Immagini della pagina
PDF
ePub

θάμβησαν· τοὺς δ' ώρσε θεοπροπέων ἐπικέλσαι 925 Αμπυκίδης Μόψος λοιβῇσί τε μειλίξασθαι.

οἳ δ ̓ ἀνα μὲν κραιπνῶς λαϊφος σπάσαν, ἐκ δὲ βαλόντες πείσματ ̓ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο, χύτλα τέ οἱ χεύοντο, καὶ ἥγνισαν ἔντομα μήλων. ἄνδιχα δ' αὖ χύτλων νηοσσόῳ Απόλλωνι

930 βωμὸν δειμάμενοι μῆλ ̓ ἔφλεγον· ἀν δὲ καὶ Ὀρφεὺς θῆκε λύρην· ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ. αὐτίκα δ ̓ οἵγ ̓ ἀνέμοιο κατασπέρχοντος ἔβησαν νῆ ̓ ἔπι· καδ δ ̓ ἄρα λαίφος έρυσσάμενοι τανύοντο ἐς πόδας ἀμφοτέρους· ἡ δ ̓ ἐς πέλαγος πεφόρητο 935 ἐντενές, ἠυτέ τίς τε δι' ἠέρος ὑψόθι κίρκος ταρσὸν ἐφεὶς πνοιῇ φέρεται ταχύς, οὐ δὲ τινάσσει ῥιπήν, εὐκήλοισιν ἐνευδιόων πτερύγεσσιν. καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος, πρηϋτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρη 940 Λητωίς, ἄγρηθεν ὅτ ̓ οὐρανὸν εἰσαναβαίνῃ, ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν.

νυκτί τ ̓ ἔπειτ ̓ ἄλληκτον ἐπι προτέρωσε θέοντες Σήσαμον αἰπεινούς τε παρεξενέοντ' Ερυθίνους, Κρωβίαλον, Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον. 945 ἔνθεν δ ̓ αὖτε Κάραμβιν ἅμ' ἠελίοιο βολῇσιν γνάμψαντες παρα πουλὺν ἔπειτ ̓ ἤλαυνον ἐρετμοῖς αἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπ ̓ ἤματι νύκτα.

αὐτίκα δ' Ασσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην, θυγατέρ Ασωποῖο, καθίσσατο καί οἱ ὄπασσεν 950 παρθενίην Ζεὺς αὐτός, ὑποσχεσίῃσι δολωθείς. δὴ γὰρ ὃ μὲν φιλότητος ἐέλδετο· νεῦσε δ ̓ ὅγ ̓ αὐτῇ δωσέμεναι, ὅ κεν ᾗσι μετα φρεσὶν ιθύσειεν.

ἡ δέ ἑ παρθενίην ᾐτήσατο κερδοσύνῃσιν. ὡς δὲ καὶ ̓Απόλλωνα παρήπαφεν εὐνηθῆναι 955 ἱέμενον, ποταμόν τ' ἐπι τοῖς"Αλυν· οὐ δὲ μὲν ἀνδρῶν

τήνγέ τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν. ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηιμάχοιο υίες, Δηιλέων τε καὶ Αὐτόλυκος Φλογίος τε τῆμος ἔθ', Ἡρακλῆος ἀποπλαγχθέντες, ἔναιον· 960 οἵ ῥα τόθ', ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν, σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες· οὐ δ ̓ ἔτι μιμνάζειν θέλον ἔμπεδον, ἀλλ ̓ ἐνι νηί, ἀργεστᾶο παράσσον ἐπιπνείοντος, ἔβησαν. τοῖσι δ' ὁμοῦ μετέπειτα θοῇ πεφορημένοι αὔρῃ 965 λείπον Αλυν ποταμόν, λεῖπον δ ̓ ἀγχίρροον Ἶριν ἠδὲ καὶ ̓Ασσυρίης πρόχυσιν χθονός· ἤματι δ ̓ αὐτῷ γνάμψαν ̓Αμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην. ἔνθά ποτε προμολούσαν 'Αρητιάδα Μελανίππην ἥρως Ἡρακλέης ἐλοχήσατο, καί οἱ ἄποινα 970 Ιππολύτη ζωστήρα παναίολον ἐγγυάλιξεν ἀμφι κασιγνήτης· ὃ δ ̓ ἀπήμονα πέμψεν ὀπίσσω. τῆς οἴγ ̓ ἐν κόλπῳ, προχοαῖς ἔπι Θερμώδοντος, κέλσαν, ἐπεὶ καὶ πόντος ὀρίνετο νεισομένοισιν. τῷ δ ̓ οὔτις ποταμῶν ἐναλίγκιος, οὐ δὲ ῥέεθρα 975 τόσσ ̓ ἐπι γαῖαν ἵησι παρεξ ἔθεν ἄνδιχα βάλλων. τετράδος εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκαστα πεμπάζοι· μία δ' οἴη ἐτήτυμος ἔπλετο πηγή. ἣ μέν τ ̓ ἐξ ὀρέων κατανείσεται ἤπειρον δὲ ὑψηλῶν, ἅτε φασὶν Αμαζόνια κλείεσθαι. 980 ἔνθεν δ ̓ αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖαν ἀντικρύ· τῶ καί οἱ ἐπίστροφοί εἰσι κέλευθοι· αἰεὶ δ ̓ ἄλλυδις ἄλλη, ὅπῃ κύρσειε μάλιστα ἠπείρου χθαμαλῆς, εἱλίσσεται· ἡ μὲν ἄπωθεν, ἡ δὲ πέλας· πολέες δὲ πόροι νώνυμνοι ἔασιν, 985 ὅππῃ ὑπεξαφύονται· ὃ δ ̓ ἀμφαδὸν ἄμμιγα παύροις Πόντον ἐςΑξεινον κυρτὴν ὑπερεύγεται ἄχνην. και νύ κε δηθύνοντες Αμαζονίδεσσιν ἔμιξαν

-

ὑσμίνην, καὶ δ ̓ οὔ κεν ἀναιμωτί γ ̓ ἐρίδηναν, οὐ γὰρ ̓Αμαζονίδες μάλ' ἐπητέες, οὐ δὲ θέμιστας 990 τίουσαι πεδίον Δοιάντιον ἀμφενέμοντο·

ἀλλ ̓ ὕβρις στονόεσσα καὶ "Αρεος ἔργα μεμήλει· δὴ γὰρ καὶ γενεὴν ἔσαν Αρεος Αρμονίης τε νύμφης, ἥτ' Αρηι φιλοπτολέμους τέκε κούρας, ἄλσεως Ακμονίοιο κατα πτύχας εὐνηθεῖσα 995 εἰ μὴ ἂρ ἐκ Διόθεν πνοιαὶ πάλιν ἀργεστᾶο ἤλυθον. ἡ δ ̓ ἀνέμῳ περιηγέα κάλλιπεν ἄκρην, ἔνθα Θεμισκύρειαι Αμαζόνες ωπλίζοντο.

οὐ γὰρ ὁμηγερέες μίαν ἀμ πόλιν, ἀλλ' ἀνα γαῖαν κεκριμέναι κατα φύλα διάτριχα ναιετάασκον· 1000 νόσφι μὲν αἶδ ̓ αὐταί, τῇσιν τότε κοιρανέεσκεν Ἱππολύτη, νόσφιν δὲ Λυκάστιαι ἀμφενέμοντο, νόσφι δ ̓ ἀκοντοβόλοι Χαδήσιαι. ἤματι δ ̓ ἄλλῳ νυκτί τ ̓ ἐπιπλομένῃ Χαλύβων παρα γαῖαν ἕκοντο. τοῖσι μὲν οὔτε βοῶν ἄροτος μέλει, οὔτέ τις ἄλλη 1005 φυταλιὴ καρποῖο μελίφρονος· οὐ δὲ μὲν οἴγε ποίμνας ἑρσήεντι νομῷ ἔνι ποιμαίνουσιν.

ἀλλὰ σιδηροφόρον στυφελὴν χθόνα γατομέοντες ὦνον ἀμείβονται βιοτήσιον· οὐ δέ ποτέ σφιν ἠὼς ἀντέλλει καμάτων ἄτερ, ἀλλὰ κελαινῇ 1010 λιγνύϊ και καπνῷ κάματον βαρὺν ὀτλεύουσιν.

τοὺς δὲ μετ' αὐτίκ ̓ ἔπειτα Γενηταίου Διὸς ἄκρην γνάμψαντες σώοντο παρεξ Τιβαρηνίδα γαῖαν. ἔνθ ̓ ἐπεὶ ἄρκε τέκωνται ὑπ' ἀνδράσι τέκνα γυναίκες, αὐτοὶ μὲν στενάχουσιν ἐνι λεχέεσσι πεσόντες, 1015 κράατα δησάμενοι· ταὶ δ ̓ εὖ κομέουσιν ἐδωδῇ ἀνέρας, ἠδὲ λοετρὰ λεχώνα τοῖσι πένονται.

Ἱερὸν αὖτ ̓ ἐπι τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον, ἡ ἔνι Μοσσύνοικοι ἀν ̓ οὔρεα ναιετάουσιν μόσσυνας, καὶ δ ̓ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν.

[ocr errors]

1020 ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται. ὅσσα μὲν ἀμφαδίῃ ῥέζειν θέμις, ἢ ἐνι δήμῳ, ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται· ὅσσα δ ̓ ἐνι μεγάροις πεπονήμεθα, κεῖνα θύραζε ἀψεγέως μέσσῃσιν ἐνι ῥέζουσιν ἀγυιαῖς. 1025 οὐ δ ̓ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλὰ σύες ὥς φορβάδες, οὐδ ̓ ἠβαιὸν ἀτυζόμενοι παρεόντας, μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν. αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει,

1030 σχέτλιος. ἢν γάρ που τι θεμιστεύων ἀλίτηται, λιμῷ μιν κεῖν ̓ ἦμαρ ἐνικλείσαντες ἔχουσιν.

τοὺς παρανεισόμενοι καὶ δὴ σχεδὸν ἀντιπέρηθεν νήσου Αρητιάδος τέμνον πλόον εἰρεσίῃσιν ἠμάτιοι· λιαρὴ γὰρ ὑπο κνέφας ἔλλιπεν αὔρη. 1035 ἤδη καί τιν ΰπερθεν ̓Αρήιον αίσσοντα ἐνναέτην νήσοιο δι' ἠέρος ὄρνιν ἴδοντο,

ὅς ῥα τιναξάμενος πτέρυγας κατα νῆα θέουσαν ἧκ' ἐπι οἱ πτερὸν ὀξύ· τὸ δ ̓ ἐν λαιῷ πέσεν ὤμῳ δίου Οιλῆος· μεθέηκε δὲ χερσὶν ἐρετμὸν

1040 βλήμενος· οἳ δὲ τάφον πτερόεν βέλος εἰσορόωντες. καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Ἐριβώτης, ἕλκος δὲ ξυνέδησεν, ἀπο σφετέρου κολεοῖο λυσάμενος τελαμῶνα κατήορον· ἐκ δ ̓ ἐφαάνθη ἄλλος ἐπι προτέρῳ πεποτημένος· ἀλλά μιν ἥρως 1045 Εὐρυτίδης Κλύτιος - πρὸ γὰρ ἀγκύλα τείνατο τόξα, ἧκε δ ̓ ἐπ' οἰωνὸν ταχινὸν βέλος, εὖτ ̓ ἂς ἐπέπτη – πλῆξεν· δινηθεὶς δὲ θοῆς πέσεν ἀγχόθι νηός. τοῖσιν δ' ̓Αμφιδάμας μυθήσατο, παῖς Αλεοίο ,,νῆσος μὲν πέλας ἡμιν Αρητιάς· ἴστε καὶ αὐτοὶ 1050 τούσδ' ὄρνιθας ἰδόντες. ἐγὼ δ ̓ οὐκ ἔλπομαι τοὺς τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν. ἀλλά τιν' ἄλλην

μῆτιν πορσύνωμεν ἐπίρροπον, εἴ κ' ἐπικέλσαι μέλλετε, Φινῆος μεμνημένοι, ὡς ἐπέτελλεν. οὐδὲ γὰρ Ἡρακλέης, ὁπότ ̓ ἤλυθεν ̓Αρκαδίην δέ, 1055 πλωίδας ὄρνιθας Στυμφαλίδας ἔσθενε λίμνης ὤσασθαι τόξοισι· τὸ μέν τ' ἐγὼ αὐτὸς ὄπωπα. ἀλλ' ὅγε χαλκείην πλατάγην ἐνι χερσὶ τινάσσων δούπει ἐπι σκοπιῆς περιμήκεος· αἳ δὲ φέβοντο τηλοῦ, ἀτυζηλῷ ὑπο δείματι κεκληγυίαι. 1060 τῶ καὶ νῦν τοίην τίν' ἐπιφραζώμεθα μῆτιν αὐτὸς δ ̓ ἂν τὸ πάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι. ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας, ἡμίσεες μὲν ἐρέσσετ' ἀμοιβαδίς, ἡμίσεες δὲ δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα. 1065 αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτ' αυτὴν ἀθρόοι, ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνται νεύοντάς τε λόφους καὶ ἐπήορα δούραθ ̓ ὑπερθεν. εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα, δὴ τότ' ἔπειτα συν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον.“ ὡς ἂρ ἔφη· πάντεσσι δ ̓ ἐπίρροπος ἥνδανε μῆτις. ἀμφι δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο φοινίκεοι. καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον, τοὶ δ ̓ αὖτ ̓ ἐγχείῃσι καὶ ἀσπίσι νῆς ἐκάλυψαν. 1075 ὡς δ ̓ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ, δώματος ἀγλαΐην τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ, ἄλλῳ δ ̓ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν· ὣς οἵν ̓ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν. οἴη δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο

1070

1080 ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες, τοίη ἂρ ὑψόθι νηὺς ἐς ἠέρα κίδνατ' αυτή.

οὐ δέ τιν οἰωνῶν ἔτ ̓ ἐσέδρακον, ἀλλ' ὅτε νήσῳ χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αυτίκ' ἂρ οἴγε

« IndietroContinua »