Immagini della pagina
PDF
ePub

358.

δὲ καὶ ᾄσματα Δώρια ὁ Γιτιάδας ἄλλα τε καὶ ὕμνον ἐς τὴν θεόν. 3. ἐπείργασται δὲ τῷ χαλκῷ πολλὰ μὲν τῶν ἄθλων Ἡρακλέους, πολλὰ 10 δὲ καὶ ὧν ἐθελοντὴς κατώρθωσε, Τυνδάρεω δὲ τῶν παίδων ἄλλα τε καὶ ἡ τῶν Λευκίππου θυγατέρων ἁρπαγή· καὶ Ἡφαιστος τὴν μητέρα ἐστὶν ἀπολύων τῶν δεσμῶν. ἐδήλωσα δὲ καὶ ταῦτα, ὁποῖα λέγεται, πρότερον ἔτι ἐν τῇ Ατθίδι συγγραφῇ. Περσεῖ δ ̓ ἐς Λιβύην καὶ ἐπὶ Μέδουσαν ὡσμημένῳ διδοῦσαι νύμφαι δῶρά εἰσι κυνῆν καὶ τὰ ὑποδή- 15 ματα, ὑφ ̓ ὧν οἰσθήσεσθαι διὰ τοῦ ἀέρος ἔμελλεν. ἐπείργασται δὲ καὶ τὰ ἐς τὴν Ἀθηνᾶς γένεσιν, καὶ Ἀμφιτρίτη καὶ Ποσειδῶν, ἃ δὴ μέγιστα καὶ μάλιστα ἦν ἐμοὶ δοκεῖν θέας άξια.

(Vgl. oben 156 f. u. Pausan. VI. 19. 1. ἔστι δὲ θησαυρὸς ἐν Ὀλυμπία Σικυωνίων καλούμενος, Μύρωνος δὲ ἀνάθημα τυραννήσαντος Σικυωνίων (Ο1. 33)· τοῦτον ᾠκοδόμησεν ὁ Μύρων νικήσας ἅρματι τὴν τρίτην καὶ τριακοστὴν ὀλυμπιάδα. ἐν δὲ τῷ θησαυρῷ καὶ θαλάμους δύο ἐποίησε, τὸν μὲν Δώριον, τὸν δὲ ἐργασίας τῆς Ἰώνων. χαλκοῦ μὲν δὴ αὐτοὺς ἑώρων εἰργασμένους.)

Pausan. III. 18. 7. τὰ δὲ ἐν Ἀμύκλαις θέας άξια, ἀνὴρ πένταθλός ἐστιν ἐπὶ στήλης ὄνομα Αἴνητος . . . . . . τούτου τε οὖν ἐστὶν εἰκών, καὶ τρίποδες χαλκοῖ. τοὺς δὲ ἀρχαιοτέρους δεκάτην τοῦ πρὸς Μεσσηνίους πολέμου φασὶν εἶναι. 8. ὑπὸ μὲν δὴ τῷ πρώτῳ τρίποδι Αφροδίτης ἄγαλμα ἑστήκει, Ἄρτεμις δὲ ὑπὸ τῷ δευτέρῳ· Γιτιάδα καὶ αὐτοὶ τέχνῃ καὶ τὰ ἐπειργασμένα· ὁ τρίτος δέ ἐστιν Αιγινήτου Κάλλωνος· ὑπὸ τούτῳ δὲ ἄγαλμα Κόρης τῆς Δήμητρος ἕστηκεν.

(Vgl. Jahn: de antiquissimis Minervae simulacris Atticis, Bonn 1866. p. 19. Taf. 3. No. 5.)

359. Pausan. IV. 14. 2. Λακεδαιμόνιοι δὲ am Ende des ersten messenischen Krieges, Ol. 14. 1) πρῶτα μὲν τὴν Ἰθώμην καθεῖλον ἐς ἔδαφος· ἔπειτα καὶ τὰς λοιπὰς πόλεις ἐπιόντες ᾕρουν. ἀνέθεσαν δὲ καὶ ἀπὸ τῶν λαφύρων τῷ Αμυκλαίῳ τρίποδας χαλκοῦς· Αφροδίτης ἄγαλμά ἐστιν ἑστηκὸς ὑπὸ τῷ τρίποδι τῷ πρώτῳ, Ἀρτέμιδος δὲ ὑπὸ τῷ δευτέρῳ, Κόρης δὲ ἢ Δήμητρος ὑπὸ τῷ τρίτῳ. ταῦτα μὲν δὴ ἀνέθε σαν ἐνταῦθα.

Kleinasien.

Bathykles von Magnesia.

360. Pausan. III. 18. 9. Βαθυκλέους δὲ Μάγνητος, ὃς τὸν θρό νον ἐποίησε τοῦ Αμυκλαίου, ἀναθήματα ἐπεξειργασμένα τῷ θρόνῳ Χάριτες καὶ ἄγαλμα δὲ Δευκοφρύνης ἐστὶν Αρτέμιδος. ὅτου δὲ οὗτος ὁ Βαθυκλῆς μαθητὴς ἐγεγόνει, ἢ τὸν θρόνον ἐφ' ὅτου βασιλεύοντος Λακεδαιμονίων ἐποίησε, τάδε μὲν παρίημι. τὸν θρόνον δὲ 5 εἶδόν τε καὶ τὰ ἐς αὐτὸν ὁποῖα ἦν, γράψω. 10. Ανέχουσιν ἔμπροσθεν αὐτὸν, κατὰ ταὐτὰ δὲ καὶ ὀπίσω, Χάριτές τε δύο καὶ ὧραι δύο· ἐν ἀριστερᾷ δὲ Ἔχιδνα ἕστηκε καὶ Τυφώς, ἐν δεξιᾷ δὲ Τρίτωνες. τὰ δὲ ἐπειργασμένα καθ ̓ ἕκαστον ἐπ ̓ ἀκριβὲς διελθεῖν ὄχλον τοῖς ἐπιλεξο

μένοις παρέξειν ἔμελλεν. ὡς δὲ δηλῶσαι συλλαβόντι ἐπεὶ μηδὲ 10 ἄγνωστα τὰ πολλὰ ἦν, Ταϋγέτην θυγατέρα Ατλαντος καὶ ἀδελφὴν αὐτῆς Αλκυόνην φέρουσι Ποσειδῶν καὶ Ζεύς. ἐπείργασται δὲ καὶ Ατλας, καὶ Ἡρακλέους μονομαχία πρὸς Κύκνον, καὶ ἡ παρὰ Φόλῳ τῶν Κενταύρων μάχη. 11. τὸν δὲ Μίνω καλούμενον Ταῦρον οὐκ οἶδα ἀνθ ̓ ὅτου πεποίηκε Βαθυκλῆς δεδεμένον τε καὶ ἀγόμενον ὑπὸ Θησέως 15 ζῶντα. καὶ Φαιάκων χορός ἐστιν ἐπὶ τῷ θρόνῳ, καὶ ᾄδων ὁ Δημόδοκος. Περσέως τε τὸ ἔργον πεποίηται τὸ ἐς Μέδουσαν. παρέντι δὲ Ηρακλέους μάχην πρὸς Θούριον τῶν γιγάντων καὶ Τυνδάρεω πρὸς Εὔρυτον, ἐστὶν ἁρπαγὴ τῶν Λευκίππου θυγατέρων. Διόνυσον δὲ καὶ Ηρακλέα, τὸν μὲν παῖδα ἔτι [ὄντα] ἐς οὐρανόν ἐστιν Ἑρμῆς φέρων, 20 Ἀθηνᾶ δὲ ἄγουσα Ἡρακλέα συνοικήσοντα ἀπὸ τούτου θεοῖς. 12. παραδίδωσι δὲ καὶ Πηλεὺς Ἀχιλλέα τραφησόμενον παρὰ Χείρωνι, ὃς καὶ διδάξαι λέγεται. Κέφαλος δὲ τοῦ κάλλους ἕνεκα ὑπὸ Ἡμέρας ἐστὶν ἡρπαγμένος. καὶ ἐς τὸν γάμον τὸν ἁρμονίας δῶρα κομίζουσιν οἱ θεοί. καὶ Ἀχιλλέως μονομαχία πρὸς Μέμνονα ἐπείργασται, Διομήδην τε 25 Ἡρακλῆς τὸν Θρᾷκα καὶ ἐπὶ Εὐήνῳ τῷ ποταμῷ Νέσσον τιμωρούμενος. Ἑρμῆς δὲ παρ ̓, Ἀλέξανδρον κριθησομένας ἄγει τὰς θεάς. Αδραστος δὲ καὶ Τυδεὺς ̓Αμφιάραον καὶ Λυκοῦργον τὸν Πρώνακτος μάχης και ταπαύουσιν. 13. Ἥρα δὲ ἀφορᾷ πρὸς Ἰὼ τὴν Ἰνάχου βοῦν οὖσαν ἤδη, καὶ Ἀθηνᾶ διώκοντα ἀποφεύγουσα ἐστιν Ηφαιστον. ἐπὶ δὲ τούτοις 30 Ηρακλέους πεποίηται τῶν ἔργων τὸ ἐς τὴν ὑδραν, καὶ ὡς ἀνή γαγε τοῦ Αιδου τὸν κύνα. Αναξις δὲ καὶ Μνασίνους, τούτων μὲν ἐφ ̓ ἵππου καθήμενός ἐστιν ἑκάτερος. Μεγαπένθην δὲ τὸν Μενελάου καὶ Νικόστρατον ἵππος εἷς φέρων ἐστίν. ἀναιρεῖ δὲ καὶ Βελλεροφόντης τὸ ἐν Λυκίᾳ θηρίον. καὶ Ἡρακλῆς τὰς Γηρυόνου βοῦς ἐλαύνει. 35 14. τοῦ θρόνου δὲ πρὸς τοῖς ἄνω πέρασιν ἐφ ̓ ἵππων ἑκατέρωθέν εἰσιν οἱ Τυνδάρεω παῖδες· καὶ σφίγγες τέ εἰσιν ὑπὸ τοῖς ἵπποις, καὶ θηρία ἄνω θέοντα, τῇ μὲν πάρδαλις, κατὰ δὲ τὸν Πολυδεύκην λέαινα. ἀνωτάτω δὲ χορὸς ἐπὶ τῷ θρόνῳ πεποίηται, Μάγνητες οἱ συνειργα σμένοι Βαθυκλεῖ τὸν θρόνον. 15. ὑπελθόντι δὲ ὑπὸ τὸν θρόνον, τὰ 40 ἔνδον ἀπὸ τῶν Τριτώνων, ὑός ἐστι θήρα τοῦ Καλυδωνίου, καὶ Ἡρα κλῆς ἀποκτείνων τοὺς παῖδας τοὺς κτορος. Κάλαῖς δὲ καὶ Ζήτης τὰς ἁρπυίας Φινέως ἀπελαύνουσι. Πειρίθους τε καὶ Θησεὺς ἡρπακό τες εἰσὶν Ἑλένην, καὶ ἄγχων Ἡρακλῆς τὸν λέοντα. Τιτυὸν δὲ Ἀπόλλων τοξεύει καὶ Ἄρτεμις. 16. Ἡρακλέους τε πρὸς Ὄρειον Κένταυρον 45 μάχη πεποίηται, καὶ Θησέως πρὸς Ταῦρον τὸν Μίνω. πεποίηται καὶ ἡ πρὸς Αχελῷον Ηρακλέους πάλη, καὶ τὰ λεγόμενα ἐς Ἥραν, ὡς ὑπὸ Ηφαίστου δεθείη, καὶ ὃν καστος ἔθηκεν ἀγῶνα ἐπὶ πατρί, καὶ τὰ ἐς Μενέλαον καὶ τὸν Αἰγύπτιον Πρωτέα ἐν Ὀδυσσείᾳ. τελευταῖα δμητός τε ζευγνύων ἐστὶν ὑπὸ τὸ ἅρμα κάπρον καὶ λέοντα, καὶ οἱ Τρῶες 50 ἐπιφέροντες χοὰς Ἕκτορι.

Cap. 19. 1. Τοῦ θρόνου δέ, ᾗ καθίζοιτο ἂν ὁ θεὸς, οὐ διὰ παντὸς κατὰ τοῦτο συνεχούς ὄντος, ἀλλὰ καθέδρας παρεχομένου πλείονας, παρὰ δὲ καθέδραν ἑκάστην ὑπολειπομένης [καὶ] εὐρυχωρίας, τὸ μέσον ἐστὶν εὐρυχωρὲς μάλιστα, καὶ τὸ ἄγαλμα ἐνταῦθα ἐνέστηκε. 2. μέγεθος δὲ 55 αὐτοῦ μέτρῳ μὲν οὐδένα ἀνευρόντα οἶδα, εἰκάζοντι δὲ καὶ τριάκοντα εἶναι φαίνοιντο ἂν πήχεις. ἔργον δὲ οὐ Βαθυκλέους ἐστὶν, ἀλλὰ ἀρχαῖον καὶ οὐ σὺν τέχνῃ πεποιημένον· ὅτι γὰρ μὴ πρόσωπον αὐτῷ καὶ πόδες εἰσὶν ἄκροι καὶ χεῖρες, τὸ λοιπὸν χαλκῷ κίονί ἐστιν εἰκασμένον. ἔχει δὲ ἐπὶ τῇ κεφαλῇ κράνος, λόγχην δὲ ἐν ταῖς χερσὶ καὶ 60 τόξον. 3. τοῦ δὲ ἀγάλματος τὸ βάθρον παρέχεται μὲν βωμοῦ σχῆμα, τεθάφθαι δὲ τὸν Υάκινθον λέγουσιν ἐν αὐτῷ, καὶ Υακινθίοις πρὸ τῆς τοῦ Ἀπόλλωνος θυσίας ἐς τοῦτον Υακίνθῳ τὸν βωμὸν διὰ θύρας χαλκῆς ἐναγίζουσιν· ἐν ἀριστερᾷ δέ ἐστιν ἡ θύρα τοῦ βωμοῦ. ἐπείργασται δὲ τῷ βωμῷ τοῦτο μὲν ἄγαλμα Βίριδος, τοῦτο δὲ Ἀμφιτρίτης καὶ 65 Ποσειδῶνος. Διὸς δὲ καὶ Ἑρμοῦ διαλεγομένων ἀλλήλοις πλησίον Διόνυσος ἑστήκασι καὶ Σεμέλη, παρὰ δὲ αὐτὴν Ἰνώ. 4. πεποίηται δὲ ἐπὶ τοῦ βωμοῦ καὶ ἡ Δημήτηρ καὶ Κόρη καὶ Πλούτων, ἐπὶ δὲ αὐτοῖς Μοῖραί τε καὶ Ὧραι, σὺν δέ σφισιν Αφροδίτη καὶ Ἀθηνᾶ τε καὶ Ἄρτεμις· κομίζουσι δ ̓ ἐς οὐρανὸν Υάκινθον καὶ Πολύβοιαν Υακίν- 70 του, καθὰ λέγουσιν, ἀδελφὴν ἀποθανοῦσαν ἔτι παρθένον. τοῦτο μὲν οὖν τοῦ Υακίνθου τὸ ἄγαλμα ἔχον ἐστὶν ἤδη γένεια. Νικίας δὲ ὁ Νικομήδους περισσῶς δή τι ἔγραψεν αὐτὸν ὡραῖον, τὸν ἐπὶ Υακίνθῳ λεγόμενον Ἀπόλλωνος ἔρωτα ὑποσημαίνων. 5. πεποίηται δὲ ἐπὶ τοῦ βωμοῦ καὶ Ἡρακλῆς ὑπὸ Ἀθηνᾶς καὶ θεῶν τῶν ἄλλων καὶ οὗτος 75 ἀγόμενος ἐς οὐρανόν. εἰσὶ δὲ καὶ αἱ Θεστίου θυγατέρες ἐπὶ τῷ βωμῷ, καὶ Μοῦσαί τε καὶ Ὧραι. περὶ δὲ ἀνέμου Ζεφύρου, καὶ ὡς ὑπὸ τοῦ Απόλλωνος Υάκινθος ἀπέθανεν ἄκοντος, καὶ τὰ ἐς τὸ ἄνθος εἰρημένα, τάχα μὲν ἂν ἔχοι καὶ ἄλλως, δοκείτω δὲ ᾗ λέγεται. 361. Pausan. III. 10. 8. ἐν δὲ Θόρνακι, ἐς γὰρ τοῦτον ἀφίξῃ προϊών, ἄγαλμά ἐστι Πυθαέως Απόλλωνος, κατὰ τὰ αὐτὰ τῷ ἐν Ἀμύκλαις πεποιημένον· τὸ δὲ σχῆμα ὁποῖόν ἐστιν, ἐπ ̓ ἐκείνῳ γράψω. Λακεδαιμονίοις γὰρ ἐπιφανέστερά ἐστι τὰ ἐς τὸν ̓Αμυκλαῖον, ώςτε καὶ τὸν χρυσὸν ὃν Κροῖσος ὁ Λυδὸς τῷ Ἀπόλλωνι ἔπεμψε τῷ Πυθαεῖ, τούτῳ ἐς κόσμον τοῦ ἐν Αμύκλαις κατεχρήσαντο ἀγάλματος.

(Vgl. zur Reconstruction des Thrones: Heyne, Antiquar. Aufs. I. S. 1-115, Quatremère de Quincy, Le Jupiter Olympien p. 196 ff., Welcker, Zeitschrift für Gesch. und Ausl. d. a. Kunst S. 280 ff., Brunn, N. Rhein. Mus. V. S. 325 ff., Pyl, Archaeol. Zeitung 1852. No. 43, Bötticher, das. 1853. No. 59, Ruhl, das. 1854. No. 70.)

Milet.

Bion.

362. Diog. Laert. VIII. 58. γεγόνασι δὲ Βίωνες δέκα .

[ocr errors]

ὄγδοος δέκατος

Μιλήσιος ἀνδριαντοποιός, οὗ μέμνηται καὶ Πολέμων . . ἀγαλματοποιὸς Κλαζομένιος ἢ Χίος, οὗ μέμνηται καὶ Ἱππώναξ (01. 60.)

(Nach Brunn, KG. I. S. 41 wären Beide vielleicht identisch.) 363. (In den Inschriften an den Statuen vom heiligen Wege vom Hafen Panormos nach dem Apollonheiligthume in Didymoi bei Milet, Newton, A history of discoveries at Halicarnassus, Cnidus and Branchidae, Text Vol. II. part II. p. 783 sind auch zwei Künstlernamen Terpsikles und ... demos [Eche-Euthy-demos.] erhalten. Die Statuen fallen um Ol. 60.)

Sicilien.

Perillos oder Perilaos von Akragas.

(Nach den Daten des Phalaris zwischen Ol. 53, 4 und Ol, 57. 4.)

364. Plin. N. H. XXXIV. 89. Perillum nemo laudet saeviorem Phalaride tyranno, qui taurum fecit mugitus hominis pollicitus igni subdito et primus expertus cruciatum eum iustiore saevitia. 365. Lucian. Phalaris I. 11. ἀλλὰ Περίλαος ἦν τις ἡμεδαπός, χαλκεὺς μὲν ἀγαθός, πονηρὸς δὲ ἄνθρωπος, οὗτος ...... κατασκευάσας τὸν βοῦν ἧκέ μοι κομίζων κάλλιστον ἰδεῖν καὶ πρὸς τὸ ἀκριβέστατον εἰκασμένον· κινήσεως γὰρ αὐτῷ καὶ μυκηθμοῦ ἔδει μόνον πρὸς τὸ καὶ ἔμψυχον εἶναι δοκεῖν κτλ. (folgt die Geschichte von der Einschliessung des Künstlers in sein Werk.) 366. Dorotheos b. Stob. Floril. 49. 49 II. p. 298 (ed. Meineke.) Φάλαρις Ακραγαντίνων τύραννος . . ξέναις καὶ παρορμημέναις βασάνοις ἔτρυχε . . . . . τοὺς ὁμοφύλους· Πέριλλος δὲ τῇ τέχνῃ χαλκουργὸς και τασκευάσας δάμαλιν ἔδωκε τῷ βασιλεῖ δῶρον κτλ.

...

367. Schol. Pind. Pyth. I. 185, τὸν τοῦ Φαλάριδος ταῦρον οἱ Ακραγαντίνοι κατεπόντωσαν, ὡς φησι Τίμαιος . . . . κατασκευάσαι δὲ αὐτόν φασι Περίλαον κτλ.

368. Diod. Sicul. XIII. 90. τὰ μὲν οὖν πολυτελέστατα τῶν ἔργων ἀπέστειλεν (Himilkar nach der Einnahme von Akragas εἰς Καρχη δόνα, ἐν οἷς καὶ τὸν Φαλάριδος συνέβη κομισθῆναι ταῦρον ..... τοῦ τον δὲ τὸν ταῦρον ὁ Τίμαιος ἐν ταῖς ἱστορίαις διαβεβαιωσάμενος με γεγονέναι τὸ σύνολον, ὑπ' αὐτῆς τῆς τύχης ἠλέγχθη· Σκιπίων γὰρ 5 ὕστερον . ἐκπορθήσας Καρχηδόνα τοῖς Ακραγαντίνοις μετὰ τῶν

.....

D. ant. Schriftquellen z. Gesch. d. bild. Künste b. d. Gr.

5

66

Bildende Kunst, Athletenstatuen, Porträt statuen.

ἄλλων τῶν διαμεινάντων παρὰ τοῖς Καρχηδονίοις ἀποκατέστησε τὸν ταῦρον, ὃς καὶ τῶνδε τῶν ἱστοριῶν γραφομένων ἦν ἐν Ακράγαντι. (Diese Zurückgabe des Stieres aus der Karthagischen Beute durch Scipio an die Akragantiner bezeugt auch Cicero in Verr. IV. 33. 73.)

369. Ovid. Ibis 436

aere Perilleo veros imitere iuvencos

ad formam tauri conveniente sono.

(Die zahlreichen sonstigen Stellen, in denen der Stier des Phalaris vorkommt, bieten für die Kunstgeschichte keine irgend erhebliche Ausbeute und werden deshalb hier übergangen. Ueber die Form des Künstlernamens s. Böckh zum Corp. Inser. Graec. I. p. 887, über den Stier Göller, de ortu et orig. Syracusarum p. 272 sq. und Böttiger, Kunstmythologie I. S. 380 f.)

Die frühesten Athleten statuen.

370. Plin. N. H. XXXIV. 16. effigies hominum non solebant exprimi nisi aliqua inlustri causa perpetuitatem merentium, primo sacrorum certaminum victoria maxumeque Olympiae, ubi omnium qui vicissent statuas dicari mos erat, eorum vero qui ter ibi superavissent ex membris ipsorum similitudine expressa, quas iconicas vocant. (Vgl. Lucian. pro Imagg. 11. Ακούω, ἔφη, πολλῶν λεγόντων — εἰ δὲ ἀληθὲς, ὑμεῖς οἱ ἄνδρες ἴστε · μηδ' Ὀλυμπίασιν ἐξεῖναι τοῖς νικῶσι μείζους τῶν σωμάτων ἀνεστάναι τοὺς ἀνδριάντας, ἀλλ' ἐπιμελεῖσθαι τοὺς Ελλανοδίκας, ὅπως μηδὲ εἰς ὑπερβάληται τὴν ἀλήθειαν, καὶ τὴν ἐξέτασιν τῶν ἀνδριάντων ἀκριβεστέραν

γίγνεσθαι τῆς τῶν ἀθλητῶν ἐγκρίσεως.)

371. Pausan. VI. 18. 7. πρῶται δὲ ἀθλητῶν ἀνετέθησαν ἐς Ὀλυμπίαν εἰκόνες Πραξιδάμαντός τε Αιγινήτου νικήσαντος πυγμῇ τὴν ἐνάτην ὀλυμπιάδα ἐπὶ ταῖς πεντήκοντα, καὶ Ὀπουν τίου Ῥηξιβίου παγκρατιαστὰς καταγωνισαμένου, μιᾷ πρὸς ταῖς ἑξήκοντα ὀλυμπιάδι. αὗται κεῖνται μὲν αἱ εἰκόνες οὐ πρόσω τῆς 5 Οινομάου κίονος, ξύλου δέ εἰσιν εἰργασμέναι, Ῥηξιβίου μὲν συκῆς, ἡ δὲ τοῦ Αἰγινήτου κυπαρίσσου, καὶ ἧσσον τῆς ἑτέρας πεπονηκυῖα ἐστιν. 372. Pausan. VIII. 40. 1. Φιγαλεῦσι δὲ ἀνδριάς ἐστιν ἐπὶ τῆς ἀγορᾶς Αῤῥαχίωνος τοῦ παγκρατιαστοῦ, τά τε ἄλλα ἀρχαῖος καὶ οὐχ ἥκιστα ἐπὶ τῷ σχήματι· οὐ διεστᾶσι μὲν πολὺ οἱ πόδες, καθεῖνται δὲ παρὰ πλευρᾷ αἱ χεῖρες ἄχρι τῶν γλουτῶν· πεποίηται μὲν δὴ ἡ εἰκὼν λίθου, λέγουσι δὲ καὶ ἐπίγραμμα ἐπ' αὐτὴν γραφῆναι· καὶ τοῦτο μὲν ἠφάνιστο 5 ὑπὸ τοῦ χρόνου. τῷ δὲ Ἀῤῥαχίωνι ἐγένοντο Ὀλυμπικαὶ νῖκαι δύο μὲν Ὀλυμπιάσι ταῖς πρὸ τῆς τετάρτης καὶ πεντηκοστῆς. 373. Pausan. VI. 15. 8. Σπαρτιάτῃ δὲ Εὐτελίδᾳ γεγόνασιν ἐν παισὶ νῖκαι δύο ἐπὶ τῆς ὀγδόης καὶ τριακοστῆς ὀλυμπιάδος πάλης, ἡ δὲ ἑτέρα πεντάθλου. πρῶτον γὰρ δὴ τότε οἱ παῖδες καὶ ὕστατον πενταθλήσοντες ἐςεκλήθησαν. ἔστι δὲ ἥ τε εἰκὼν ἀρχαία τοῦ Εὐτελίδα, καὶ τὰ ἐπὶ τῷ βάθρῳ γράμματα ἀμυδρὰ ὑπὸ τοῦ χρόνου.

« IndietroContinua »