Immagini della pagina
PDF
ePub

Γαίῃ τ' ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντων ἡρώων· γουνοῦτο δ ̓ ἀπήμονας εἶναι ἀρωγοὺς εὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι. αὐτίκα δ' Αγκαῖος τοῖον μετὰ μῦθον ἔειπεν 1280 „,Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα Φάσιδος· ὥρη δ ̓ ἧμιν ἐνι σφίσι μητιάασθαι, εἴτ ̓ οὖν μειλιχίῃ πειρησόμεθ' Αιήταο,

[ocr errors]

εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή.

ὡς ἔφατ' · "Αργου δ ̓ αὖτε παρηγορίῃσιν Ἰήσων 1285 ὑψόθι νῆς ἐκέλευσεν ἐπ ̓ εὐναίῃσιν ἐρύσσαι δάσκιον εἰσελάσαντας ἕλος· τὸ δ ̓ ἐπισχεδὸν ἦεν νεισομένων, ἔνθ' οίγε δια κνέφας ηὐλίζοντο. ἠὼς δ ̓ οὐ μετα δηρὸν ἐελδομένοισι φαάνθη.

ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

Α Ρ Γ Ο Ν Α Υ Τ Ι Κ Ω Ν Γ.

Εἰ δ ̓ ἄγενῦν, Ερατώ, παρά θ ̓ ἵστασο καί μοι ἐνίσπες, ἔνθεν ὅπως ἐς Ιωλκὸν ἀνήγαγε κώας Ιήσων Μηδείης ὑπ ̓ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις 5 παρθενικάς· τῷ καί τοι ἐπήρατον οὔνομ ̓ ἀνῆπται. ὡς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν μίμνον ἀριστῆες λελοχημένοι. αἳ δ ̓ ἐνόησαν Ἥρη Αθηναίη τε· Διὸς δ ̓ αὐτοῖο καὶ ἄλλων ἀθανάτων ἀπονόσφι θεῶν θάλαμον δὲ κιοῦσαι 10 βούλευον· πείραζε δ' Αθηναίην πάρος Ἥρη ,,αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχει βουλῆς.

τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες χρύσεον Αιήταο μεθ ̓ Ἑλλάδα κώας ἄγοιντο, ἦ καὶ τόνγ ̓ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν 15 μειλιχίοις; ἦ γὰρ ὅγ ̓ ὑπερφίαλος πέλει αἰνῶς. ἔμπης δ ̓ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.“

ὡς φάτο· τὴν δὲ παράσσον Αθηναίη προσέειπεν ,,καὶ δ ̓ αὐτὴν ἐμὲ τοῖα μετα φρεσὶν ὁρμαίνουσαν, Ἥρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω 20 φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει θυμὸν ἀριστήων· πολέας δ ̓ ἐπεδοίασα βουλάς. ἦ, καὶ ἐπ ̓ οὔδεος αἴγε ποδῶν πάρος ὄμματ' ἔπηξαν, ἄνδιχα πορφύρουσαι ἐνι σφίσιν. αὐτίκα δ' Ἥρη τοῖον μητιόωσα παροιτέρη ἔκφατο μύθον

66

25 „,δεῦρ ̓ ἴομεν μετα Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται κούρην Αιήτεω πολυφάρμακον οἷσι βέλεσσιν θέλξαι διστεύσας ἐπ ̓ Ἰήσονι. τὸν δ ̓ ἂν δίω κείνης ἐννεσίῃσιν ἐς Ελλάδα κῶας ἀνάξειν. 30 ὡς ἂρ ἔφη. πυκινὴ δὲ συνεύαδε μῆτις ̓Αθήνῃ, καί μιν ἔπειτ' ἐξαῦτις ἀμείβετο μειλιχίοισιν Ηρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων, οὐ δέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο. εἰ δὲ σοὶ αὐτῇ μῦθος ἐφανδάνει, ἦ τ' ἂν ἔγωγε 35 ἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα. ἦ, καὶ ἀναΐξασαι ἐπι μέγα δῶμα νέοντο Κύπριδος, ὅ ορά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις, ὁππότε μιν τὰ πρῶτα παραι Διὸς ἦγεν ἄκοιτιν. ἕρκεα δ ̓ εἰσελθοῦσαι ὑπ ̓ αἰθούσῃ θαλάμοιο 40 ἔσταν, ἵν ̓ ἐντύνεσκε θεὰ λέχος Ηφαίστοιο. ἀλλ ̓ ὃ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ήρι βεβήκει, νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα δαίδαλα χάλκευεν ῥιπῇ πυρός· ἡ δ ̓ ἄρα μούνη

ἧστο δόμῳ δινωτὸν ἀνα θρόνον, ἄντα θυράων· 45 λευκοῖσιν δ ̓ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις κόσμει χρυσείη δια κερκίδι, μέλλε δὲ μακροὺς πλέξασθαι πλοκάμους. τὰς δὲ προπάροιθεν ἰδοῦσα ἔσχεθεν, εἴσω τέ σφ ̓ ἐκάλει, καὶ ἀπὸ θρόνον ώρτο, εἶσέ τ' ἐνι κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτὴ 50 ΐζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας. τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν ὐθεῖαι, τίς δεῦρο νόος χρειώ τε κομίζει δηναιὰς αὕτως; τί δ ̓ ἱκάνετον, οὔτι πάρος γε λίην φοιτίζουσαι; ἐπεὶ περίεστε θεάων.

55

66

τὴν δ ̓ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν κερτομέεις· νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ. ἤδη γὰρ ποταμῷ ἐνι Φάσιδι νῆα κατίσχει Αισονίδης ἠδ ̓ ἄλλοι ὅσοι μετα κῶας ἕπονται. τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν, 60 δείδιμεν ἐκπάγλως, περι δ' Αίσονίδαο μάλιστα. τὸν μὲν ἐγών, εἰ καί περ ἐς Αιδα ναυτίλληται λυσόμενος χαλκέων Ιξίονα νειόθι δεσμῶν, ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνι σθένος ἔπλετο γυίοις, ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας, 65 ὅς μ' υπερηνορέη νέων ἀγέραστον ἔθηκεν. καὶ δ ̓ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατ' Ιήσων ἐξότ ̓ ἐπι προχοῇσιν ἅλις πλήθοντος Αναύρου ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν θήρης ἐξανιών· νιφετῷ δ ̓ ἐπαλύνετο πάντα 70 οὔρεα καὶ σκοπιαὶ περιμήκεις, οἱ δὲ κατ' αὐτῶν χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο. γρηὶ δέ μ' εἰσαμένην ὀλοφύρατο, καί μ' ἀναείρας αὐτὸς ἑοῖς ὠμοισι διεκ προαλὲς φέρεν ὕδωρ. τῶ νύ μοι ἄλληκτον περιτίεται· οὐ δέ κε λώβην 75 τίσειεν Πελίης, εἰ μὴ σύγε νόστον οπάσσοις.

66

[ocr errors]

ὡς ηύδα· Κύπριν δ ̓ ἐνεοστασίη λάβε μύθων. ἕζετο δ ̓ ἀντομένην Ἥρην ἔθεν εἰσορόωσα, καί μιν ἔπειτ' ἀγανοῖσι προσέννεπεν ἥγ' ἐπέεσσιν πότνα θεά, μή τοι τι κακώτερον ἄλλο πέλοιτο 80 Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω ἢ ἔπος ἠέ τι ἔργον, ὅ κεν χέρες αΐγε κάμοιεν ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω.“ ὡς ἔφαθ'· Ἥρη δ ̓ αὖτις ἐπιφραδέως ἀγόρευσεν οὔτι βίης χατέουσαι ἱκάνομεν οὐ δέ τι χειρῶν. 85 ἀλλ ̓ αὕτως ἀκέουσα τεῷ ἐπικέκλες παιδι παρθένον Αιήτεω θέλξαι πόθῳ Αίσονίδαο. εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα, ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον δίω νοστήσειν ἐς Ιωλκόν· ἐπεὶ δολόεσσα τέτυκται. · ὡς ἂρ ἔφη· Κύπρις δὲ μετ' ἀμφοτέρῃσιν ἔειπεν Ηρη, Αθηναίη τε, πίθοιτό κεν ύμμι μάλιστα, ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι

90

τυτθή γ' αἰδὼς ἔσσετ' ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο οὐκ ἔθεται, μάλα δ' αἰὲν ἐριδμαίνων ἀθερίζει. 95 καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι, αὐτοῖσιν τόξοισι δυσηχέας ᾶξαι ιστούς ἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς, εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει, ἕξω ἐμάς, μετέπειτα γ ̓ ἀτεμβοίμην ἑοῖ αὐτῇ.“

100

66

ὡς φάτο· μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντην ἀλλήλαις. ἡ δ ̓ αὖτις ακηχεμένη προσέειπεν

ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει· οὐ δέ τί με χρὴ μυθεῖσθαι πάντεσσιν· ἅλις εἰδυῖα καὶ αὐτή. νῦν δ ̓ ἐπεὶ ὄμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρησιν, 105 πειρήσω, καί μιν μειλίξομαι· οὐ δ ̓ ἀπιθήσει.“

ὡς φάτο· τὴν δ ̓ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός, ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν

οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις, ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο, μὴ δ ̓ ἐρίδαινε 110 χωομένη σῷ παιδί· μεταλλήξει γὰρ ἐπίσσω.“

ἦ ῥα, καὶ ἔλλιπε θῶκον· ἐφωμάρτησε δ' Αθήνη. ἐκ δ ̓ ἴσαν ἄμφω ταίγε παλίσσυτοι, ἠδὲ καὶ αὐτὴ βῆ δ ̓ ἴμεν Οὐλύμποιο κατα πτύχας, εἴ μιν ἐφεύροι. εὗρε δὲ τόνγ' ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ, 115 οὐκ οἶον, μετὰ καὶ Γανυμήδεα, τόν βά ποτε Ζεὺς οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν, κάλλεος ἱμερθείς. ἀμφ' ἀστραγάλοισι δὲ τώγε χρυσείοις, ἅτε κούροι ὁμήθεες, ἑψιόωντο.

καί ῥ' ὃ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπο μαζῷ 120 μάργος Ερως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν, ὀρθὸς ἐφεστηώς· γλυκερὸν δέ οἱ ἀμφι παρειὰς χροιῇ θάλλεν ἔρευθος. ὃ δ ̓ ἐγγύθεν ὀκλαδὸν ἧστο σιγα κατηφιόων· δοιὼ δ ̓ ἔχεν, ἄλλον ἔτ' αὕτως ἄλλῳ ἐπιπροϊείς· κεχόλωτο δὲ καγχαλόωντι.

་་

125 καὶ μὴν τούσγε παράσσον ἐπι προτέροισιν ὀλέσσας βῆ κενεαῖς συν χερσὶν ἀμήχανος, οὐ δ ̓ ἐνόησεν Κύπριν ἐπιπλομένην. ἡ δ ̓ ἀντίη ἵστατο παιδός, καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν Στίπτ ̓ ἐπιμειδιάμς, ἄφατον κακόν; έ μιν αύτως 130 ἤπαφες, οὐ δὲ δίκῃ περιέπλεο, νῆιν ἐόντα;

Pr

εἰ δ ̓ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅ ττι κεν εἴπω·
καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα
κεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Αδρήστεια
ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι,

135 σφαίραν ἐντρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο
χειρῶν Ηφαίστοιο κατακτεατίσσῃ ἄρειον.
χρύσεα μέν οἱ κύκλα τετεύχαται· ἀμφι δ ̓ ἑκάστῳ
διπλόαι ἁψίδες περιηγέες ειλίσσονται·

κρυπταὶ δὲ ῥαφαί εἰσιν· ἕλιξ δ ̓ ἐπιδέδρομε πάσαις

« IndietroContinua »