Immagini della pagina
PDF
ePub

III. b.

μάρνανθ ̓· αἱ δὲ γυναῖκες ἐνδμήτων ἐπὶ πύργων
χάλκεον ὀξὺ βόων, κατὰ δ ̓ ἐδρύπτοντο παρειάς,
ζωῇσιν ἔκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.

245 ἄνδρες δ ̓, οἳ πρεσβῆες ἔσαν γῆρας τε μεμάρπει,
ἀθρόοι ἔντοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι
χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι
δειδιότες· τοὶ δ ̓ αὖτε μάχην ἔχον· αἱ δὲ μετ ̓ αὐτοὺς
Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας,
250 δεινωποὶ βλοσυροί τε δαφοινοί τ' ἄπλητοί τε
δῆριν ἔχον περὶ πιπτόντων. πᾶσαι δ ̓ ἄρ ̓ ἵεντο
αἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιεν
κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ
βάλλ ̓ ὄνυχας μεγάλους, ψυχὴ δ ̓ Ἀϊδόσδε κατεῖεν
255 Τάρταρον ἐς κρυόενθ ̓. αἱ δὲ φρένας εἶτ ̓ ἀρέσαντο
αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω,
ἂψ δ ̓ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.
Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν· ἡ μὲν ὑφήσσων
Ατροπος οὔτι πέλεν μεγάλη θεὸς, ἀλλ ̓ ἄρα ἥ γε
260 τῶν γε μὲν ἀλλάων προφερής τ ̓ ἦν πρεσβυτάτη τε.
πᾶσαι δ ̓ ἀμφ' ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο.
δεινὰ δ ̓ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι,
ἐν δ ̓ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο.
πὰρ δ ̓ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή,
265 χλωρὴ ἀυσταλέη, λιμῷ καταπεπτηυῖα,

γουνοπαχὴς, μακροὶ δ ̓ ὄνυχες χείρεσσιν ἐπῆσαν.
τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν
αἷμ' ἀπελείβετ' ἔρας· ἡ δ ̓ ἄπλητον σεσαρυῖα
εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,
270 δάκρυσι μυδαλέη. παρὰ δ ̓ εὔπυργος πόλις ἀνδρῶν·
χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι

ἑπτὰ πύλαι. τοὶ δ ̓ ἄνδρες ἐν ἀγλαΐαις τε χοροῖς τε
τέρψιν ἔχον· τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπ ̓ ἀπήνης
ἤγοντ ̓ ἀνδρὶ γυναῖκα, πολὺς δ ̓ ὑμέναιος ορώρει·
275 τῆλε δ ̓ ἀπ' αἰθομένων δαΐδων σέλας ελύφαζε
χερσὶν ἔνι δμώων. ταὶ δ ̓ ἀγλαΐῃ τεθαλυίαι
πρόσθ ̓ ἔκιον· τοῖσιν δὲ χοροὶ παίζοντες έποντο.
τοὶ μὲν ὑπαὶ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν

ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
250 αἱ δ ̓ ὑπὸ φορμίγγων αναγον χορὸν ἱμερόεντα.
ἔνθεν δ ̓ αὖθ' ἑτέρωθε νέοι κώμαζον ὑπ ̓ αὐλοῦ,
τοί γε μὲν αὖ παίζοντες ὑπ ̓ ὀρχηθμῷ καὶ ἀοιδῇ,
τοί γε μὲν αὖ γελόωντες· ὑπ' αὐλητῆρι ἕκαστος

[ocr errors]

IV. a.

IV. b.

IV. c.

IV. d.

3.

ν.

πρόσθ ̓ ἔκιον· πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε
285 ἀγλαΐαι τ' εἶχον. τοὶ δ ̓ αὖ προπάροιθε πόληος
νῶθ ̓ ἵππων ἐπιβάντες ἐθύνειν. οἱ δ ̓ ἀροτῆρες
ἤρεικον χθόνα διαν, ἐπιστολάδην δὲ χιτῶνας
ἐστάλατ ̓ αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμων
αἰχμῆς ὀξείῃσι κορυνιόεντα πέτηλα
290 βριθόμενα σταχύων, ὡςεὶ Δημήτερος ἀκτήν.

οἱ δ ̓ ἄρ ̓ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν,
οἱ δ ̓ ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες,
οἱ δ ̓ αὖτ ̓ ἐς ταλάρους ἐφόρουν ὑπὸ τρυγητήρων
λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,
295 βριθομένων φύλλοισι καὶ ἀργυρέης ἑλίκεσσιν.

οἱ δ ̓ αὖτ ̓ ἐς ταλάρους ἐφόρειν. παρὰ δέ σφισιν ὄρχος
χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ηφαίστοιο,
σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι,

[τοί γε μὲν αὖ παίζοντες ὑπ' αὐλητῆρι ἕκαστος]
300 βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἶδε.
οἵ γε μὲν ἐτράπεον, τοὶ δ ̓ ἤρυον· οἱ δ ̓ ἐμάχοντο
πύξ τε καὶ ἑλκηδόν. τοὶ δ ̓ ὠκύποδας λαγὸς ἥρευν
ἄνδρες θηρευταὶ, καὶ καρχαρόδοντε κύνε πρό,
ἱέμενοι μαπέειν, οἱ δ ̓ ἱέμενοι ὑπαλύξαι·

305 πὰρ δ ̓ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δ ̓ ἀέθλοις
δῆριν ἔχον καὶ μόχθον. ἐνπλεκέων δ ̓ ἐπὶ δίφρων
ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους

φυτὰ χαλαίνοντες, τὰ δ ̓ ἐπικροτέοντα πέτοντο
ἅρματα κολλήεντ', ἐπὶ δὲ πλῆμναι μέγ' αύτειν.
310 οἱ μὲν ἄρ ̓ ἀίδιον εἶχον πόνον, οὐδέ ποτέ σφιν
νίκη ἐπηνύσθη, ἀλλ ̓ ἄκριτον εἶχον ἄεθλον.

τοῖσι δὲ καὶ προὔκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,
χρύσειος, κλυτὰ ἔργα περίφρονος Ηφαίστοιο.
ἀμφὶ δ ̓ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς·

315 πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον. οἱ δὲ κατ' αὐτὸν
κύκνοι ἀερσιπόται μεγάλ ̓ ἤπυον, οἳ ῥά τε πολλοὶ
νῆχον ἐπ' ἄκρον ὕδωρ· πὰρ δ ̓ ἰχθύες ἐκλονέοντο.

Töpferei und Thonbildnerei.

214. Il. XVIII. 600 sq. s. 210 vs. 600 sq.

(Vgl. Plin. N. H. VII. 198 : figlinas (invenit) Coroebus Atheniensis, in iis orbem Anacharsis Scythes, ut alii Hyperbius Corinthius.)

Bildung der Pandora.

215. Hesiod. Οp. 60. Ἡφαιστον δ ̓ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δ ̓ ἀνθρώπου θέμεν αὐλὴν

D. ant. Schriftquellen z. Gesch. d. bild. Künste b. d. Gr.

3

καὶ σθένος· ἀθανάταις δὲ θεαῖς εἰς ὦπα εἰσκειν
παρθενικῆς καλὸν εἶδος ἐπήρατον

[ocr errors]

70 αὐτίκα δ ̓ ἐκ γαίης πλάσσε κλυτὸς Αμφιγυήεις
παρθένῳ αἰδοίῃ ἔκελον κτλ.

216. Hesiod. Theog. 570.

αὐτίκα δ ̓ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν.

γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις
παρθένῳ αἰδοίῃ ἔκελον κτλ. ) .

a) Von der Bildung der Menschen durch Prometheus liegen nur späte Zeugnisse, wie Apollod. I. 7. 1, Ovid. Metam. I. 81, Pausan. X. 4. 4 u. a. vor, welche hier keine Berücksichtigung verdienen.

4. Kunstwirkerei.

Schleier der Hera.

217. 11. XIV. 178. ἀμφὶ δ ̓ ἄρ ̓ ἀμβρόσιον ἑανὸν ἔσαθ ̓, ὅν οἱ Αθήνη ἔξυσ ̓ ἀσκήσασα, τίθει δ ̓ ἐνὶ δαίδαλα πολλά.

Gewand der Andromache.

218. 11. XXII. 440. ἀλλ' ἡ γ ̓ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλ ̓ ἔπασσεν.

Gewand der Helena.

219. Il. III. 125. τὴν δ ̓ εἆρ ̓ ἐν μεγάρῳ· ἡ δὲ μέγαν ἱστὸν ὕφαινεν,
δίπλακα πορφυρέην· [πολέας δ ̓ ἐνέπασσεν αέθλους

Τρώων θ ̓ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
οὓς ἔθεν εἵνεκ ̓ ἔπασχον ὑπ ̓ Αρηος παλαμάων]").

a) Höchst wahrscheinlich eine späte Interpolation, welche den echten Halbvers τίθει δ ̓ ἐνὶ δαίδαλα πολλά aus 217 oder ἐν δὲ θρόνα ποικίλ ̓ ἔπασσεν aus 218 verdrängt hat.

Fragmente des epischen Cyclus.

220. Aus Proklos' Excerpten aus den Kyprien (Welcker, Ep. Cycl. II. S. 506.) Νέστωρ δ ̓ ἐν παρεκβάσει διηγεῖται αὐτῷ (Μενελάῳ ὡς Ἐπωπεὺς φθείρας τὴν Λύκου θυγατέρα ἐξεπορθήθη, καὶ τὰ περὶ Οἰδίπουν καὶ τὴν Ἡρακλέους μανίαν καὶ τὰ περὶ Θησέα καὶ Ἀριάδνην. a) Nach Welcker a. a. O. S. 98 f. auf Anlass eines Kunstwerks, an dem diese Geschichten gebildet waren.

221. Athen. VIII. p. 277. D. Ἐγὼ δὲ οἶδα, ὅτι ὁ τὴν Τιτανομαχίαν ποιήσας . . ἐν τῷ β' οὕτως εἴρηκεν·

... •

ἐν δ ̓ αὐτῇ πλωτοὶ χρυσώπιδες ἰχθύες ἐλλοὶ

νήχοντες παίζουσι δι ̓ ὕδατος ἀμβροσίοιο.

(Aus einer Schildbeschreibung, vgl. Welcker a. a. O. S. 556.)

222. Aus Proklos' Excerpten aus der Telegonee (Welcker a. a. O.

S. 544, vgl. S. 304 f.) . . . . καὶ Ὀδυσσεὺς . . . . ξενίζεται παρὰ Πολυ

....

.

ξένῳ δῶρόν τε λαμβάνει κρατῆρα· καὶ ἐπὶ τούτου τὰ περὶ Τροφώνιον καὶ ̓Αγαμήδην καὶ Αἰγέαν.

223. Schol. Eurip. Troad. 822. aus der kleinen Ilias. (Welcker a. o. O. S. 534):

ἄμπελον, ἣν Κρονίδης ἔπορεν οὗ παιδὸς ἄποινα,
χρυσείοις φύλλοισιν ἀγαννοῖσιν κομόωσαν
βότρυσι θ ̓, οὓς Ηφαιστος ἐπασκήσας Διὶ πατρὶ
δῶχ ̓, ὁ δὲ Λαομέδοντι πόρεν Γανυμήδεος ἄντι.
(Vgl. unten unter Rhoikos und Theodoros von Samos.)

Epeios.

224. Od. VIII. 492. ἀλλ ̓ ἄγε δὴ μετάβηθι, καὶ ἵππου κόσμον ἄεισον δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Αθήνῃ.

225. Plat. Ion p. 533. Α. τί δέ; ἐν ἀνδριαντοποιία ἤδη τιν εἶδες, ὅςτις περὶ μὲν Δαιδάλου τοῦ Μητίονος ἢ Ἐπειοῦ τοῦ Πανοπέως, ἢ Θεοδώρου τοῦ Σαμίου ἢ ἄλλου τινὸς ἀνδριαντοποιοῦ ἑνὸς πέρι δεινός ἐστιν ἐξηγεῖσθαι ἃ εὖ πεποίηκεν κτλ.

226. Pausan. II. 19. 6. Τὰ δὲ ξόανα Αφροδίτης καὶ Ἑρμοῦ (in Argos), τὸ μὲν Ἐπειοῦ λέγουσιν ἔργον εἶναι, τὸ δὲ Υπερμνήστρας ἀνάθημα.

Bildwerke, deren Gründung die Sage auf Heroen
zurückführt (nach Pausanias).

227. Pausan. II. 19.3. τὸ δὲ ἐξ ἀρχῆς Δαναοῦ καὶ ὁ ναὸς καὶ τὸ ξύαvov (des Apollon Lykios in Argos) ἀνάθημα ἦν. ξόανα γὰρ δὴ τότε εἶναι πείθομαι πάντα, καὶ μάλιστα τὰ Αἰγύπτια.

228. Pausan. II. 19. 7. (In Argos) ἔστι δὲ ἔμπροσθεν τοῦ ναοῦ βόθρος, πεποιημένα ἐν τύπῳ ταύρου μάχην ἔχων καὶ λύκου, σὺν δὲ αὐτοῖς παρθένον ἀφιεῖσαν πέτραν ἐπὶ τὸν ταῦρον· Αρτεμιν δὲ εἶναι νομίζουσι τὴν παρθένον. Δαναὸς δὲ ταῦτά γε ἀνέθηκε, καὶ πλησίον κίονας ἐκ** Διὸς καὶ Ἀρτέμιδος ξόανον.

229. Pausan. II. 21. 1. τὸ δὲ τῆς Ἀρτέμιδος ἱερὸν (in Argos), ἐπίκλη σιν Πειθούς, Ὑπερμνήστρα καὶ τοῦτο ἀνέθηκε. (Vgl. 226 ) 230. Pausan. II. 31. 1. Ἐν τῇ ἀγορᾷ Τροιζηνίων ναὸς καὶ ἀγάλματα Αρτέμιδός ἐστι Σωτείρας. Θησέα δὲ ἐλέγετο ἱδρύσασθαι καὶ ὀνομάσαι Σώτειραν.

231. Pausan. III. 25. 3. θεῶν δὲ ἐν τῇ γῇ (auf Cap Maleia) σφισιν ἱερά ἐστιν Αρτέμιδός τε ἐπίκλησιν Αστρατείας, ὅτι τῆς ἐς τὸ πρόσω στρατείας ἐνταῦθα ἐπαύσαντο Αμαζόνες, καὶ Ἀπόλλων Αμαζόνιος· ξόανα μὲν ἀμφότερα, ἀναθεῖναι δὲ λέγουσιν αὐτὰ τὰς ἀπὸ Θερμώδοντος γυναῖκας.

232. Pausan. IV. 34. 7. Ἐκ Κορώνης δὲ ὡς ὀγδοήκοντα σταδίους προελ θόντι Απόλλωνός ἐστιν ἱερὸν πρὸς θαλάσσῃ τιμὰς ἔχον· ἀρχαιότατόν

τε γὰρ λόγῳ τῷ Μεσσηνίων ἐστὶ, καὶ νοσήματα ὁ θεὸς ἰᾶται· Κόρυ δον δὲ Ἀπόλλωνα ὀνομάζουσι. τοῦτο μὲν δὴ ξόανον, τοῦ ̓Αργέωτα δὲ χαλκοῦν ἐστι τὸ ἄγαλμα· ἀναθεῖναι δέ φασι τοὺς ἐν τῇ ἀργοῖ πλεύσαντας.

233. Pausan. II. 25. 1. ἐπὶ δὲ τῆς ὁδοῦ ταύτης (von Argos nach Mantineia) ἱερὸν διπλοῦν πεποίηται, καὶ πρὸς ἡλίου δύνοντος ἔσοδον καὶ κατὰ ἀνατολὰς ἑτέραν ἔχον. κατὰ μὲν δὴ τοῦτο Αφροδίτης κεῖται ξόανον, πρὸς δὲ ἡλίου δυσμὰς Αρεως. εἶναι δὲ τὰ ἀγάλματα Πολυνείκους λέγουσιν ἀναθήματα καὶ ̓Αργείων, ὅσοι τιμωρήσοντες αὐτῷ συνεστρα

τεύοντο.

234. Pausan. I. 27. 1. Κεῖται δὲ ἐν τῷ ναῷ τῆς Πολιάδος (in Athen) Ἑρμῆς ξύλου, Κέκροπος εἶναι λεγόμενον ἀνάθημα, ὑπὸ κλάδων μυρ σίνης οὐ σύνοπτον.

235. Pausan. III. 22. 4. ἐπεὶ Μάγνησί γε, οἳ τὰ πρὸς Βοῤῥᾶν νέμονται τοῦ Σιπύλου, τούτοις ἐπὶ Κοδδίνου πέτρᾳ μητρός ἐστι θεῶν ἀρχαιότατον ἁπάντων ἄγαλμα· ποιῆσαι δὲ οἱ Μάγνητες αὐτὸ Βροτέαν λέγουσι τὸν Ταντάλου.

236. Pausan. V. 13.7. διαβάντι δὲ Ἕρμον ποταμὸν Αφροδίτης ἄγαλμα ἐν Τήμνῳ πεποιημένον ἐκ μυρσίνης τεθηλυίας. ἀναθεῖναι δὲ Πέλοπα αὐτὸ παρειλήφαμεν μνήμῃ.

237. Pausan. VIII. 47. 3. τῇ θεῷ (Athena in Tegea) δὲ ποιηθῆναι τὸν βωμὸν ὑπὸ Μελάμποδος τοῦ ̓Αμυθάονος λέγουσιν· εἰργασμέναι δὲ ἐπὶ τῷ βωμῷ Ρέα μὲν καὶ Οἰνόη νύμφη παῖδα ἔτι νήπιον Δία ἔχου σιν· ἑκατέρωθεν δέ εἰσι τέσσαρες ἀριθμὸν, Γλαύκη καὶ Νέδα καὶ Θεισόα καὶ ̓Ανθρακία, τῇ δὲ Ἴδη καὶ Αγνὼ καὶ ̓Αλκινόη τε καὶ Φρίξα.

238. Pausan. ΙΧ. 12. 2. Ἐνταῦθα (in Theben) ἔστι μὲν ἐν ὑπαίθρῳ βωμὸς καὶ ἄγαλμα (Αθηνᾶς· ἀναθεῖναι δὲ αὐτὸ Κάδμον λέγουσι. 239. Pausan. ΙΧ. 16. 3. Αφροδίτης δὲ Θηβαίοις ξόανά ἐστιν οὕτω δὴ ἀρχαῖα, ὥστε καὶ ἀναθήματα Αρμονίας εἶναί φασιν [αὐτὰ], ἐργασ θῆναι δὲ αὐτὰ ἀπὸ τῶν ἀκροστολίων, ἃ ταῖς Κάδμου ναυσὶν ἦν ξύλου πεποιημένα.

240. Pausan. Χ. 4. 9. Δαυλιεῦσι δὲ Ἀθηνᾶς ἱερὸν καὶ ἄγαλμά ἐστιν ἀρχαῖον· τὸ δὲ ξόανον τὸ ἔτι παλαιότερον λέγουσιν ἐπαγαγέσθαι Πρόκνην ἐξ ̓Αθηνῶν.

241. Pausan. I. 18. 5. μόνοις δὲ Αθηναίοις τῆς Εἰλειθυίας κεκάλυπται τὰ ξόανα ἐς ἄκρους τοὺς πόδας. τὰ μὲν δὴ δύο εἶναι Κρητικὰ καὶ Φαίδρας ἀναθήματα ἔλεγον αἱ γυναῖκες, τὸ δὲ ἀρχαιότατον Ερυ σίχθονα ἐκ Δήλου κομίσαι.

242. Pausan. III. 19. 7. οπόσα δὲ πεποίηται κατὰ τὴν ὁδὸν ταύτην (von Amyklai nach Therapne), ἐστὶν ἀρχαιότατον αὐτῶν Αρεως ἱερόν.

« IndietroContinua »