κυδαίνουσιν.

τίς γὰρ δὴ θάνεν ἄλλος; ἐπεὶ καὶ ἔτ ̓ αὖτις ἔχευαν ἥρωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο.

855 δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν. Αγνιάδην Τιφυν θανέειν φάτις· οὐ δέ οἱ ἦεν μοῖρ ̓ ἔτι ναυτίλλεσθαι ἑκαστέρω. ἀλλά νυ καὶ τὸν αὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος, εἰσότ ̓ Αβαντιάδαο νέκυν κτερέιξεν ὅμιλος.

860 ἄτλητον δ ̓ ὀλοῷ ἐπι πήματι κῆδος ἕλοντο.
δὴ γὰρ ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέιξαν
αὐτοῦ, ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες,
ἐντυπὰς εὐκήλως εἰλυμένοι οὔτέ τι σίτου

μνώοντ ̓ οὔτε ποτοῖς· κατήμυσαν δ ̓ ἀχέεσσιν 865 θυμόν, ἐπεὶ μάλα πολλὸν ἀπ ̓ ἐλπίδος ἔπλετο νόστος καί νύ κ' ἔτι προτέρω τετιημένοι ἰσχανόωντο, εἰ μὴ ἄρ ̓ Αγκαίῳ περιώσιον ἔμβαλεν Ἥρη θάρσος, ὃν Ἰμβρασίοισι παρ ̓ ὕδασιν Αστυπάλαια τίκτε Ποσειδάωνι· περιπρὸ γὰρ εὖ ἐκέκαστο 870 ιθύνειν. Πηλῆα δ ̓ ἐπεσσύμενος προσέειπεν

[ocr errors]

Αιακίδη, πῶς καλὸν ἀφειδήσαντας ἀθλων γαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι; οὐ μὲν ἄρηος ἴδριν ἐόντα με τόσσον ἄγει μετὰ κῶας Ἰήσων Παρθενίης ἀπάνευθεν, ὅσον τ ̓ ἐπιίστορα νηῶν. 875 τῶ μή μοι τυτθόν γε δέος περι νηὶ πελέσθω. ὡς δὲ καὶ ὧλλοι δεῦρο δαήμονες ἄνδρες ἔασιν, τῶν ὅτινα πρύμνης ἐπιβήσομεν, οὔτις ἰάψει ναυτιλίην. ἀλλ ̓ ὦκα, παραιφάμενος τάδε πάντα, θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου.

880

99

66

ὡς φάτο· τοῖο δὲ θυμὸς ὀρέξατο γηθοσύνῃσιν, αὐτίκα δ ̓ οὐ μετα δηρὸν ἐνι μέσσοις ἀγόρευσεν δαιμόνιοι, τί νυ πένθος ἐτώσιον ἴσχομεν αὕτως; οἱ μὲν γάρ ποθι τοῦτον, ὃν ἔλλαχον, οἶτον ὄλοντο ἡμῖν μέν τ' ἂρ ἔασι κυβερνητῆρες ὁμίλῳ 885 καὶ πολέες. τῶ μή τι διατριβώμεθα πείρης· ἀλλ ̓ ἔγρεσθ ̓ εἰς ἔργον, ἀπορρίψαντες ἀνίας. τὸν δ ̓ αὖτ' Αίσονος υἱὸς ἀμηχανέων προσέειπεν Διακίδη, πῇ δ ̓ οἶδε κυβερνητῆρες ἔασιν; οὓς μὲν γὰρ τὸ πάροιθε δαήμονας εὐχόμεθ ̓ εἶναι, 890 οἶδε κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσιν.

66

τῶ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην,

εἰ δὴ μήτ' ὀλοοῖο μετα πτόλιν Αιήταο ἔσσεται, ἠὲ καὶ αὖτις ἐς Ελλάδα γαῖαν ἱκέσθα πετράων ἔκτοσθε, κατ' αὐτόθι δ ̓ ἄμμε καλύψει 895 ἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας.“

ὡς ἔφατ'. ̓Αγκαῖος δὲ μάλ ̓ ἐσσυμένως ὑπέδεκτο νῆα θοὴν ἄξειν· δὴ γὰρ θεοῦ ἐτράπεθ ̓ ὁρμῇ. τὸν δὲ μετ' Ἐργῖνος καὶ Ναύπλιος Εὔφημος τε ὤρνυντ', ιθύνειν λελιημένοι. ἀλλ ̓ ἄρα τούςγε 900 ἔσχενον· ̓Αγκαίῳ δὲ πολεῖς ᾔνησαν ἑταίρων. ἠροι δ ̓ ἤπειτα δυωδεκάτῳ ἐπέβαινον

ἤματι· δὴ γάρ σφιν ζεφύρου μέγας οὖρος ἄητο. καρπαλίμως δ' Αχέροντα διεξεπέρησαν ἐρετμοῖς, ἐκ δ ̓ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δ ̓ ἐπιπρὸ 905 λαιφέων πεπταμένων τέμνον πλόον εὐδιόωντες. ὦκα δὲ Καλλιχόροιο παρα προχοὰς ποταμοῖο ἤλυθον, ἔνθ ̓ ἐνέπουσι Διὸς Νυσήιον υία, Ἰνδῶν ἡνίκα φυλα λιπὼν κατενάσσατο Θήβας, ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν, 910 ᾧ ἐν ἀμειδήτους ἁγίας ευνάζετο νύκτας, ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες ἠδὲ καὶ Αὐλίον ἄντρον ἐπωνυμίην καλέουσιν. ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ακτορίδαο, ὅς ῥά τ' Αμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο 915 αψ ἀνιών δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι βλήμενος ἰῷ κεῖθεν ἐπ ̓ ἀγχιάλου πάνεν ἀκτῆς. οὐ μέν την προτέρω ἔτ ̓ ἐμέτρον. ἧκε γὰρ αὐτὴ Φερσεφόνη ψυχὴν πολυδάκρυον Ακτορίδαο λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι. 920 τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα τοῖος ἐών, οἷος πόλεμον δ ̓ ἴεν· ἀμφι δὲ καλὴ τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ. καί δ' ὃ μὲν αὖτις ἔδυνε μέγαν ζόφον· οἳ δ ̓ ἐσιδόντες

[ocr errors]
[ocr errors]
« IndietroContinua »