Immagini della pagina
PDF
ePub

συμπόσιον ἐννεάκλινον ἦν παραπλήσιον τῇ πολυτελείᾳ τῷ μεγάλῳ, καὶ κοιτῶν πεντάκλινος. καὶ τὰ μὲν ἄχρι τῆς πρώτης στέγης κατεσκευασμένα τοιαῦτ ̓ ἦν.

εκ

ω

39. ἀναβάντι δὲ τὰς παρακειμένας πλησίον τῷ προειρημένῳ 40 κοιτῶνι κλίμακας οἶκος ἦν ἄλλος πεντάκλινος, ὀρόφωμα ρομβωτὸν ἔχων, καὶ πλησίον αὐτοῦ ναὸς Ἀφροδίτης θολοειδής, ἐν ᾧ μαρ μάρινον ἄγαλμα τῆς θεοῦ. Ε. κατεναντίον δὲ τούτου ἄλλο συμπό στον πολυτελὲς περίπτερον· οἱ γὰρ κίονες αὐτοῦ ἐκ λίθων Ἰνδικῶν συνέκειντο. παρὰ δὲ καὶ τούτῳ τῷ συμποσίῳ κοιτῶνες ἀκόλουθον τὴν 45 κατασκευὴν τοῖς προδεδηλωμένοις ἔχοντες, προάγοντι δὲ ἐπὶ τὴν πρῷραν οἶκος ὑπέκειτο Βακχικὸς τρισκαιδεκάκλινος περίπτερος, ἐπίχρυσον ἔχων τὸ γεῖσον ἕως τοῦ περιτρέχοντος ἐπιστυλίου· στέγη δὲ τῆς τοῦ θεοῦ διαθέσεως οἰκεία. F. ἐν δὲ τούτῳ κατὰ μὲν τὴν δεξιὰν πλευ ρὰν ἄντρον κατεσκεύαστο, οὗ χρώμα μὲν ἦν ἔχον τὴν πετρο-50 ποιίαν ἐκ λίθων ἀληθινῶν καὶ χρυσοῦ δεδημιουργημένον· ἵδρυτο δ ̓ ἐν αὐτῷ τῆς τῶν βασιλέων συγγενείας ἀγάλματα εἰκονικ λίθου λυχνέως, ἐπιτερπές δ ̓ ἱκανῶς καὶ ἄλλο συμπόσιον ἦν ἐπὶ τῇ τοῦ μεγίστου οἴκου στέγῃ κείμενον, σκηνῆς ἔχον τάξιν, ᾧ στέγη μὲν οὐκ ἐπῆν. διατόναια δὲ τοξοειδὴ διὰ ποσοῦ τινος ἐνετέτακτο διαστή- 55 ματος, 206. Α. ἐφ ̓ ὧν αὐλαῖαι κατὰ τὸν ἀνάπλουν ἁλουργεῖς ἐνεπετάννυντο. μετὰ δὲ τοῦτο αἴθριον ἐξεδέχετο, τὴν ἐπάνω τῆς ὑποκειμένης προστάδος τάξιν κατέχον· ᾧ κλίμαξ τε ἑλικτὴ φέρουσα πρὸς τὸν κρυ πτὸν περίπατον παρέκειτο καὶ συμπόσιον ἐννεάκλινον τῇ διαθέσει τῆς κατασκευῆς Αἰγύπτιον. οἱ γὰρ γεγονότες αὐτόθι κίονες ἀνήγοντο 60 στρογγύλοι διαλλάττοντες τοῖς σπονδύλοις, τοῦ μὲν μέλανος τοῦ δὲ λευκοῦ παράλληλα τιθεμένων. Β. εἰσὶ δ ̓ αὐτῶν καὶ αἱ κεφαλαὶ τῷ σχή ματι περιφερείς, ὧν ἡ μὲν ὅλη περιγραφὴ παραπλησία ῥόδοις ἐπὶ μικρὸν ἀναπεπταμένοις ἐστίν. περὶ δὲ τὸν προςαγορευόμενον κάλαθον οὐχ ἕλικες, καθάπερ ἐπὶ τῶν Ἑλληνικῶν, καὶ φύλλα τραχέα περίκει- 65 ται, λωτῶν δὲ ποταμίων κάλυκες καὶ φοινίκων ἀρτιβλάστων καρπός ἔστι δ ̓ ὅτε καὶ πλειόνων ἄλλων ἀνθέων γέγλυπται γένη. τὸ δ ̓ ὑπὸ τὴν ρίζαν, ὃ δὴ τῷ συνάπτοντι πρὸς τὴν κεφαλὴν ἐπίκειται σπονδύλω, κιβωρίων ἄνθεσι καὶ φύλλοις ὡςανεὶ καταπεπλεγμένοις ὁμοίαν εἶχε τὴν διάθεσιν. C. τοὺς μὲν οὖν κίονας οὕτως Αιγύπτιοι κατασκευάζουσι, 70 καὶ τοὺς τοίχους δὲ λευκαῖς τε καὶ μελαίναις διαποικίλλουσι πλινθί σιν, ἐνίοτε δὲ καὶ τοῖς ἀπὸ τῆς ἀλαβαστίτιδος προςαγορευομένης πέρ τρας. πολλὰ δὲ καὶ ἕτερα κατὰ μέσον τῆς νεὼς τὸ κύτος ἐν κοίλῃ καὶ κατὰ πᾶν αὐτῆς μέρος οἰκήματα ἦν. ὁ δὲ ἱστὸς ἦν αὐτῆς ἑβδομήκοντα πηχῶν, βύσσινον ἔχων ἱστίον ἁλουργεῖ παρασείρω κεκοσμημένον. (Vgl. Bötticher, Tektonik der Hellenen I. Exkurs 6. Š. 68 ff.)

8

Das Tychaion von Alexandreia.

1987. Liban. Εκφρας. β'. Τυχαίου. (Vol. IV. p. 1113 ed. Reiske. τέμενος ἐν μέσῳ τῆς πόλεως ἵδρυται, συγκείμενον μὲν ἐκ πλειόνων θεῶν, Τύχης δὲ ἅπαν ὠνόμασται. . κατεσκεύασται δὲ ὁ χῶρος ὧδέ πως. ἤσκηται μὲν ἅπας ἐξ ἐδάφους εἰς ὀροφήν· διῄρηται δὲ ἡ κατασκευὴ κατὰ κύκλους ἡμίσεως· ἐφ' ἑκάστῳ δὲ παντοδαπαὶ προβέβλην ται κίονες. οἱ δὲ αὖ κύκλοι εἰσὶ πρὸς ἀγαλμάτων ὑποδοχὰς ἀνιστά-5 μενοι, καὶ μετρεῖν ἔξεστι τοὺς κύκλους μὲν τοῖς ἀγάλμασιν, ἐκ δὲ τῶν ἀγαλμάτων παρεστήκασι κίονες. θεοὶ δὲ εἰσὶν ἀνεστηκότες οἱ πάντες·

75

ἀλλ ̓ ὅσοι δύο ματὰ δέκατον ἀριθμόν. καὶ κορυφὴ μὲν ἔχει τὸν οἰκιστὴν ἐξ ἑτέρων ἄκρων καὶ μέσων. ἀνέστηκε δὲ φέρων μὲν αὐτὸς τοῦ Σωτῆρος ὑπόμνημα. φερόμενος δὲ δι ̓ ὧν ἡ πόλις εἴωθε τρέφεσθαι. 10 καὶ σημαίνει τὴς Γῆς τὴν δόσιν ἡ Χάρις. κύκλοι δὲ κατὰ μέσον ἥμισι ὅσον ἀριθμὸς θεῶν ὀνομάζεται, καὶ μέσον ἐκ μέσου Τύχης ἕστηκεν ἄγαλμα, στεφάνῳ δηλοῦν Αλεξάνδρου τὰς νίκας καὶ στέφεται μὲν ὑπὸ Τύχης ἡ Γῆ· στέφει δὲ αὐτὴ τὸν νικήσαντα. · Νίκαι δὲ τῆς Τύχης ἐκατέρωθεν ἀνεστήκασιν, καλῶς τοῦ δημιουργοῦ τῆς Τύχης δηλοῦντος 15 τὴν δύναμιν, ὡς πάντα νικᾶν οἶδεν ἡ Τύχη. τελευτᾷ δὲ ἡ τοῦ χώρου κατασκευὴ πρὸς ἡτοιμασμένον ἐξ ἀγάλματος ἐλάφειον στέφανον. καὶ φιλοσοφεί εἷς ἐπὶ καθέδρας ἄκρου. γυμνὸς δὲ ἕτερος πρὸς τὸ λοιπὸν ἀνέστηκεν, οὐρανοῦ μὲν ἐπὶ τῆς λαιᾶς φερόμενος πρόσχημα, τὴν δ ̓ αὖ δεξιὰν εἰς ἅπαντα πρόχειρον. γυμνὸς δὲ προκαλύμματος ἵσταται. καὶ τὰ στῆλαι χαλκαὶ κατὰ μέσον ἐστήκασιν ἔδαφος ἐγκεκολαμμέναι τὰ τῆς πόλεως νόμιμα. καὶ κατὰ μέσον αἱ πύλαι παρὰ τῶν Μουσῶν ἄγουσαι τέμενος χαλκοὶ δὲ βασιλεῖς κατὰ μέσον ἑστήκασιν οὐχ ὅσους ἐκόμισε χρόνος ἀλλ ̓ ὅσοι τῶν κομισθέντων ἦσαν σεμνότεροι. ταῦτα θαῦμα μὲν ὑπῆρχεν ἰδεῖν, κέρδος δὲ μαθεῖν, ἀδίκημα δὲ σιωπῇ κατακρύπτεσθαι. 25

Das Homereion in Alexandreia.

1988. Aelian. Var. hist. XIII. 21. Πτολεμαῖος ὁ Φιλοπάτωρ κατασκευάσας Ὁμήρῳ νεὼν αὐτὸν μὲν καλῶς ἐκάθισε. κύκλῳ δὲ τὰς πόλεις περιέστησε τοῦ ἀγάλματος, ὅσαι ἀντιποιοῦνται τοῦ Ὁμήρου. Γαλάτων δὲ ὁ ζωγράφος ἔγραψε τὸν μὲν Ὅμηρον αὐτὸν ἐμοῦντα, τοὺς δὲ ἄλλους ποιητὰς τὰ ἐμημεσμένα ἀρυομένους.

Die Adonisfeier Arisinoes II. Ptolemaios' II. Gemahlin. (Ol. 124-133.) 1989. Theocrit. Id. XV. 110.

& Βερενικεία θυγάτηρ Ἑλένῃ εἰκυῖα

Αρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Αδωνιν.

πὰρ μὲν ὀπώρα κεῖται ὅσα δρυὸς ἄκρα φέρονται,
πὰρ δ ̓ ἁπαλοὶ κάποι πεφυλαγμένοι ἐν ταλαρίσκοις
ἀργυρέοις, Συρίω δὲ μύρω χρύσει ἀλάβαστρα.

115 εἴδατα δ ̓ ὅσσα γυναῖκες ἐπὶ πλαθάνῳ πονέονται,
ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ,

ὅσσα τ' ἀπὸ γλυκερῶ μέλιτος τά τ' ἐν ὑγρῷ ἐλαίῳ,
πάντ ̓ αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι.
χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοντες ἀνήθω
120 δέδμανθ'· οἱ δέ τε κῶροι ὑπερπωτῶνται Ἔρωτες,
οἷοι ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρων
πωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπ ̓ ὄξω
ὢ ἔβενος, ὢ χρυσός. ὢ ἐκ λευκῶ ἐλέφαντος
αἰετοὶ οινοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες,
125 πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω.
ὁ Μίλατος ἐρεῖ χὼ τὰν Σαμίαν κάτα βόσκων
ἔστρωται κλίνα τῷ Αδώνιδι τῷ καλῷ ἁμά.“
τὰν μὲν Κύπρις ἔχει, τὰν δ ̓ ὁ ῥοδόπαχυς Αδωνις,
ὀκτωκαιδεκέτης ἢ ἐννεακαίδεχ ̓ ὁ γαμβρός κτλ.

Die grosse Pompa Ptolemaios' II. (Ol. 124-133.)

1990. Athen. V. p. 196 A. 25. θαυμασάντων δὲ τῶν δαιτυμόνων τήν [τε] τοῦ βασιλέως διάνοιαν, ὡς οὐκ ἐπιφανὴς ἀλλ ̓ ὄντως ἐπιμανὴς ὑπῆρχε, προςέθηκεν ὁ Μασούριος περὶ τῆς ἐν Αλεξανδρείᾳ γεγενημένης ὑπὸ τοῦ πάντ ̓ ἀρίστου Πτολεμαίου τοῦ Φιλαδέλ φου καὶ βασιλέως πομπῆς Καλλίξενον τὸν Ρόδιον ἱστοροῦντα ἐν τῷ 5 τετάρτῳ περὶ ̓Αλεξανδρείας, ὃς φησι

Das Prachtzelt.

[ocr errors]

πρὸ δὲ τοῦ ἄρξασθαι τὴν κατασκευασθεῖσαν σκηνὴν ἐν τῷ τῆς ἄκρας περιβόλῳ χωρὶς τῆς τῶν στρατιωτῶν καὶ τεχνιτῶν καὶ περεπιδήμων ὑποδοχῆς ἐξηγήσομαι. καλὴ γὰρ εἰς ὑπερβολὴν ἀξία τε ἀκοῆς ἐγενήθη. Β. τὸ μὲν οὖν μέγεθος αὐτῆς ἑκατὸν τριάκοντα 10 κλίνας ἐπιδεχόμενον κύκλῳ, διασκευὴν δ ̓ εἶχε τοιαύτην. κίονες διεστάθησαν ξύλινοι, πέντε μὲν κατὰ πλευρὰν ἑκάστην τοῦ μήτ κους, πεντεκονταπήχεις πρὸς ὕψος, ἑνὶ δὲ ἐλάττους κατὰ πλάτος· ἐφ' ὧν ἐπιστύλιον καθηρμόσθη τετράγωνον, ὑπερεῖδον τὴν σύμπασαν τοῦ συμποσίου στέγην. αὕτη δ ̓ ἐνεπετάσθη κατὰ μέσον οὐρανίσκῳ 15 κοκκινοβαφεῖ περιλεύκῳ, C. καθ' ἑκάτερον δὲ μέρος εἶχε δοκοὺς μετ σολεύκοις ἐμπετάσμασι πυργωτοῖς κατειλημένας, ἐν αἷς φατνώματα γραπτὰ κατὰ μέσον ἐτέτατο. τῶν δὲ κιόνων οἱ μὲν τέσσαρες ὡμοίωντο φοίνιξιν, οἱ δ ̓ ἀνὰ μέσον θύρσων εἶχον φαντασίαν. τούτων δ ̓ ἐκτὸς περίστυλος ἐπεποίητο σύριγξ ταῖς τρισὶ πλευραῖς καμαρωτὴν ἔχουσα 20 στέγην, ἐν ᾗ τὴν τῶν κατακειμένων ἀκολουθίαν εστάναι συνέβαινεν. ἧς τὸ μὲν ἐντὸς αὐλαίαις περιείχετο φοινικίναις, ἐπὶ δὲ τῶν ἀνὰ μέσον χωρῶν δοραὶ θηρίων παράδοξοι καὶ τῇ ποικιλίᾳ καὶ τοῖς μεγέθεσιν ἐκρέμαντο. D. τὸ δὲ περιέχον αὐτὴν ὕπαιθρον μυρρίναις καὶ δάφναις ἄλλοις τ ̓ ἐπιτηδείοις ἔρνεσιν ἐγεγόνει συνηρεφές. τὸ δ ̓ ἔδαφος πᾶν 25 ἄνθεσι κατεπέπαστο παντοίοις. ἡ γὰρ Αἴγυπτος καὶ διὰ τὴν τοῦ περιέχοντος ἀέρος εὐκρασίαν καὶ διὰ τοὺς κηπεύοντας τὰ σπανίως καὶ καθ ̓ ὥραν ἐνεστηκυῖαν ἐν ἑτέροις φυόμενα τόποις ἄφθονα γεννᾷ καὶ διὰ παντός, καὶ οὔτε ῥόδον οὔτε λευκόιον οὔτ ̓ ἄλλο ῥᾳδίως ἄνθος ἐκλιπεῖν οὐδὲν οὐδέποτ ̓ εἴωθεν. διὸ δὴ καὶ κατὰ μέσον χειμῶνα τῆς 30 ὑποδοχῆς τότε γενηθείσης, παράδοξος ἡ φαντασία τότε τοῖς ξένοις κατέστη. Ε. τὰ γὰρ εἰς μίαν εὑρεθῆναι στεφάνωσιν οὐκ ἂν δυνηθέντα ἐν ἄλλῃ πόλει ῥᾳδίως, ταῦτα καὶ τῷ πλήθει τῶν κατακειμένων ἐκεχορή γητο εἰς τοὺς στεφάνους ἀφθόνως καὶ εἰς τὸ τῆς σκηνῆς ἔδαφος κατεπέπαστο χύδην, θείου τινὸς ὡς ἀληθῶς ἀποτελοῦντα λειμώνος πρός - 35 οψιν.

26. „διέκειτο δὲ ἐπὶ μὲν τῶν τῆς σκηνῆς παραστάδων ζωα μαρμάρινα τῶν πρώτων τεχνιτῶν ἑκατόν. ἐν δὲ ταῖς ἀνὰ μέσον χώραις πίνακες τῶν Σικυωνικῶν ζωγράφων, ἐναλλαξ δ' ἐπίλεκτοι εικασίαι παντοῖαι καὶ χιτῶνες χρυσοϋφεῖς ἐφαπτίδες τε 40 κάλλισται, F. τινὲς μὲν εἰκόνας ἔχουσαι τῶν βασιλέων ἐνυφασμένας, αἱ δὲ μυθικὰς διαθέσεις. ὑπεράνω δὲ τούτων θυρεοὶ περιέκειντο ἐναλ λὰξ ἀργυροῖ τε καὶ χρυσοῖ. ἐν δὲ ταῖς ἐπάνω τούτων χώραις οὔσαις ὀκταπήχεσιν ἄντρα κατεσκεύαστο, κατὰ μὲν τὸ μῆκος τῆς σκηνῆς ἐξ ἐν ἑκατέρᾳ πλευρᾷ, κατὰ πλάτος δὲ τέτταρα· συμπόσιά τε ἀντία ἀλλήλων 45 ἐν αὐτοῖς τραγικῶν τε καὶ κωμικῶν καὶ σατυρικῶν ζῴων ἀληθινὸν ἐχόντων ἱματισμόν, 197. Α. οἷς παρέκειτο καὶ ποτήρια χρυσᾶ. κατὰ μέσον

.

δὲ τῶν ἄντρων νυμφαῖα ἐγλύφθησαν, ἐν οἷς ἔκειντο Δελφικοὶ χρυσοῖ τρίποδες, υποστήματ ̓ ἔχοντες, κατὰ δὲ τὸν ὑψηλότατον τόπον τῆς ὀροφῆς ἀετοὶ κατὰ πρόςωπον ἦσαν ἀλλήλων χρυσοῖ, πεντεκαιδεκα- 50 πήχεις τὸ μέγεθος. ἔκειντο δὲ κλίναι χρυσαῖ σφιγγόποδες ἐν ταῖς δυσὶ πλευραῖς ἑκατόν· ἡ γὰρ κατὰ πρόςωπον ὄψις ἀφεῖτ ̓ ἀναπεπταμένη. ταύταις δ ̓ ἀμφίταποι ἀλουργεῖς ὑπέστρωντο τῆς πρώτης ἐρέας, Β. καὶ περιστρώματα ποικίλα διαπρεπῆ ταῖς τέχναις ἐπῆν. ψιλαὶ δὲ Περσικαὶ τὴν ἀνὰ μέσον τῶν ποδῶν χώραν εκάλυπτον, ἀκριβῆ τὴν 55 εὐγραμμίαν τῶν ἐνυφασμένων ἔχουσαι ζωδίων. παρετέθησαν δὲ καὶ τρίποδες τοῖς κατακειμένοις χρυσοῖ διακόσιοι τὸν ἀριθμόν, ὥςτ ̓ εἶναι δύο κατὰ κλίνην, ἐπ ̓ ἀργυρῶν διέδρων. ἐκ δὲ τῶν ὄπισθεν πρὸς τὴν ἄποψιν ἑκατὸν ἀργυραῖ λεκάναι καὶ καταχύσεις ἴσαι παρέκειντο. C. ἐπεπήγει δὲ τοῦ συμποσίου καταντικρὺ καὶ ἑτέρα κλίνη πρὸς τὴν τῶν 60 κυλικείων καὶ ποτηρίων τῶν τε λοιπῶν τῶν πρὸς τὴν χρῆσιν ἀνηκόν των κατασκευασμάτων ἔκθεσιν· ἃ δὴ πάντα χρυσᾶ τε ἦν καὶ διάλιθα, θαυμαστὰ ταῖς τέχναις. τούτων δὲ τὴν μὲν κατὰ μέρος κατασκευὴν καὶ τὰ γένη μακρὸν ἐπεφαίνετό μοι δηλοῦν· τὸ δὲ τοῦ σταθμοῦ πλήθος εἰς μύρια τάλαντ ̓ ἀργυρίου τὴν σύμπασαν εἶχε κατασκευήν. (Vgl. Bötticher, Tektonik der Hellenen, I. Exkurs 6 S. 68 ff.)

Die Pompa.

[ocr errors]

65

27. ἡμεῖς δὲ ἐπειδὴ τὰ κατὰ τὴν σκηνὴν διεληλύθαμεν, ποιησόμεθα καὶ τῆς πομπῆς ἐξήγησιν. ἤγετο γὰρ διὰ τοῦ κατὰ τὴν πόλιν σταδίου. D. πρώτη δ ̓ ἐβάδιζεν Εωσφόρου. καὶ γὰρ ἀρχὴν εἶχεν ἡ πομπὴ καθ ̓ ὃν ὁ προειρημένος ἀστὴρ φαίνεται χρόνον. ἔπειθ ̓ ἡ τοῖς τῶν βασιλέων γονεῦσι κατωνομασμένη. μετὰ δὲ ταύτας αἱ τῶν θεῶν το ἁπάντων, οἰκείαν ἔχουσαι τῆς περὶ ἑκάστων αὐτῶν ἱστορίας διασκευήν. τὴν δὲ τελευταίαν Εσπέρου συνέβαινεν εἶναι, τῆς ὥρας εἰς τοῦτο συναγούσης τὸν καιρόν. τὰ δὲ κατὰ μέρος αὐτῶν εἴ τις εἰδέναι βούλεται, τὰς τῶν πεντετηρίδων γραφὰς λαμβάνων ἐπισκοπείτω. Ε. τῆς δὲ Διονυσιακῆς πομπῆς πρῶτοι μὲν προῄεσαν οἱ τὸν ὄχλον ἀνείργον. 75 τες Σειληνοί πορφυρᾶς χλανίδας, οἱ δὲ φοινικίδας ἠμφιεσμένοι. τούτοις δ' ἐπηκολούθουν Σάτυροι καθ ̓ ἕκαστον τοῦ σταδίου μέρος εἴκοσι, λαμπάδας φέροντες κισσίνας διαχρύσους. μεθ' οὓς Νίκαι χρυσᾶς ἔχουσαι πτέρυγας. ἔφερον δ' αὗται θυμιατήρια εξαπήχη, κισσί νοις χρυσοῖς κλωσὶ διακεκοσμημένα, ζωωτοὺς ἐνδεδυκυῖαι χιτώνας, 50 αὐταὶ δὲ πολὺν κόσμον χρυσοῦν περικείμεναι. F. μετὰ δὲ ταύτας εἵπετο βωμὸς ἑξάπηχυς διπλοῦς, κισσίνῃ φυλλάδι διαχρύσῳ πεπυκασμένος, ἔχων ἀμπέλινον χρυσοῦν στέφανον, μεσολεύκοις μίτραις κατειλημένον. ἐπηκολούθουν δ ̓ αὐτῷ παῖδες ἐν χιτῶσι πορφυροῖς λιβανωτὸν καὶ σμύρναν ἔτι δὲ κρόκον ἐπὶ χρυσῶν μαζονόμων φέροντες ἑκατὸν εἴκοσι 55 μεθ' οὓς Σάτυροι τεσσαράκοντα ἐστεφανωμένοι κισσίνοις χρυσοῖς στε φάνοις, τὰ δὲ σώματα οἱ μὲν ἐκέχοιντο ὀστρείῳ, τινὲς δὲ μίλτῳ καὶ χρώμασιν ἑτέροις. 198. Α. ἔφερον δὲ καὶ οὗτοι στέφανον χρυσοῖν ἐξ ἀμπέλου καὶ κισσοῦ εἰργασμένον. μεθ' οὓς Σειληνοὶ δύο ἐν πορφυραῖς χλαμύσι καὶ κρηπῖσι λευκαῖς. εἶχε δ ̓ αὐτῶν ὁ μὲν πέτασον καὶ κηρύ- 90 κειον χρυσοῦν ὁ δὲ σάλπιγγα. μέσος δὲ τούτων ἐβάδιζεν ἀνὴρ μείζων τετράπηχυς ἐν τραγικῇ διαθέσει καὶ προςώπῳ, φέρων χρυσοῦν Ἀμαλθείας κέρας, ὃς προςηγορεύετο Ενιαυτός. ᾧ γυνὴ περικαλλεστάτη καὶ τὸ μέγεθος [μεγίστη εἵπετο πολλῷ χρυσῷ καὶ διαπρεπεῖ [ἐσθῆτι

κεκοσμημένη, Β. φέρουσα τῇ μὲν μιᾷ τῶν χειρῶν στέφανον περσαίας, τῇ 95 δ ̓ ἑτέρα ῥάβδον φοίνικος· ἐκαλεῖτο δὲ αὕτη Πεντετηρίς. ταύτῃ δ' ἐπηκολούθουν Ωραι τέσσαρες* διεσκευασμέναι καὶ ἑκάστη φέρουσα τοὺς ἰδίους καρπούς. ἐχόμενα τούτων θυμιατήρια δύο κίσσινα ἐκ χρυσοῦ ἑξαπήχη καὶ βωμὸς ἀνὰ μέσον τούτων τετράγωνος χρυσοῦ. καὶ πάλιν Σάτυροι στεφάνους ἔχοντες κισσίνους χρυσοῦς, φοινικίδας περιβεβλημένοι· 100 ἔφερον δ' οἱ μὲν οἰνοχόην χρυσῆν οἱ δὲ καρχήσιον. μεθ ̓ οὓς ἐπορεύετο Φιλίσκος ὁ ποιητὴς ἱερεὺς ἂν Διονύσου C. καὶ πάντες οἱ περὶ

τὸν Διόνυσον τεχνῖται, τούτων δ' ἐφεξῆς ἐφέροντο Δελφικοὶ τρίπου

δες, ἆθλα τοῖς τῶν ἀθλητῶν χορηγοῖς, ὁ μὲν παιδίσκων ἐννέα πηχῶν τὸ ὕψος, ὁ δὲ πηχῶν δώδεκα ὁ τῶν ἀνδρῶν.

105

28. μετὰ τούτους τετράκυκλος πηχῶν τεσσαρεςκαίδεκα, ὀκτὼ δὲ τὸ πλάτος, ἤγετο ὑπὸ ἀνδρῶν ὀγδοήκοντα καὶ ἑκατὸν, ἐπὶ δὲ ταύτης ἐπῆν ἀγαλμα Διονύσου δεκάπηχυ σπένδον ἐκ καρχησίου χρυσοῦ, χιτῶνα πορφυροῦν ἔχον διάπεζον, καὶ ἐπ ̓ αὐτοῦ κροκωτὸν διαφανῆς περιεβέβλητο δὲ ἱμάτιον πορφυροῦν χρυσοποίκιλον. D. προέκειτο 110 δὲ αὐτοῦ κρατὴρ Λακωνικὸς χρυσούς μετρητῶν πεντεκαίδεκα καὶ τρίπους χρυσοῦς, ἐφ ̓ οὗ θυμιατήριον χρυσοῦν καὶ φιάλαι δύο χρυσαῖ κασίας μεσταὶ καὶ κρόκου. περιέκειτο δ ̓ αὐτῷ καὶ σκιὰς ἐκ χισσοῦ καὶ ἀμπέλου καὶ τῆς λοιπῆς ὀπώρας κεκοσμημένη προσήρτηντο δὲ καὶ στέφανοι καὶ ταινίαι καὶ θύρσοι καὶ τύμπανα καὶ μίτραι πρόςωπά τε σα- 115 τυρικὰ καὶ κωμικὰ καὶ τραγικά. Ε. τῇ δὲ τετρακύκλῳ [είποντο] ἱερεῖς καὶ ἱέρειαι καὶ πέρσεις τελεταὶ (?) καὶ θίασοι παντοδαποὶ καὶ τὰ λίκνα φέρουσαι. μετὰ δὲ ταῦτα Μακέται αἱ καλούμεναι Μιμαλλόνες καὶ Βασσάραι καὶ Λυδαί, κατακεχυμέναι τὰς τρίχας καὶ ἐστεφανωμέναι τινὲς μὲν ὄφεσιν, αἱ δὲ μίλαξι καὶ ἀμπέλῳ καὶ κισσῷ· κατεῖχον δὲ 120 ταῖς χερσὶν αἱ μὲν ἐγχειρίδια αἱ δὲ ὄφεις. μετὰ δὲ ταύτας ἤγετο τετράκυκλος πηχῶν ὀκτὼ πλάτος * ὑπὸ ἀνδρῶν ἑξήκοντα, ἐφ ̓ ἧς ἄγαλμα Νύσης ὀκτάπηχυ καθήμενον, F. ἐνδεδυκὸς μὲν θάψινον χιτῶνα χρυσοποίκιλον, ἱμάτιον δὲ ἠμφίεστο Λακωνικόν. ἀνίστατο δὲ τοῦτο μηχανικῶς οὐδενὸς τὰς χεῖρας προςάγοντος, καὶ σπεῖσαν ἐκ χρυσῆς φιάλης 125 γάλα πάλιν ἐκάθητο. εἶχε δὲ ἐν τῇ ἀριστερᾷ θύρσον ἐστεμμένον μίτραις. αὐτή δ ̓ ἐστεφάνωτο [στεφάνῳ] κισσίνῳ χρυσῷ καὶ βότρυσι διαλίθοις πολυτελέσιν. εἶχε δὲ σκιάδα, καὶ ἐπὶ τῶν γωνιῶν τῆς τετρακύκλου κατε πεπήγεσαν λαμπάδες διάχρυσοι τέτταρες. 199. Α. ἑξῆς εἵλκετο ἄλλη τετράκυκλος μήκος πηχῶν εἴκοσι, πλάτος εκκαίδεκα, ὑπὸ ἀνδρῶν τριακο- 130 σίων. ἐφ ̓ ἧς κατεσκεύαστο ληνὸς πηχῶν εἴκοσι τεσσάρων, πλάτος πεντεκαίδεκα, πλήρης σταφυλῆς. ἐπάτουν δὲ ἑξήκοντα Σάτυροι πρὸς αὐτὸν ᾄδοντες μέλος ἐπιλήνιον· ἐφειστήκει δ ̓ αὐτοῖς Σειληνός· καὶ δι ̓ ὅλης τῆς ὁδοῦ τὸ γλευκος ἔρρει. ἑξῆς ἐφέρετο τετράκυκλος μῆκος πηχών εἴκοσι πέντε, πλάτος τεσσαρεςκαίδεκα· ἤγετο δὲ ὑπὸ ἀνδρῶν ἑξακο– 135 σίων· ἐφ ̓ ἧς ἦν ἀσκὸς τρισχιλίους ἔχων μετρητάς, ἐκ παρδαλῶν δερμάτων] ἐρραμμένος· Β. ἔρρει δὲ καὶ οὗτος κατὰ μικρὸν ἀνιέμενος κατὰ πᾶσαν τὴν ὁδόν. ἠκολούθουν δ ̓ αὐτῷ Σάτυροι καὶ Σειληνοὶ ἑκατὸν εἴκοσιν ἐστεφανωμένοι, φέροντες οἱ μὲν οἰνοχίας οἱ δὲ φιάλας οἱ δὲ θηρικλείους μεγάλας, πάντα χρυσᾶ.

29. ἐχομένως ἤγετο κρατὴρ ἀργυροῖς ἑξακοσίους χωρῶν με τρητὰς ἐπὶ τετρακύκλου ἑλκομένης ὑπὸ ἀνδρῶν ἑξακοσίων. εἶχε δὲ ὑπὸ τὰ χείλη καὶ τὰ ὦτα καὶ ὑπὸ τὴν βάσιν ζῷα τετορευμένα, C. καὶ διὰ μέσου ἐστεφάνωτο στεφάνῳ χρυσῷ διαλίθῳ. ἑξῆς ἐφέρετο κυλικεῖα

140

« IndietroContinua »