Immagini della pagina
PDF
ePub

„,οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις, ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτες, μὴ δ ̓ ἐρίδαινε 110 χωομένη σῷ παιδί· μεταλλήξει γὰρ ὀπίσσω.

ἦ ῥα, καὶ ἔλλιπε θῶκον· ἐφωμάρτησε δ' Αθήνη. ἐκ δ ̓ ἴσαν ἄμφω ταίγε παλίσσυτοι, ἠδὲ καὶ αὐτὴ βῆ δ ̓ ἵμεν Οὐλύμποιο κατα πτύχας, εἴ μιν ἐφεύροι. εὗρε δὲ τόνγ ̓ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ, 115 οὐκ οἶον, μετὰ καὶ Γανυμήδεα, τόν ρα ποτε Ζεὺς οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν, κάλλεος ἱμερθείς. ἀμφ' ἀστραγάλοισι δὲ τώγε χρυσείοις, ἅτε κοῦροι ὁμήθεες, ἑψιόωντο.

καί ῥ' ὃ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπο μαζῷ 120 μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν, ὀρθὸς ἐφεστηώς· γλυκερὸν δέ οἱ ἀμφι παρειὰς χροιῇ θάλλεν ἔρευθος. ὃ δ ̓ ἐγγύθεν ὀκλαδὸν ἧστο σιγα κατηφιόων· δοιὼ δ ̓ ἔχεν, ἄλλον ἔτ' αὕτως ἄλλῳ ἐπιπροϊείς· κεχόλωτο δὲ καγχαλόωντι. 125 καὶ μὴν τούσγε παράσσον ἐπι προτέροισιν ὀλέσσας βῆ κενεαῖς συν χερσὶν ἀμήχανος, οὐ δ ̓ ἐνόησεν Κύπριν ἐπιπλομένην. ἡ δ ̓ ἀντίη ἵστατο παιδός, καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν „,τίπτ ̓ ἐπιμειδιάας, ἄφατον κακόν; δέ μιν αύτως 130 ἤπαφες, οὐ δὲ δίκῃ περιέπλεο, νῆιν ἐόντα;

εἰ δ ̓ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅ ττι κεν εἴπω·
καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα
κεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Αδρήστεια
ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι,

135 σφαίραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο
χειρῶν Ηφαίστοιο κατακτεατίσσῃ ἄρειον.
χρύσεα μέν οἱ κύκλα τετεύχαται· ἀμφι δ ̓ ἑκάστῳ
διπλόαι ἁψίδες περιηγέες εἱλίσσονται·

κρυπταὶ δὲ ῥαφαί εἰσιν· ἕλιξ δ ̓ ἐπιδέδρομε πάσαις

140 κυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνι χερσὶ βάλοιο, ἀστὴρ ὥς, φλεγέθοντα δι' ἠέρος ὁλκὸν ἵησιν. τήν τοι ἐγὼν ὀπάσω· σὺ δὲ παρθένον Αιήταο θέλξον διστεύσας ἐπ ̓ Ἰήσονι· μὴ δέ τις ἔστω ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη.

145

66

ὡς φάτο· τῷ δ ̓ ἀσπαστὸν ἔπος γένετ ̓ εἰσαΐοντι. μείλια δ ̓ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχει ἀμφιμεμαρπώς. λίσσετο δ' αἶψα πορεῖν αὐτοσχεδόν· ἡ δ ̓ ἀγανοῖσιν ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς, 150 κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα „,ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδ ̓ ἐμὸν αὐτῆς, ἢ μέν τοι δῶρόν γε παρέξομαι, οὐ δ ̓ ἀπατήσω, εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αιήταο.

66

φῆ· ὁ δ ̓ ἂρ ἀστραγάλους συναμήσατο, καδ δὲ φαεινῷ 155 μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ. αὐτίκα δ' ιοδόκην χρυσέῃ περικάτθετο μίτρῃ πρέμνῳ κεκλιμένην· ἀνα δ ̓ ἀγκύλον εἵλετο τόξον. βῆ δὲ διεκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν. αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν οὐλύμποιο 160 αἰθερίας· ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τ' ἀερθεὶς ἠέλιος πρώτῃσιν ἐρείδεται ἀκτίνεσσιν.

νειόθι δ ̓ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τ' ἀνδρῶν 165 φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δ ̓ αὖτε ἄκριες, ἀμφὶ δὲ πόντος ἀν αἰθέρα πολλὸν ἰόντι. ἥρωες δ ̓ ἀπάνευθεν ἑῆς ἐπι σέλμασι νηὸς ἐν ποταμῷ καθ ̓ ἕλος λελοχημένοι ἠγορόωντο. αὐτὸς δ' Αισονίδης μετεφώνεεν· οἳ δ ̓ ὑπάκουοι 170 ἠρέμας ᾗ ἐνι χώρῃ ἐπισχερὼ ἑδριόωντες.

„ὦ φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷ
ő

ἐξερέω· τοῦ δ ̓ ἔμμι τέλος κρηῆναι ἔοικεν.
ξυνὴ γὰρ χρειώ, ξυνοὶ δέ τε μῦθοι ἔασιν

πᾶσιν ὁμῶς· ὁ δὲ σιγα νόον βουλήν τ' ἀπερύκων 175 ίστω και νόστου τόνδε στόλον οἷος ἀπούρας.

ὧλλοι μὲν κατα νῆα συν ἔντεσι μίμνεθ ̓ ἕκηλοι· αὐτὰρ ἐγὼν ἐς δώματ' ἐλεύσομαι Αιήταο, υἷας ἑλὼν Φρίξοιο δύω δ ̓ ἐπι τοῖσιν ἑταίρους. πειρήσω δ ̓ ἐπέεσσι παροίτερον ἀντιβολήσας, 180 εἴ κ' ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι, ἦε καὶ οὔ, πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει. ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες φρασσόμεθ', εἴτ ̓ Αρηι συνοισόμεθ', εἴτέ τις ἄλλη μῆτις ἐπίρροθος ἔσται ἐεργομένοισιν ἀντῆς. 185 μὴ δ' αὕτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι, τόνδ' απαμείρωμεν σφέτερον κτέρας. ἀλλὰ πάροιθεν λωίτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας. πολλάκι τοι ῥέα μῦθος, ὅ κεν μόλις εξανύσειεν ἠνορέη, τόδ ̓ ἔρεξε κατα χρέος, ἵπερ ἐῴκει 190 πρηΰνας. ὃ δὲ καί ποτ' ἀμύμονα Φρίξον ἔδεκτο μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς. πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν Ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδ ̓ ἀλεγίζει.“

ὡς φάτ'· ἐπῄνησαν δὲ νέοι ἔπος Αισονίδαο 195 πασσυδίῃ, οὐ δ ̓ ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι. καὶ τότ' ἂρ υἱῆας Φρίξου Τελαμῶνά θ ̓ ἕπεσθαι ώρσε καὶ Αὐγείην· αὐτὸς δ ̓ ἕλεν Ερμείαο σκῆπτρον· ἄφαρ δ ̓ ἄρα νηὸς ὑπερ δόνακάς τε καὶ ὕδωρ

χέρσον δ ̓ ἐξαπέβησαν ἐπι θρωσμοῦ πεδίοιο. 200 Κιρκαῖον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν,

τῶν καὶ ἐπ' ἀκροτάτων νέκυες σειρῇσι κρέμανται

δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν ἀνέρας οἰχομένους πυρὶ καιέμεν· οὐ δ ̓ ἐνι γαίῃ 205 ἔστι θέμις στείλαντας ὕπερθ ̓ ἐπι σῆμα χέεσθαι· ἀλλ ̓ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις

210

δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δ ̓ ἴσην
καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν
θηλυτέρας· ἡ γάρ τε δίκη θεσμοῖο τέτυκται.

τοῖσι δὲ νεισομένοις Ἥρη φίλα μητιόωσα ἠέρα πουλὺν ἐφῆκε δι ἄστεος, ὄφρα λάθοιεν Κόλχων μυρίον ἔθνος ἐς Αιήταο κιόντες· ὦκα δ ̓ ὅτ' ἐκ πεδίοιο πόλιν καὶ δώμαθ ̓ ἵκοντο Αιήτεω, τότε δ ̓ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη. 215 ἔσταν δ ̓ ἐν προμολῇσι τεθηπότες ἕρκέ ἄνακτος εὐρείας τε πύλας καὶ κίονας, οἳ περι τοίχους ἑξείης ἄνεχον· θριγκὺς δ ̓ ἐφύπερθε δόμοιο λαΐνεος χαλκέησιν ἐπι γλυφίδεσσιν ἀρήρει. εύκηλοι δ ̓ ὑπερ οὐδὲν ἔπειτ ̓ ἔβαν. ἄγχι δὲ τοῖο 220 ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν ὑψοῦ ἀειρόμεναι μέγ' ἐθήλεον. αἳ δ ̓ ὑπο τῇσιν ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν Ηφαιστος. και ῥ ̓ ἡ μὲν ἀναβλύεσκε γάλακτι, ἣ δ' οἴνῳ, τριτάτη δὲ θυώδει νᾶεν ἀλοιφῇ· 225 ἡ δ ̓ ἂρ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δ ̓ ἀνιούσαις κρυστάλλῳ ἔκελον κοίλης ἀνεκήκιε πέτρης. τοῖ ̓ ἂρ ἐνι μεγάροισι Κυταιέος Αιήταο τεχνήεις Ηφαιστος ἐμήσατο θέσκελα ἔργα. 230 καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων ἦν στόματ', ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον· πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτήτι.

235 ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δ ̓ ἐπι πολλαὶ δικλίδες εὐπηγεῖς θάλαμοί τ' ἔσαν ἔνθα καὶ ἔνθα· δαιδαλέη δ' αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο. λέχρις δ' αιπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν· τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν, 240 κρείων Αιήτης συν ἑῇ ναίεσκε δάμαρτι· ἄλλῳ δ ̓ Αψυρτος ναῖεν πάις Αιήταο·

τὸν μὲν Καυκασίη νύμφη τέκεν Αστερόδεια πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν, Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυίαν· 245 καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα ἔκλεον, οἵνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν. τοὺς δ ̓ ἔχον ἀμφίπολοί τε καὶ Αιήταο θύγατρες ἄμφω, Χαλκιόπη, Μήδεια τε. τέτμον ἂρ οἵγε ἐκ θαλάμου θάλαμον δὲ κασιγνήτην μετιοῦσαν. 250 Ἥρη γάρ μιν ἔφυκε δόμῳ· πρὶν δ ̓ οὔτι θάμιζεν ἐν μεγάροις, Εκάτης δὲ πανήμερος ἀμφεπονεῖτο νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα.

καί σφεας ὡς ἔδεν ἄσσον, ἀνίαχεν· ὀξὺ δ ̓ ἄκουσεν Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι 255 νήματα καὶ κλωστήρας ἀολλέες ἔκτοθι πᾶσαι ἔδραμον. ἡ δ ̓ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὡς δὲ καὶ αὐτοὶ μητέρα δεξιόωντο, καὶ ἀμφαγαπαζον ἰδόντες γηθόσυνοι. τοῖον δὲ κινυρομένη φάτο μύθον 260,ἔμπης οὐκ ἂς ἐμέλλετ ̓ ἀκηδείῃ με λιπόντες τηλόθι πλάγξασθαι· μετα δ ̓ ὑμέας ἔτραπεν αἶσα. δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε πατρός. ὃ μὲν θνήσκων στυγερὰς ἐπετείλατ ̓ ἀνίας 265 ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ορχομενοῖο, ὅστις ὅδ' Ορχομενός, κτεάνων Αθάμαντος ἕκητι

« IndietroContinua »