Immagini della pagina
PDF
ePub

3. Metallarbeit.

Glaukos (01. 22 nach Euseb. Chron.)

263. Herod. I. 25. ἀνέθηκε δὲ (Alyattes) ἐς Δελφοὺς κρητῆρά τε ἀργύ ρεον μέγαν καὶ ὑποκρητηρ ίδιον σιδήρεον κολλητὸν, θέης ἄξιον διὰ πάντων τῶν ἐν Δελφοῖσι ἀναθημάτων, Γλαύκου τοῦ Χίου ποίημα, ὃς μοῦνος δὴ πάντων ἀνθρώπων σιδήρου κόλλησιν ἐξεῦρε.

264. Hesych. v. Γλαύκου τέχνη· παροιμία ἐπὶ τῶν ῥᾳδίως κατερ γαζομένων· Διονυσόδωρος δὲ τὴν τοῦ σιδήρου κόλλησιν· Γλαῦκος γὰρ Χῖος σιδήρου κόλλησιν εὗρεν.

265. Suid. v. Γλαῦξ ἵπταται .... καὶ ἑτέρα παροιμία· Γλαύκου τέχνη, ἐπὶ τῶν ῥᾳδίως κατεργαζομένων· ἀπὸ Γλαύκου τινὸς Σαμίου, ὃς πρῶτος σιδήρου κόλλησιν ἐξεῦρεν.

266. Steph. Βyz. v. Αιθάλη· Πολύβιος ἐν τριακοστῇ τετάρτῃ λέγει Αιθάλειαν τὴν Λήμνον καλεῖσθαι, ἀφ ̓ ἧς ἦν Γλαῦκος. Δύο γὰρ ἦσαν· εἷς τῶν τὴν κόλλησιν σιδήρου εὑρόντων· οὗτος μὲν Σάμιος, ὅςτις καὶ ἔργον ἀοιδιμώτατον ἀνέθηκεν ἐν Δελφοῖς, ὡς Ἡρόδοτος· ὁ δὲ ἕτερος Λήμνιος, ἀνδριαντοποιὸς διάσημος.

267. Proverb. e cod. Coislin. 80. (Paroemiogr. gr. p. 128. ed. Gaisf.) Γλαύκου τέχνη· ἐπὶ τῶν εὐμηχάνων καὶ ῥᾳδίως κατεργαζομένων, ἀπὸ Γλαύκου τινὸς Σαμίου, ὃς πρῶτος σιδήρου κόλλησιν εὗρε καὶ ἄλλα πολλὰ εὐ μέθοδα ἐτεχνήσατο.

(Σάμιος auch bei Diogenian IV. S, Paroem. gr. I. p. 234 ed. Leutsch und Plutarch paroem. II. 25, ibid. p. 341.)

268. Schol. Plat. Phaed. p. 382 (ed. Bekker. ἔστι δὲ καὶ ἑτέρα τέχνη γραμμάτων, ἣν ἀνατιθέασι Γλαύκῳ Σαμίῳ, ἀφ ̓ ἧς ἴσως καὶ ἡ παροιμία διεδόθη· οὗτος δὲ καὶ σιδήρου κόλλησιν εὗρεν, ὥς φησιν Ηρόδοτος.

269. Pausan. Χ. 16. 1. Τῶν δὲ ἀναθημάτων, ἃ οἱ βασιλεῖς ἀπέστειλαν οἱ Λυδῶν, οὐδὲν ἔτι ἦν αὐτῶν εἰ μὴ σιδηροῦν μόνον τὸ ὑπόθημα τοῦ Αλυάττου κρατῆρος. τοῦτο Γλαύκου μέν ἐστιν ἔργον τοῦ Χίου, σιδήρου κόλλησιν ἀνδρὸς εὑρόντος· ἔλασμα δὲ ἕκαστον τοῦ ὑποθήματος ἐλάσματι ἄλλῳ προσεχὲς οὐ περόναις ἐστὶν ἢ κέντροις, μόνη δὲ ἡ κόλλα συνέχει τε καὶ ἔστιν αὕτη τῷ σιδήρῳ δεσμός· σχῆμα δὲ τοῦ ὑποθήματος κατὰ πύργον μάλιστα ἐς μείουρον ἀνιόντα ἀπὸ εὐρυτέρου τοῦ κάτω· ἑκάστη δὲ πλευρὰ τοῦ ὑποθήματος οὐ διὰ πάσης πέφρακται, ἀλλά εἰσιν αἱ πλάγιαι τοῦ σιδήρου ζῶναι, ώςπερ ἐν κλίμακι οἱ ἀναβασμοί· τὰ δὲ ἐλάσματα τοῦ σιδήρου τὰ ὀρθὰ ἀνέστραπται κατὰ τὰ ἄκρα ἐς τὸ ἐκτός· καὶ ἕδρα τοῦτο ἐν τῷ κρατῆρι.

270. Athen. V. p. 210 B. C. Ηγήσανδρος δ ̓ ὁ Δελφὸς ἐν τῷ ἐπιγραφο

ου

μένῳ ὑπομνήματι ἀνδριάντων καὶ ἀγαλμάτων Γλαύκου φησὶ τοῦ Χίου τὸ ἐν Δελφοῖς ὑπόστημα, οἷον ἐγγυθήκην τινὰ σιδηρᾶν, ἀνάθημα Αλυάττου· οὗ ὁ Ἡρόδοτος μνημονεύει ὑποκρητηρίδιον αὐτὸ καλῶν. καὶ ὁ μὲν Ηγήσανδρος ταῦτα λέγει· εἴδομεν δ ̓ αὐτὸ καὶ ἡμεῖς ἀνακείμενον ἐν Δελφοῖς, ὡς ἀληθῶς θέας ἄξιον διὰ τὰ ἐν αὐτῷ ἐντετορευμένα ζῳδάρια καὶ ἄλλα τινὰ ζωύφια καὶ φυτάρια ἐπιτίθεσθαι ἐπ ̓ αὐτῷ δυνάμενα, καὶ κρατῆρας καὶ ἄλλα σκεύη).

3) lies φυτάρια· ἐπιτίθεσθαι ἐπ ̓ αὐτῷ δύνανται καὶ κρατῆρες καὶ ἄλλα σκεύη nach dem Cod. Parisin. der Epitome, s. Urlichs in Fleckeisens Jahrbb. 1554 S. 377.

271. Plut. de defect. oracul. 47. (VII. p. 715 ed. Reiske.) ὅρα δὲ πρῶτον ἐπὶ τῶν τεχνιτῶν· οἷον εὐθὺς ἡ περιβόητος ἐνταῦθα τοῦ κρατῆρος ἕδρα καὶ βάσις, ἣν Ηρόδοτος ὑποκρητηρίδιον ὠνόμασεν, αἰτίας μὲν ἔχοντος ὑλικὰς πῦρ καὶ σίδηρον καὶ μάλαξιν διὰ πυρὸς, καὶ δι ̓ ὕδατος βαφὴν, ὧν ἄνευ γενέσθαι τὸ ἔργον οὐδεμία μηχανή· τὴν δὲ κυριωτέραν ἀρχὴν ταῦτα κινοῦσαν, καὶ διὰ τούτων ἐνεργοῦσαν ἡ τέχνη καὶ ὁ λόγος τῷ ἔργῳ παρέσχεν.

272. Philostr. Vita Apollon. Tyan. VI. p. 247. (p. 114 ed. Kayser.) ξυνελέξατό τε τὰ εὐδοκιμώτατα τῶν ἀναθημάτων ἐς τὴν Πυθὼ κόσμου ἕνεκα, καὶ οὔτ ̓ ἀγαλματοποιίαν ἀπήλασεν οὔτε Γλαῦκον μετὰ τοῦ ὑποκρατηριδίου ἥκοντα, οὔτε κτλ.

...

Rhoikos und Theodoros der ältere (Phileas und Telekles).

(Vgl. ausser Brunn, KG. I. S. 30 f. II. 8. 380 f. besonders Urlichs im N. Rhein. Mus. X. S. 1 ff., auch Bursian in den N. Jahrbb. f. Philol. Bd. 73 S. 509 f. Die beiden Theodoros, der ältere, Genoss des Rhoikos bei der Erfindung des Erzgusses, und ein jüngerer, sind in mehren ant. Quellen so wenig unterschieden, dass hier nur die gewiss auf den jüngeren Theodoros bezüglichen Nachrichten an den Schluss verwiesen werden konnten.)

[ocr errors]

273. Herod. III. 60. τρίτον δέ σφι (Σαμίοισιν ἐξέργασται νηὸς μέγιστος πάντων νηῶν τῶν ἡμεῖς ἴδμεν, τοῦ ἀρχιτέκτων πρῶτος ἐγένετο Ροῖκος Φίλεω ἐπιχώριος.

274. Vitruv. VII. praef. 12. de aede Iunonis, quae est Sami, dorica") Theodorus (volumen edidit).

a) ionica Urlichs a. a. O. S. 6.

275. Pausan. VIII. 14. 8. διέχεαν δὲ χαλκὸν πρῶτοι καὶ ἀγάλματα ἐχωνεύσαντο Ροϊκός τε Φιλαίου καὶ Θεόδωρος Τηλεκλέους Σάμιοι. Θεοδώρου δὲ ἔργον ἦν καὶ ἡ ἐπὶ τοῦ λίθου τῆς σμαράγδου σφραγὶς, ἣν Πολυκράτης ὁ Σάμου τυραννήσας εφόρει τε τὰ μάλιστα, καὶ ἐπ ̓ αὐτῇ περισσῶς δή τι ἠγάλλετο.

(Ueber den Ring des Polykrates s. unten unter Anfänge der Steinschneidekunst.) 276. Pausan. ΙΧ. 41. 1. Λύκιοι μέν γε ἐν Πατάροις ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος χαλκοῦν ἐπιδεικνύουσι κρατῆρα, ἀνάθημα εἶναι φάμενοι

Τηλέφου, καὶ ἔργον Ηφαίστου· καὶ σφᾶς, ὡς γε εἰκός, λέληθε Θεόδω ρον καὶ Ῥοῖκον Σαμίους εἶναι τοὺς διαχέαντας χαλκὸν πρώτους. 277. Pausan. Χ. 38. 5. ἐν δὲ τῇ ἀκροπόλει (in Amphissa) ναός σφισιν Αθηνᾶς καὶ ἄγαλμα ὀρθὸν χαλκοῦ πεποιημένον· κομισθῆναι δὲ ὑπὸ Θόαντός φασιν αὐτὴν ἐξ Ιλίου καὶ εἶναι λαφύρων τῶν ἐκ Τροίας· οὐ μὴν καὶ ἐμέ γε ἔπειθον. 6. ἐδήλωσα δὲ ἐν τοῖς προτέροις τοῦ λόγου, Σαμίους Ῥοϊκον Φιλαίου καὶ Θεόδωρον Τηλεκλέους εἶναι 5 τοὺς εὑρόντας χαλκὸν ἐς τὸ ἀκριβέστατον τῆξαι· καὶ ἐχώνευσαν οὗτοι πρῶτοι. Θεοδώρου μὲν δὴ οὐδὲν ἔτι οἶδα ἐξευρών, ὅσα γε χαλκοῦ πεποιημένα· ἐν δὲ Ἀρτέμιδος τῆς Ἐφεσίας πρὸς τὸ οἴκημα ἐρχομένῳ τὸ ἔχον τὰς γραφὰς λίθου θριγκός ἐστιν ὑπὲρ τοῦ βωμοῦ τῆς Πρωτοθρονίας καλουμένης Αρτέμιδος· ἀγάλματα δὲ ἄλλα τε ἐπὶ τοῦ θριγκοῦ, 10 καὶ γυναικὸς εἰκὼν πρὸς τῷ πέρατι ἕστηκε, τέχνη τοῦ Ῥοίκου, Νύκτα δὲ οἱ Ἐφέσιοι καλοῦσι. 7. τοῦτο οὖν τὸ ἄγαλμα τῆς ἐν τῇ Ἀμφίσσῃ Ἀθηνᾶς καὶ ἰδεῖν ἔστιν ἀρχαιότερον καὶ ἀργότερον τὴν τέχνην. 278. Pausan. III. 12. 10. ταύτην τὴν Σκιάδα (in Sparta) Θεοδώρου τοῦ Σαμίου φασὶν εἶναι ποίημα, ὃς πρῶτος διαχέαι σίδηρον εὗρε καὶ ἀγάλματα ἀπ' αὐτοῦ πλάσαι.

279. Diod. Sicul. I. 98. τῶν τε ἀγαλματοποιῶν τῶν παλαιῶν τοὺς μάλιστα διωνομασμένους διατετριφέναι παρ' αὐτοῖς (scil. Αἰγυπτίοις) Τηλεκλέα καὶ Θεόδωρον, τοὺς Ῥοίκου μὲν υἱοὺς, κατασκευάσαντας δὲ τοῖς Σαμίοις τὸ τοῦ Ἀπόλλωνος τοῦ Πυθίου ξόανον. τοῦ γὰρ ἀγάλ ματος ἐν Σάμῳ μὲν ὑπὸ Τηλεκλέους ἱστορεῖται τὸ ἥμισυ δημιουργηθῆ- 5 ναι, κατὰ δὲ τὴν Ἔφεσον ὑπὸ τοῦ ἀδελφοῦ Θεοδώρου τὸ ἕτερον μέρος συντελεσθῆναι, συντεθέντα δὲ πρὸς ἄλληλα τὰ μέρη συμφωνεῖν οὕτως ὥςτε δοκεῖν ὑφ ̓ ἑνὸς τὸ πᾶν σῶμα κατεσκευάσθαι. τοῦτο δὲ τὸ γένος τῆς ἐργασίας παρὰ μὲν τοῖς Ἕλλησι μηδαμῶς ἐπιτηδεύεσθαι, παρὰ δὲ τοῖς Αἰγυπτίοις μάλιστα συντελεῖσθαι . . . . . . τὸ δ ̓ ἐν τῇ Σάμῳ 10 ξόανον συμφώνως τῇ τῶν Αἰγυπτίων φιλοτεχνία κατὰ τὴν κορυφὴν διχοτομούμενον διορίζειν τοῦ ζῴου τὸ μέσον μέχρι τῶν αἰδοίων, ἰσάζον ὁμοίως ἑαυτῷ πάντοθεν. εἶναι δ ̓ αὐτὸ λέγουσι κατὰ τὸ πλεῖστον παρεμφερὲς τοῖς Αἰγυπτίοις, ὡς ἂν τὰς μὲν χεῖρας ἔχον παρατεταμένας, τὰ δὲ σκέλη διαβεβηκότα.

280. Athenag. Leg. pro Christ. 14. p. 61. (ed. Dechair. ὁ δὲ Πύ Υιος, ἔργον Θεοδώρου καὶ Τηλεκλέους.

(Plin. N. H. XXXV. 152 s. 262. Plat. Ion, p. 533 A. s. 225, Athenag. leg. p. Chr. 14 p. 60 s. 261.)

281. Plin. N. H. VII. 198. normam autem invenit et libellam et tornum et clavem Theodorus Samius.

282. Diog. Laert. II. 103. Θεόδωροι δὲ γεγόνασιν εἴκοσι. Πρώ τος, Σάμιος, υἱὸς Ῥοίκου· οὗτός ἐστιν ὁ συμβουλεύσας ἄνθρακας ὑποτεθῆναι τοῖς θεμελίοις τοῦ ἐν Ἐφέσῳ νεώ κτλ.

D. ant. Schriftquellen z. Gesch. d. bild. Künste b. d. Gr.

(Bei Hesych. Miles. de viris illustr. fragm. 34 (ed. Müller.) dieselben Worte, ohne den Namen des Vaters. Vgl. Plin. N. H. XXXVI. 95. rursus ne in lubrico atque instabili fundamenta tantae molis locarentur (des ephes. Artemistempels} calcatis ea substravere carbonibus, und Augustin. de civ. Dei XXXI. 4.) 283. Plin. N. H. XXXVI. 90. Lemnius (labyrinthus) columnis tantum centum quinquaginta memorabilior fuit, quarum in officina turbines ita librati pependerunt, ut puero circumagente tornarentur. architecti illum fecere Smilis et Rhoecus et Theodorus indigenae, exstantque adhuc reliquiae eius.

Theodoros der jüngere.

284. Herod. I. 51. ἐπιτελέσας δὲ ὁ Κροῖσος ταῦτα ἀπέπεμπε ἐς Δελ φοὺς καὶ τάδε ἄλλα ἅμα τούτοισι· κρητῆρας δύο μεγάθει μεγάλους, χρύσεον καὶ ἀργύρεον ..... ὁ δὲ ἀργύρεος, ἐπὶ τοῦ προνηίου τῆς γωνίης, χωρέων ἀμφορέας ἑξακοσίους. φασὶ δέ μιν Δελφοὶ Θεοδώρου τοῦ Σαμίου ἔργον εἶναι· καὶ ἐγὼ δοκέω. οὐ γὰρ τὸ συντυχὸν φαίνεταί μοι ἔργον εἶναι.

[ocr errors]

285. Herod. IΙΙ. 41. ἦν οἱ (Πολυκράτῃ) σφρηγὶς τὴν ἐφύρεε χρυσόδε τος, σμαράγδου μὲν λίθου ἐοῦσα, ἔργον δὲ ἦν Θεοδώρου τοῦ Τηλεκλέος Σαμίου.

.....

286. Athen. XII. p. 514 F. Χάρης δ ̓ ὁ Μιτυληναῖος ἐν τῇ πέμπτῃ τῶν περὶ Ἀλέξανδρον ἱστοριῶν· ὴν δ ̓ ἐν τῷ κοιτῶνι (der Perserkönige) καὶ λιθοκόλλητος ἄμπελος χρυσῆ ὑπὲρ τῆς κλίνης· τὴν δὲ ἄμπελον ταύτην Αμύντας φησὶν ἐν τοῖς Σταθμοῖς καὶ βότρυας ἔχειν ἐκ τῶν πολυτελεστάτων ψήφων συντεθειμένους, οὐ μακράν τε ταύτης ἀνακεῖσθαι κρατῆρα χρυσοῦν, Θεοδώρου τοῦ Σαμίου ποίημα (vgl. Phylarchos ib. p. 539 D. τὰς δὲ χρυσᾶς πλατάνους καὶ τὴν χρυσῆν ἄμπελον, ὑφ ̓ ἣν οἱ Περσῶν βασιλεῖς ἐχρημάτιζον πολλάκις καθήμενοι, σμαραγδίνους βότρυς ἐχούσας καὶ τῶν Ἰνδικῶν ἀνθράκων, κτλ.)

(Erwähnt wird die Platane und Rebe auch noch bei Plut. de fort. Alex. 2, Seneca epist. 41, Dio Chrysost. orat. 57. 12. p. 300 [R. p. 658. Emper.], die Platane allein bei Xenoph. Hell. VII. 1. 38.)

287. Himer. Eclog. 31. 8 (ed. Wernsd.) Περικλεῖ μὲν προπύλαια πρὸς φιλοτιμίαν ήρκει καὶ Παρθενὼν καὶ οἶκος Δαρείῳ βασίλειος καὶ ἄμπε λος Αρταξέρξη χρυσή, Θεοδώρου Σαμίου ποίημα, ἄχρηστον ἔργον τρυφῶντος Μήδου κατὰ τῆς φύσεως.

288. Plin. N.II. XXXIII. 51. iam Cyrus devicta Asia pondo XXIIII invenerat praeter vasa aurumque factum et in eo folia ac) platanum vitemque.

a) foliatam platanum Urlichs a. a. O. S. 26. und v. Jan.

289. Plin. N. H. XXXIII. 137. quota vero ille ipse (Ptolemaeus)

que enim de regibus loquor

ne

portio fuerit Pythii Bithyni. Platanum auream vitemque nobilis illas Dario (Hystaspis filio) regi donavit.

290. Herod. VII. 27. ἐν ταύτῃ τῇ πόλι (Kelainai in Phrygien) ὑποκατήμενος Πύθιος, ἀνὴρ Λυδός, ἐξείνισε τὸν βασιλέος στρατιὴν πᾶεἴρετο Ξέρξης Περσέων τοὺς παρέοντας, τίς τε ἐὼν ἀνδρῶν Πύθιος . ... οἱ δὲ εἶπαν· Ὦ βασιλεῦ, οὗτός ἐστι, ὅς τοι τὸν πατέρα Δαρεῖον ἐδωρήσατο τῇ πλατανίστῳ τῇ χρυσέῃ καὶ τῇ ἀμπέλῳ.

σαν

......

291. Diodor. Sicul. ΧΙΧ. 48. (Αντίγονος) αὐτὸς παραλαβὼν

[ocr errors]

τὴν ἐν Σούσοις ἄκραν κατέλαβε ἐν αὐτῇ τήν τε χρυσῆν ἀναδενδράδα κτλ. (Vgl. oben 203.)

292. Plin. N.H. XXXIV. 83. Theodorus, qui labyrinthum fecit, Sami (19, 22. ipse se ex aere fudit, praeter similitudinis mirabilem famam magna suptilitate celebratus; dextra limam tenet, laeva tribus digitis quadrigulam tenuit translatam Praeneste, tantae parvitatis ut miraculo pictam) cam currumque et aurigam integeret alis simul facta

musca.

a) fictam, Sillig.

293. Apul. gramm. de orthograph. p. 139. (in Juris civilis anteiustinian. rell. inedd. cur. A. Mai, Rom. 1823.) Myrmecides . . . . fuit scalptor admirandus in minutis marmoreis operibus formandis, meliorque Theodoro et Callicrate.

Altsamische Erzbildnerei (Ol. 37.)

294. Herod. IV. 152. οἱ δὲ Σάμιοι τὴν δεκάτην τῶν ἐπικερδίων (ihrer Fahrt nach Tartessos) ἐξελόντες ἓξ τάλαντα ἐποιήσαντο χαλκήιον κρητῆρος Αργολικοῦ τρόπον· πέριξ δὲ αὐτοῦ γρυπῶν κεφαλαί οἱ πρόκροσσοί εἰσι· καὶ ἀνέθηκαν ἐς τὸ Ἡραῖον ὑποστήσαντες αὐτῷ τρεῖς χαλκέους κολοσσοὺς ἑπταπήχεας, τοῖσι γούνασι ἐρηρεισμένους.

Kypselidenanathom in Olympia (vor Ol. 38.)

295. Strabon. VIII. p. 353. ἐκοσμήθη (der Zeustempel in Olympia) δ ἐκ τοῦ πλήθους τῶν ἀναθημάτων, ἅπερ ἐκ πάσης ἀνετίθετο τῆς Ἑλλάδος· ὧν ἦν καὶ ὁ χρυσοῦς σφυρήλατος Ζεύς, ἀνάθημα Κυψέ λου τοῦ Κορινθίων τυράννου.

296. Strabon. VIII. p. 378. τοῦ δὲ περὶ τὸν οἶκον τοῦτον (des Kypselos) πλούτου μαρτύριον τὸ Ὀλυμπίασιν ἀνάθημα Κυψέλου, σφυρήλατος χρυσοῦς ἀνδριὰς εὐμεγέθης (Διός).

297. Pausan. V. 2.3. διάφοροι δὲ τῷ εἰρημένῳ δύο εἰσὶν ἄλλοι λόγοι. τούτων δὲ ὁ μὲν Κύψελον τὸν τυραννήσαντα Κορινθίων φησὶν ἄγαλμα ἀναθεῖναι τῷ Διὶ χρυσοῦν ἐς Ὀλυμπίαν· προαποθανόντος δὲ τοῦ Κυψέλου πρὶν ἐπὶ τῷ ἀναθήματι τὸ ὄνομα ἐπιγράψαι τὸ αὑτοῦ, τοὺς Κορινθίους παρὰ Ἠλείων αἰτεῖν δοῦναί σφισιν ἐπιγράψαι δημοσίᾳ τὴν πόλιν ἐπὶ τῷ ἀναθήματι, οὐ τυχόντας δὲ κτλ.

298. Plat. Phaedr. p. 236. Β. .... τῶν δὲ λοιπῶν ἕτερα πλείω καὶ

« IndietroContinua »