Immagini della pagina
PDF
ePub

*

[ocr errors]

ἀργυρᾶ δωδεκαπήχη δύο, ὕψος πηχῶν ἕξ. ταῦτα δ ̓ εἶχεν ἄνω τε ἀκρω- 145 τήρια καὶ ἐν ταῖς γάστραις κύκλῳ, καὶ ἐπὶ τῶν ποδῶν ζῷα τριημιπήχη καὶ πηχυαῖα πλήθει πολλά. καὶ λουτῆρες μεγάλοι δέκα καὶ κρατῆρες ἑκκαίδεκα, ὧν οἱ μείζους ἐχώρουν μετρητὰς τριάκοντα, οἱ δ ̓ ἐλάχιστοι πέντε. εἶτα λέβητες ἓξ βαλανωτοί, εἴκοσι τέσσαρες ἐπ ̓ ἐγγυθήκαις πέντε καὶ ληνοὶ ἀργυραί δύο, ἐφ ̓ ὧν ἦσαν βίκοι εἴκοσι τέσσαρες, τρά- 150 πεζά τε δλάργυρος δωδεκάπηχυς, D. καὶ ἄλλαι ἑξαπήχεις τριάκοντα. πρὸς δὲ τούτοις τρίποδες τέσσαρες, ὧν εἷς μὲν εἶχε τὴν περίμετρον πηχῶν ἑκκαίδεκα, κατάργυρος ὢν ὅλος, οἱ δὲ τρεῖς ἐλάττονες ὄντες διάλιθοι κατὰ μέσον ὑπῆρχον. μετὰ τούτους ἐφέροντο Δελφικοὶ τρί ποδες ἀργυροῖ ὀγδοήκοντα τὸν ἀριθμόν, ἐλάττους τῶν προειρημένων, 155 ὧν αἱ γωνίαι * τετραμέτρητοι ὑδρίαι εἴκοσι καὶ ἓξ, ἀμφορεῖς Παναθη ναϊκοὶ ἑκκαίδεκα, ψυκτῆρες ἑκατὸν ἑξήκοντα· τούτων ὁ μέγιστος ἦν μετρητῶν ἕξ, ὁ δὲ ἐλάχιστος δύο. Ε. ταῦτα μὲν οὖν ἦν ἅπαντα ἀργυρᾶ 30. „ἐχόμενοι δὲ τούτων ἐπόμπευον οἱ τὰ χρυσώματα φέρον τες, κρατῆρας Λακωνικούς τέτταρας ἔχοντας στεφάνους ἀμπελίνους* 160 τετραμέτρητοι. ἕτεροι Κορινθιουργεῖς δύο οὗτοι δ ̓ εἶχον ἄνωθεν καθήμενα περιφανῆ τετορευμένα ζῷα καὶ ἐν τῷ τραχήλῳ καὶ ἐν ταῖς γάστραις πρότυπα ἐπιμελῶς πεποιημένα· ἐχώρει δ ̓ ἕκαστος μετρη τὰς ὀκτώ — ἐπ' ἐγγυθήκαις. καὶ ληνὸς ἐν ᾗ ἦσαν βἴκοι δέκα· F. ὁλκεῖα δύο ἑκάτερον χωροῦν, μετρητὰς πέντε κώθωνες διμέτρητοι δύο: 165 ψυκτῆρες εἴκοσι δύο, ὧν ὁ μέγιστος ἐχώρει μετρητὰς τριάκοντα, ὁ δὲ ἐλάχιστος μετρητήν. ἐπόμπευσαν δὲ τρίποδες χρυσοῖ μεγάλοι τέτταρες· καὶ χρυσωματοθήκη χρυσῆ διάλιθος πηχών δέκα ὕψος, ἔχουσα βασμοὺς ἕξ, ἐν οἷς καὶ ζῷα τετραπάλαιστα ἐπιμελῶς πεποιημένα πολλὰ τὸν ἀριθμόν· καὶ κυλικεῖα δύο, καὶ ὑάλινα διάχρυσα δύο· ἐγγυθή- 170 και χρυσαῖ τετραπήχεις δύο, 200. Α. ἄλλαι ἐλάττους τρεῖς, ὑδρίαι δέκα, βωμὸς τρίπηχυς, μαζονόμια εἴκοσι πέντε. μετὰ δὲ ταῦτα ἐπορεύοντο παῖδες χίλιοι καὶ ἑξακόσιοι ἐνδεδυκότες χιτῶνας λευκούς, ἐστεφανωμένοι οἱ μὲν κισσῷ οἱ δὲ πίτυι· ὧν διακόσιοι μὲν καὶ πεντήκοντα χοεῖς εἶχον χρυσοῦς, τετρακόσιοι δὲ ἀργυροῦς, ἕτεροι δὲ τριακόσιοι 175 καὶ εἴκοσι ψυκτήρια ἔφερον χρυσᾶ, οἱ δὲ ἀργυρᾶ. μεθ' οὓς ἄλλοι παῖδες ἔφερον κεράμια πρὸς τὴν τοῦ γλυκισμοῦ χρείαν· ὧν εἴκοσι μὲν ἦν χρυσᾶ, πεντήκοντα δὲ ἀργυρᾶ, Β. τριακόσια δὲ κεκηρογραφημένα χρώμασι παντοίοις. καὶ κερασθέντων ἐν ταῖς ὑδρίαις καὶ πίθοις πάν τες κοσμίως ἐγλυκάνθησαν οἱ ἐν τῷ σταδίῳ.

*

66

ων

180

31. ἑξῆς τούτοις καταλέγει τετραπήχεις τραπέζας, ἐφ ̓ ὧν πολλὰ θέας ἄξια πολυτελῶς κατεσκευασμένα περιήγετο θεάματα. ἐν οἷς καὶ ὁ τῆς Σεμέλης θάλαμος, ἐν ᾧ ἔχουσι χιτῶνας τινὲς διαχρύσους καὶ λιθοκολλήτους τῶν πολυτιμήτων. οὐκ ἄξιον δ ̓ ἦν παραλιπεῖν τήνδε τὴν τετράκυκλον, μῆκος οὖσαν πηχῶν εἴκοσι δύο, πλάτος 185 τεσσαρεςκαίδεκα, C. ὑπὸ ἀνδρῶν ἑλκομένην πεντακοσίων· ἐφ ̓ ἧς ἄντρον ἦν βαθὺ καθ ̓ ὑπερβολὴν κισσῷ καὶ μίλτῳ. ἐκ τούτου περιστεραὶ καὶ φάσσαι καὶ τρυγόνες καθ ̓ ὅλην ἐξίπταντο τὴν ὁδόν, λημνίσκοις τοὺς πόδας δεδεμέναι πρὸς τὸ ῥᾳδίως ὑπὸ τῶν θεωμένων ἁρπάζεσθαι. ἀνέβλυζον δὲ ἐξ αὐτοῦ καὶ κρουνοὶ δύο, ὁ μὲν γάλακτος, δ δὲ οἴνου.* 190 πᾶσαι δ' αἱ περὶ αὐτὸν Νύμφαι στεφάνους εἶχον χρυσοῦς, ὁ δὲ Ἑρμῆς καὶ κηρύκειον χρυσοῦν, ἐσθῆτας δὲ πολυτελεῖς. ἐπὶ δὲ ἄλλης τετρακύ κλου, ἣ περιεῖχε τὴν ἐξ Ινδῶν κάθοδον Διονύσου, D. Διόνυσος ἦν δωδεκάπηχυς, ἐπ' ἐλέφαντος κατακείμενος, ἠμφιεσμένος πορφυρίδα καὶ

στέφανον κισσοῦ καὶ ἀμπέλου χρυσοῦν ἔχων· εἶχε δ ̓ ἐν ταῖς χερσὶ θυρ- 195 σύλογχον χρυσοῦν, ὑπεδέδετο δ ̓ ἐμβάδας χρυσογραφεῖς. προεκάθητο δ ̓ αὐτοῦ ἐπὶ τῷ τραχήλῳ τοῦ ἐλέφαντος σατυρίσκος πεντάπηχυς, ἐστεφανωμένος πίτυος στεφάνῳ χρυσῷ, τῇ δεξιᾷ αἰγείῳ κέρατι χρυσῷ σημαίνων. ὁ δὲ ἐλέφας σκευὴν εἶχε χρυσῆν, καὶ περὶ τῷ τραχήλῳ κίσ σινον χρυσοῦν στέφανον. Ε. ἠκολούθουν δὲ τούτῳ παιδίσκαι πεντακό- 200 σιαι κεκοσμημέναι χιτῶσι πορφυροῖς, χρυσῷ διεζωσμέναι. ἐστεφάνωντο δὲ αἱ μὲν ἡγούμεναι ἑκατὸν εἴκοσι χρυσοῖς πιτυΐνοις στεφάνοις, ἠκολούθουν δὲ αὐταῖς Σάτυροι ἑκατὸν εἴκοσι, πανοπλίας οἱ μὲν ἀργυρᾶς οἱ δὲ χαλκᾶς ἔχοντες. μετὰ δὲ τούτους ἐπορεύοντο ὄνων ἶλαι πέντε, ἐφ ̓ ὧν ἦσαν Σειληνοὶ καὶ Σάτυροι ἐστεφανωμένοι. τῶν 205 δὲ ὄνων οἱ μὲν χρυσᾶς οἱ δὲ ἀργυρᾶς προμετωπίδας καὶ σκευασίας εἶχον. “

32. F.,,μετὰ δὲ τούτους ἐλεφάντων ἅρματα ἀφείθη εἴκοσι τέσσαρα καὶ συνωρίδες τράγων ἑξήκοντα, πώλων δώδεκα, ὀρύγων ἑπτά, βουβάλων πεντεκαίδεκα, στρουθῶν συνωρίδες ὀκτώ, ὀνελάφων ἑπτά, καὶ 210 συνωρίδες τέσσαρες ὄνων ἀγρίων, ἅρματα τέσσαρα. ἐπὶ δὲ πάντων τούτων ἀναβεβήκει παιδάρια χιτῶνας ἔχοντα ἡνιοχικοὺς καὶ πετάσους. παραναβεβήκει δὲ παιδισκάρια διεσκευασμένα πελταρίοις καὶ θυρσολόγχοις, κεκοσμημένα ἱματίοις καὶ χρυσίοις. ἐστεφάνωτο δὲ τὰ μὲν ἡνιοχοῦντα παιδάρια πίτυϊ, τὰ δὲ παιδισκάρια κισσῷ. ἐπῇσαν δὲ 215 καὶ συνωρίδες καμήλων ἐξ ἑκατέρου μέρους τρεῖς 201. Α. αἷς ἐπηκολούθουν ἀπῆναι ὑφ ̓ ἡμιόνων ἀγόμεναι. αὗται δ ̓ εἶχον σκηνὰς βαρβαρι κὰς, ὑφ ̓ ὧν ἐκάθηντο γυναῖκες Ἰνδαὶ καὶ ἕτεραι, κεκοσμημέναι ὡς αἰχμάλωτοι. κάμηλοι δ' αἱ μὲν ἔφερον λιβανωτοῦ μνᾶς τριακοσίας, σμύρνης τριακοσίας, κρόκου καὶ κασίας καὶ κινναμώμου καὶ ἔριδος 220 καὶ τῶν λοιπῶν ἀρωμάτων διακοσίας. ἐχόμενοι τούτων ἦσαν Αιθίο πες δωροφόροι, ὧν οἱ μὲν ἔφερον ὀδόντας ἑξακοσίους, ἕτεροι δὲ ἐβέ νου κορμοὺς δισχιλίους, ἄλλοι χρυσοῦς καὶ ἀργυροῦς κρατῆρας ἑξή κοντα καὶ ψήγματα χρυσίου. Β. μεθ' οὓς ἐπόμπευσαν κυνηγοὶ δύο ἔχον τες σιβύνας ἐπιχρύσους. ἤγοντο δὲ καὶ κύνες δισχίλιοι τετρακέσιοι, οἱ 225 μὲν Ἰνδοί, οἱ λοιποὶ δὲ Υρκανοὶ καὶ Μολοσσοὶ καὶ ἑτέρων γενῶν. ἑξῆς ἄνδρες ἑκατὸν πεντήκοντα φέροντες δένδρα ἐξ ὧν ἀνήρτητο θηρία παντοδαπὰ καὶ ὄρνεα. εἶτ ̓ ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ καὶ ταῷ καὶ μελεαγρίδες καὶ φασιανοὶ ὄρνιθες καὶ αλλοι Αιθιοπικοὶ πλήθει πολλοί." εἰπὼν δὲ καὶ ἄλλα πλεῖστα καὶ καταλέξας ζῴων ἀγέλας 230 ἐπιφέρει πρόβατα Αιθιοπικὰ ἑκατὸν τριάκοντα, Αράβια τριακόσια, ς. Εὐβοϊκὰ εἴκοσι, ὁλόλευκοι βόες Ινδικοὶ εἴκοσι ἕξ, Αιθιοπικοὶ ὀκτώ, ἄρκτος [μὲν] λευκὴ μεγάλη μία, παρδάλεις τεσσαρεςκαίδεκα, πάνθηρες ἑκκαίδεκα, λυγκία τέσσαρα, ἄρκηλοι τρεῖς, καμηλοπάρδαλις μία, δινόκερως Αιθιοπικὸς εἶς.

235

33. „ἑξῆς ἐπὶ τετρακύκλου Διόνυσος περὶ τὸν τῆς Ῥέας βωμὸν καταπεφευγώς, ὅτε ὑπὸ Ἥρας ἐδιώκετο, στέφανον ἔχων χρυσοῦν, Πριά που αὐτῷ παρεστῶτος ἐστεφανωμένου χρυσῷ κισσίνῳ. τὸ δὲ τῆς Ἥρας ἄγαλμα στεφάνην εἶχε χρυσῆν. D. Αλεξάνδρου δὲ καὶ Πτολεμαίου ἀγάλματα ἐστεφανωμένα στεφάνοις κισσίνοις ἐκ χρυσοῦ. τὸ δὲ τῆς 240 Αρετῆς ἄγαλμα τὸ παρεστὸς τῷ Πτολεμαίῳ στέφανον εἶχεν ἐλαίας χρυσοῦν. καὶ Πρίαπος δ ̓ αὐτοῖς συμπαρὴν ἔχων στέφανον κίσσινον ἐκ χρυσοῦ. Κόρινθος δ ̓ ἡ πόλις παρεστῶσα τῷ Πτολεμαίῳ ἐστε φάνωτο διαδήματι χρυσῷ. παρέκειντο δὲ πᾶσι τούτοις κυλικεῖον με

στὸν χρυσωμάτων κρατήρ τε χρυσούς μετρητῶν πέντε. τῇ δὲ τετρακύ- 245 κλῳ ταύτῃ ἠκολούθουν Ε. γυναῖκες ἔχουσαι ἱμάτια πολυτελῆ καὶ κόσ σμον· προσηγορεύοντο δὲ πόλεις, αἵ τ ̓ ἀπ ̓ Ἰωνίας καὶ λοιπαὶ Ἑλλη νίδες, ὅσαι τὴν Ἀσίαν καὶ τὰς νήσους κατοικοῦσαι ὑπὸ τοὺς Πέρσας ἐτάχθησαν· ἐφόρουν δὲ πᾶσαι στεφάνους χρυσοῦς. ἐφέρετο καὶ ἐπ' ἄλλων τετρακύκλων θύρσος ἐνενηκοντάπηχυς χρυσοῦς καὶ λόγχη ἀρ- 250 γυρᾶ ἑξηκοντάπηχυς, καὶ ἐν ἄλλῃ φαλλὸς χρυσοῦς πηχῶν ἑκατὸν εἴκοσι, διαγεγραμμένος καὶ διαδεδεμένος στέμμασι διαχρύσοις, ἔχων ἐπ' ἄκρου ἀστέρα χρυσοῦν, οὗ ἦν ἡ περίμετρος πηχῶν ἕξε

3

πολλῶν οὖν καὶ ποικίλων εἰρημένων ἐν ταῖς πομπαῖς ταύταις μόνα ἐξελεξάμεθα Ε. ἐν οἷς ἦν χρυσὸς καὶ ἄργυρος. καὶ γὰρ διαθέσεις 255 πολλαὶ ἀκοῆς ἦσαν ἄξιαι καὶ θηρίων πλήθη καὶ ἵππων καὶ λέοντες παμμεγέθεις εἴκοσι καὶ τέσσαρες. ἦσαν δὲ καὶ ἄλλαι τετράκυκλοι οὐ μόνον εἰκόνας βασιλέων φέρουσαι, ἀλλὰ καὶ θεῶν πολλαί. μεθ' ἃς χορὸς ἐπόμπευσεν ἀνδρῶν ἑξακοσίων, ἐν οἷς κιθαρισταὶ συνεφώ νουν τριακόσιοι ἐπιχρύσους ἔχοντες ὅλας κιθάρας καὶ στεφάνους χρυ- 260 σους. 202. Α. μεθ' οὓς ταῦροι διῆλθον δισχίλιοι ὁμοιοχρώματοι, χρυσοκέρῳ, προμετωπίδας χρυσᾶς καὶ ἀνὰ μέσον στεφάνους όρμους τε καὶ αἰγίδας πρὸ τῶν στηθῶν ἔχοντες· ἦν δ ̓ ἅπαντα ταῦτα χρυσά

νοι

[ocr errors]

34. καὶ μετὰ ταῦτα Διὸς ἤγετο πομπὴ καὶ ἄλλων παμπόλλων θεῶν, καὶ ἐπὶ πᾶσιν Αλεξάνδρου, ὃς ἐφ ̓ ἅρματος ἐλεφάντων ἀληθι- 265 νῶν ἐφέρετο χρυσοῦς, Νίκην καὶ Ἀθηνᾶν ἐξ ἑκατέρου μέρους ἔχων. ἐπόμ πευσαν δὲ καὶ θρόνοι πολλοὶ ἐξ ἐλέφαντος καὶ χρυσοῦ κατεσκευασμέ Β. ὧν ἐφ' ἑνὸς ἔκειτο στεφάνη χρυσῆ, ἐπ' ἄλλου δίκερας χρυσοῦν, ἐπ' ἄλλου δὲ ἦν στέφανος χρυσοῦς, καὶ ἐπ' ἄλλου δὲ κέρας ὁλόχρυσον. ἐπὶ δὲ τὸν Πτολεμαίου τοῦ Σωτῆρος θρόνον στέφανος ἐπέκειτο ἐκ 270 μυρίων κατεσκευασμένος χρυσῶν. ἐπόμπευσε δὲ καὶ θυμιατήρια χρυσᾶ τριακόσια καὶ πεντήκοντα, καὶ βωμοὶ δὲ ἐπίχρυσοι, ἐστεφάνωμένοι χρυσοῖς στεφάνοις, ὧν ἑνὶ παρεπεπήγεσαν δᾷδες χρυσαῖ δεκαπήχεις τέσσαρες. ἐπόμπευσαν δὲ καὶ ἐσχάραι ἐπίχρυσοι δώδεκα, ὧν ἡ μὲν δωδεκάπηχυς τῇ περιμέτρῳ τεσσαρακοντάπηχυς ὕψει, ἡ δὲ 275 πηχῶν πεντεκαίδεκα. ἐπόμπευσαν δὲ καὶ Δελφικοὶ τρίποδες χρυσοῖ δέκα, εἷς πηχῶν τεσσάρων, Ο. ἄλλοι ὀκτὼ πηχῶν ἕξ, ἄλλος πηχῶν τριάκοντα, ἐφ ̓ οὗ ἦν ζῷα χρυσᾶ πενταπήχη καὶ στέφανος κύκλῳ χρυσοῦς ἀμπέλινος. παρῆλθον δὲ καὶ φοίνικες ἐπίχρυσοι ὀκταπήχεις ἑπτά, καὶ κερύκειον ἐπίχρυσον πηχῶν τεσσαράκοντα πέντε, καὶ κεραυνὸς 280 ἐπίχρυσος πηχών τεσσαράκοντα, ναός τε ἐπίχρυσος, οὗ ἡ περίμετρος πηχῶν τεσσαράκοντα· δίκερας πρὸς τούτοις ὀκτάπηχυ. πολὺ δὲ καὶ ζῴων πλῆθος ἐπιχρύσων συνεπόμπευεν, ὧν ἦν τὰ πολλὰ δωδεκαπήχη D. καὶ θηρία ὑπεράγοντα τοῖς μεγέθεσι καὶ ἀετοὶ πηχῶν εἴκοσι. στέφανοί τ' επίχρυσοι ἐπόμπευσαν τριςχίλιοι διακόσιοι, ἕτερός τε μυστι- 255 κὸς χρυσοῦς λίθοις πολυτελέσι κεκοσμημένος, ὀγδοηκοντάπηχυς· οὗτος δὲ περιετίθετο τῷ τοῦ Βερενικείου θυρώματι, αἰγίς τε ὁμοίως χρυσῆ. ἐπόμπευσαν δὲ καὶ στεφάναι χρυσαῖ πάνυ πολλαὶ ἃς ἔφερον παιδίσκαι πολυτελώς κεκοσμημέναι, ὧν μία δίπηχυς εἰς ὕψος, τὴν δὲ περίμετρον ἔχουσα εκκαίδεκα πηχῶν. Ε. ἐπόμπευσε δὲ καὶ θώραξ 290 χρυσοῦς πηχῶν δώδεκα καὶ ἕτερος ἀργυροῖς πηχῶν ὀκτωκαίδεκα ἔχων ἐφ' ἑαυτὸν κεραυνοὺς χρυσοῦς δεκαπήχεις δύο καὶ στέφα νον δρυος διάλιθον· ἀσπίδες χρυσαῖ εἴκοσι, πανοπλίαι χρυσαῖ ἑξή κοντα τέσσαρες, κνημίδες χρυσαῖ τριπήχεις δύο, λεκάναι χρυσαῖ δώ

δεκα, φιάλαι πολλαὶ πάνυ τὸν ἀριθμόν, οἰνοχόαι τριάκοντα, εξά-295 λειπτρα μεγάλα δέκα, ὑδρίαι δώδεκα, μαζονόμια πεντήκοντα, τράπε και διάφοροι, κυλικεία χρυσωμάτων πέντε, κέρας ολόχρισον πηχῶν τριάκοντα. ταῦτα δὲ τὰ χρυσώματα ἐκτὸς ἦν τῶν ἐν τῇ τοῦ Διονύσου πομπῇ διενεχθέντων. εἶτ ̓ ἀργυρωμάτων ἅμαξαι τετρακόσιαι καὶ χρυσ σωμάτων εἴκοσι, ἀρωμάτων δὲ ὀκτακόσιαι.

300

35. „ἐπὶ δὲ πᾶσιν ἐπόμπευσαν αἱ δυνάμεις αἱ ἱππικαὶ καὶ πεζικαί, πᾶσαι καθωπλισμέναι θαυμασίως. πεζοὶ μὲν ἐς πέντε μυριάδας καὶ ἑπτακισχιλίους καὶ ἑξακοσίους, 203. Α. ἱππεῖς δὲ διςμύριοι τριςχίλιοι διακόσιοι. πάντες δ ̓ οὗτοι ἐπόμπευσαν, τὴν ἁρμόζουσαν ἑκάστῳ ἠμφιεσμένοι στολὴν καὶ τὰς προσηκούσας ἔχοντες πανοπλίας. ἐκτὸς 305 δ ̓ ὧν πάντες οὗτοι εἶχον πανοπλιῶν καὶ ἄλλαι πλεῖσται ἦσαν ἀποκείμεναι, ὧν οὐδὲ τὸν ἀριθμὸν ἀναγράψαι ῥᾴδιον. κατέλεξε δ ̓ αὐ τὸν ὁ Καλλίξενος. „ἐστεφανώθησαν δ ̓ ἐν τῷ ἀγῶνι καὶ στεφάνοις χρυσοῖς εἴκοσι· Πτολεμαῖος δὲ ὁ πρῶτος καὶ Βερενίκη εἰκόσι τρισὶν ἐφ ̓ ἁρμάτων χρυσῶν καὶ τεμένεσιν ἐν Δωδώνῃ. καὶ ἐγένετο τὸ δαπά-310 νημα τοῦ νομίσματος Β. τάλαντα διςχίλια διακόσια τριάκοντα ἐννέα, μναῖ πεντήκοντα, καὶ ταῦτ ̓ ἀριθμήθη πάντα παρὰ τοῖς οἰκονόμοις, διὰ τὴν τῶν στεφανούντων προθυμίαν, πρὸ τοῦ τὰς θέας παρελθεῖν. ὁ δὲ Φιλάδελφος Πτολεμαῖος, υἱὸς αὐτῶν, εἰκόσι χρυσαῖς, δυσὶ μὲν ἐφ ̓ ἁρμάτων χρυσῶν, ἐπὶ δὲ κιόνων ἑξαπήχει μιᾷ, πενταπήχεσι, 315 πέντε, τετραπήχεσιν ἕξ.

Die Pompa Antiochos' IV. Epiphanes (Ol. 151-154.)

1991. Athen. V. p. 194 C. 22. ὁ δ ̓ αὐτὸς οὗτος βασιλεὺς ἀκούσας τοὺς ἐν τῇ Μακεδονίᾳ συντετελεσμένους ἀγῶνας ὑπὸ Αἰμιλίου Παύλου τοῦ Ρωμαίων στρατηγοῦ βουλόμενος τῇ μεγαλουργία [δωρες] ὑπερᾶραι τὸν Παῦλον ἐξέπεμψε πρέσβεις καὶ θεωροὺς εἰς τὰς πόλεις, καταγγε λοῦντας τοὺς ἐσομένους ἀγῶνας ὑπ ̓ αὐτοῦ ἐπὶ Δάφνης ... 23. 194 F. τὴν 5 δ ̓ ἄλλην πομπὴν λέγειν ἐστὶ δυσέφικτον· ὡς ἐν κεφαλαίῳ δὲ λεκτέον. ἔφηβοι μὲν γὰρ ἐπόμπευσαν εἰς ὀκτακοσίους, 195 Α. χρυσοῦς ἔχοντες στεφάνους, βόες δ ̓ εὐτρεφεῖς περὶ χιλίους, θεωρία δὲ βραχὺ λείπουσαι τριακοσίων, ἐλεφάντων δὲ ὀδόντες ὀκτακόσιοι. τὸ δὲ τῶν ἀγαλμάτων πλῆθος οὐ δυνατὸν ἐξηγήσασθαι· πάντων γὰρ τῶν παρ' ἀνθρώποις 10 λεγομένων ἢ νομιζομένων θεῶν ἢ δαιμόνων, προςέτι δὲ ἡρώων, εἴδωλα διήγετο, τὰ μὲν κεχρυσωμένα, τὰ δὲ ἠμφιεσμένα στολαῖς διαχρύσοις. καὶ πᾶσι τούτοις οἱ προσήκοντες μῦθοι κατὰ τὰς παραδεδομένας ἱστορίας ἐν διασκευαῖς πολυτελέσι παρέκειντο. Β. είπετο δ ̓ αὐτοῖς καὶ Νυκτὸς εἴδωλον καὶ Ἡμέρας Γῆς τε καὶ Οὐρανοῦ καὶ Ἠοῖς καὶ Με- 15 σημβρίας. τὸ δὲ τῶν χρυσωμάτων καὶ ἀργυρωμάτων πλῆθος οὕτως ἄν τις ὑπονοήσειεν ὅσον ἦν· ἑνὸς γὰρ τῶν φίλων, Διονυσίου τοῦ ἐπιστολιαγράφου, χίλιοι παῖδες ἐπόμπευσαν, ἀργυρώματ ̓ ἔχοντες ὧν οὐδὲν ἔλαττον ὁλκὴν εἶχε δραχμῶν χιλίων. βασιλικοὶ δὲ παῖδες παρῆλθον ἑξακόσιοι χρυσώματα ἔχοντες. ἔπειτα γυναῖκες ἐκ χρυσῶν καλπίδων 20 μύροις ἔῤῥαινον εἰς διακοσίας. C. ταύταις δ ̓ ἑξῆς ἐπόμπευον ἐν χρυσόποσι μὲν φορείοις ὀγδοήκοντα γυναῖκες, ἀργυρόποσι δὲ πεντακόσιαι καθήμεναι, πολυτελῶς διεσκευασμέναι. καὶ τῆς μὲν πομπῆς τὰ ἐπιφανέστατα ταῦτα ἦν.

(Aus Polybios, XXXI. 3. 13. (IV. p. 495 ed. Schweigh.)}

D. ant. Schriftquellen z. Gesch. d. bild. Künste b. d. Gr.

25

Sikyonischer Kunsthandel nach Alexandreia.
Plut. Arat. 13 s. oben 1749. und 1990. lin. 39.

Ambrakias Kunstreichthum unter Pyrrhos.

1992. Polyb. XXII. 13. ὁ δὲ Μάρκος (Fulvius Nobilior) καταλαβὼν τὴν Αμβρακίαν τοὺς μὲν Αιτωλοὺς ἀφῆκεν ὑποσπόνδους· τὰ δὲ ἀγάλματα καὶ τοὺς ἀνδριάντας καὶ τὰς γραφὰς ἀπήγαγεν ἐκ τῆς πόλεως ὄντα καὶ πλείω διὰ τὸ γεγονέναι βασίλειον Πύρρου τὴν Αμβρακίαν.

1993. Liv. XXXVIII. 9. 13. Ambracienses coronam auream consuli (Μ. Fulvius Nobilior) centum et quinquaginta pondo dederunt. signa aenea marmoreaque et tabulae pictae, quibus ornatior Ambracia, quia regia ibi Pyrrhi fuerat, quam ceterae regionis eius urbes erant, sublata omnia avectaque.

(Vgl. Strabon. VII. p. 325. μάλιστα δ' εκόσμησεν αὐτὴν (Αμβρακίαν) Πύρρος βασιλείω χρησάμενος τῷ τόπῳ.)

Antiocheias und Daphnes Kunstschätze.

Die zahlreichen Zeugnisse sind in O. Müllers Antiquitates Antiochenae Commentat. I. zusammengestellt, können aber ohne verbindenden Commentar hier nicht wiederholt werden.

Plastik.

Die Kunstschule von Pergamon.

(Vgl. ausser Brunn, K.G. I. S. 442 ff. besonders Urlichs in Fleckeisens Jahrbb. 1854 S. 383 f.)

1994. Plin. N. H. XXXIV. 84. plures artifices fecere Attali et Eumenis adversus Gallos proelia, Isigonus, Phyromachus, Stra tonicus, Antigonus qui volumina condidit de sua arte.

(Attalos I. besiegte die Gallier Ol. 137, Eumenes II. Ol. 153.)

1995. Pausan. I. 25. 2. πρὸς δὲ τῷ τείχει τῷ νοτίῳ (der Akropolis von Athen) Γιγάντων, οἳ περὶ Θρᾴκην ποτὲ καὶ τὸν Ἰσθμὸν τῆς Παλλήνης ᾤκησαν, τούτων τὸν λεγόμενον πόλεμον, καὶ μάχην πρὸς Αμαζόνας Ἀθηναίων, καὶ τὸ Μαραθῶνι πρὸς Μήδους ἔργον, καὶ Γαλατῶν τὴν ἐν Μυσίᾳ φθορὰν ἀνέθηκεν Ατταλος, ὅσον γε δύο πηχῶν ἕκαστον.

1996. Plut. Anton. 60. καὶ τῆς Ἀθήνησι γιγαντομαχίας ὑπὸ πνευμάτων ὁ Διόνυσος ἐκσεισθεὶς εἰς τὸ θέατρον κατηνέχθη.

(Für Reliefe hielten diese Darstellungen u. A. Visconti Mus. Pio-Clem. IV. 15. Note f, Leake, Topogr. v. Athen, Uebers. S. 112 (aber s. S. 250), Schubart in Fleckeisens Jahrbb. LXXXVII. S. 301 f., C. Wachsmuth in v. Sybels histor. Ztschr. 1563 Hft. 3 S. 17; als Statuengruppen erkannten sie dagegen u. A. Gerhard, Auserl. Vasenbb. I. S. 21 Note 7, Beulé, l'Acropole d'Athènes I. p. 94, II. p. 211, Bötticher, Bericht über die Untersuchungen auf der Akropolis von Athen S. 68, Bursian, Allg. Encyclop. I. LXXXII.

« IndietroContinua »