Immagini della pagina
PDF
ePub

δὲ τῶν ἀγαλμάτων τούτων τὸ ἕτερον εἶδε καὶ τὸν εἰργασμένον ἐπύ- 5 θετο, οὐ μεγάλη οἱ σοφία καὶ τὸ ἕτερον θεασαμένῳ Κανάχου ποίημα ὂν ἐπίστασθαι. διαφέρουσι δὲ τοσόνδε· ὁ μὲν γὰρ ἐν Βραγχίδαις χαλκοῦ, ὁ δὲ Ἰσμήνιός ἐστι κέδρου.

404. Pausan. VIII. 46. 3. βασιλέα τε τῶν Περσῶν Ξέρξην τὸν Δαρείου (vielmehr Dareios"), χωρὶς ὅσα ἐξεκόμισε τοῦ Ἀθηναίων ἄστεως, τοῦτο μὲν ἐκ Βραυρώνος ἄγαλμα ἴσμεν τῆς Βραυρωνίας λαβόντα Αρτέμιδος, τοῦτο δὲ αἰτίαν ἐπενεγκὼν Μιλησίοις ἐθελοκακῆσαι σφᾶς ἐναντία Αθηναίων ἐν τῇ Ἑλλάδι ναυμαχήσαντας τὸν χαλκοῦν 5 ἔλαβεν Απόλλωνα τὸν ἐν Βραγχίδαις· καὶ τὸν μὲν ὕστερον ἔμελλε χρόνῳ Σέλευκος καταπέμψειν Μιλησίοις.

a) Ol. 71, 3., vgl. Herod. VI. 19, s. Urlichs a. a. O.

405. Pausan. I. 16. 3. Σέλευκον δὲ βασιλέων ἐν τοῖς μάλιστα πείθομαι καὶ ἄλλως γενέσθαι δίκαιον καὶ πρὸς τὸ θεῖον εὐσεβῆ. τοῦτο μὲν γὰρ Σέλευκός ἐστιν ὁ Μιλησίοις τὸν χαλκοῦν καταπέμψας πόλ λωνα ἐς Βραγχίδας, ἀνακομισθέντα εἰς Ἐκβάτανα τὰ Μηδικὰ ὑπὸ Ξέρξου (Δαρείου).

406. Plin. N.H. XXXIV. 75. Canachus Apollinem nudum qui Philesius cognominatur in Didymaeo Aeginetica aeris temperatura, cervomque una ita vestigiis suspendit ut linum supter pedes trahatur, alterno morsu calce digitisque retinentibus solum, ita vertebrato dente utrisque in partibus ut a repulsu per vicis resiliat. idem et celetizontas pueros (fecit).

(Vgl. Urlichs, Chrest. Plin. p. 326.)

407. Pausan. II. 10. 4. ** δὲ αὐτοῦ ἄλλος ἐστὶν Αφροδίτης ἱερός (in Sikyon). ... 5. τὸ μὲν δὴ ἄγαλμα καθήμενον Κάναχος Σικυώνιος ἐποίησεν, ὃς καὶ τὸν ἐν Διδύμοις τοῖς Μιλησίων καὶ Θηβαίοις τὸν Ἰσμήνιον εἰργάσατο Ἀπόλλωνα· πεποίηται δὲ ἐκ χρυσοῦ καὶ ἐλέφαν τος φέρουσα ἐπὶ τῇ κεφαλῇ πόλον, τῶν χειρῶν δὲ ἔχει τῇ μὲν μήκωνα, τῇ δὲ ἑτέρᾳ μῆλον.

(Wegen Kanachos' Muse mit der Hirtenflöte s. oben 395).

408. Plin. N. H. XXXVI. 41. invenio et Canachum laudatum inter statuarios fecisse marmorea.

409. Cic. Brut. 18. 70 Quis enim eorum qui haec minora animadvertunt non intellegit, Canachi signa rigidiora esse, quam ut imitentur veritatem? Calamidis dura illa quidem, sed tamen molliora quam Canachi cet.

Aristokles.

410. Pausan. VI. 9. 1. Αριστοκλῆς Σικυώνιος, ἀδελφός τε Κανάχου, καὶ οὐ πολὺ τὰ ἐς δόξαν ἐλασσούμενος.

(Wegen Aristokles' Muse mit der Lyra s. oben 395.)

Die Schule des Aristokles in ihrer Abfolge.

411. Pausan. VI. 9. 1. Θεογνήτῳ δὲ Αἰγινήτῃ πάλης μὲν στέφανον λαβεῖν ὑπῆρξεν ἐν παισί· τὸν δὲ ἀνδριάντα (in Olympia) οἱ 3) Πτόλιχος ἐποίη σεν Αιγινήτης. διδάσκαλοι δὲ ἐγεγόνεσαν Πολίχῳ μὲν 2) Συννόων ὁ πατὴρ, ἐκείνῳ δὲ 1) Αριστοκλῆς κτλ. (s. 410)..... ἐφ' ὅτῳ δὲ ὁ Θεόγνητος πίτυος τῆς γ ̓ ἡμέρου καὶ ῥοιᾶς φέρει καρπόν, ἐμοὶ μὲν οὐχ οἷά τε ἦν συμβαλέσθαι· τάχα δ ̓ ἂν Αιγινήταις τισὶν ἐπιχώριος ἐς αὐτ τὸν εἴη λόγος.

412. Pausan. VI. 10. 9. Λυκῖνον δὲ Ἡραιέα καὶ Ἐπικράδιον Μαντινέα καὶ Τέλλωνα Ὀρεσθάσιον καὶ Ἠλεῖον Ἀγιάδαν ἐν παισὶν ἀνελομένους νίκας, Λυκῖνον μὲν δρόμου, τοὺς δὲ ἐπ ̓ αὐτῷ κατειλεγμένους πυγμῆς, Ἐπικράδιον μὲν καὶ Αγιάδαν, τὸν μὲν αὐτῶν Πτολιχος Αιγινήτης ἐποίησεν (in Olympia).

4. und 5. sind unbekannt.

413. Pausan. VI. 3. 11. μετὰ δὲ Ὕσμωνα παλαιστὴς παῖς ἐξ Ηραίας ἀνάκειται τῆς Ἀρκάδων Νικόστρατος Ξενοκλείδου (in Olympia). 7) Παντίας δὲ αὐτῷ τὴν εἰκόνα ἐποίησεν, ὃς ἀπὸ Αριστοκλέους τοῦ Σικυωνίου καταριθμουμένῳ τοὺς διδαχθέντας ἕβδομος ἀπὸ τούτου μαθητής.

414. Pausan. VI. 9. 3. Αριστεὺς δὲ Ἀργεῖος δολίχου μὲν νίκην ἔσχεν αὐτός, πάλης δὲ ὁ πατὴρ τοῦ Ἀριστέως Χείμων. ἑστήκασι μὲν δὴ ἐγγὺς ἀλλήλων (in Olympia) ἐποίησε δὲ τὸν μὲν Παντίας Χίος, παρὰ τῷ πατρὶ δεδιδαγμένος 6) Σωστράτῳ.

(Wegen Sostratos' Antheil an der Athena in Aliphera s. unten unter Hypatodoros von Theben.)

415. Pausan. VI. 14.12. παῖδα δὲ ἐφ ̓ ἵππου καθήμενον, καὶ ἑστηκότα ἄνδρα παρὰ τὸν ἵππον φησὶ (in Olympia) τὸ ἐπίγραμμα εἶναι Ξενόμ βροτον ἐκ Κῷ τῆς Μεροπίδος, ἐπὶ ἵππου νίκῃ κεκηρυγμένον, Ξενόδικον δὲ ἐπὶ πυγμῇ παίδων ἀναγορευθέντα· τὸν μὲν Παντίας αὐτῶν, Ξε νόμβροτον δὲ Φιλότιμος Αιγινήτης ἐποίησε.

Aigina.

416. Plin. N. H. XXXIV. 9. antiquissima aeris gloria Deliaco fuit. 10. proxuma laus Aeginetico fuit. insula ipsa est, nec quod ibi gigneretur, sed officinarum temperatura, nobilitata.

(Vgl. oben unter Kanachos, 406.)

Kallon.

417. Pausan. II. 32. 5. ἐν δὲ τῇ ἀκροπόλει (von Troizen) τῆς Σθενιάδος καλουμένης ναός ἐστιν Αθηνᾶς αὐτὸ δὲ εἰργάσατο τῆς θεοῦ τὸ ξόανον Κάλλων Αιγινήτης. μαθητὴς δὲ ὁ Κάλλων ἦν Τεκταίου καὶ Ἀγγελίωνος κτλ. (s. oben 334.)

418. Pausan. VII. 18. 10. τεκμαίρονται δὲ σφᾶς (Menaichmos und Soidas s. unten) Κανάχου τοῦ Σικυωνίου καὶ του Αιγινήτου Κάλλωνος οὐ πολλῷ γενέσθαι τινὶ ἡλικίαν ὑστέρους.

419. Plin. N. H. XXXIV. 49. (floruerunt) deinde Olympiade LXXXVII. Ageladas, Callon, cet.

420. Quintil. Inst. orat. XII. 10. 7. duriora et Tuscanicis proxima Callon atque Hegesias (s. unten) (fecerunt), iam minus rigida Calamis cet.

(Wegen des Dreifusses in Amyklai und der Zusammenstellung mit Gitiades vgl. oben 358.)

Onatas.

421. Pausan. VIII. 42. 1: τὸ δὲ ἕτερον τῶν ὀρῶν τὸ Ἐλάϊον ἀπωτέρω μὲν Φιγαλίας ὅσον τε σταδίοις τριάκοντα ἐστι, Δήμητρος δὲ ἄντρον αὐτόθι ἱερὸν ἐπίκλησιν Μελαίνης. . . . 3. . . . πεποιῆσθαι δὲ οὕτω σφίσι τὸ ἄγαλμα. 4. καθέζεσθαι μὲν ἐπὶ πέτρᾳ, γυναικὶ δὲ ἐοικέναι τἆλλα πλὴν κεφαλὴν· κεφαλὴν δὲ καὶ κόμην εἶχεν ἵππου, καὶ δρα- 5 κόντων τε καὶ ἄλλων θηρίων εἰκόνες προςεπεφύκεσαν τῇ κεφαλῇ· χιτῶνα δὲ ἐνεδέδυτο καὶ ἐς ἄκρους τοὺς πόδας· δελφὶς δὲ ἐπὶ τῆς χειρὸς ἦν αὐτῇ, περιστερὰ δὲ ἡ ὄρνις ἐπὶ τῇ ἑτέρᾳ. ἐφ' ὅτῳ μὲν δὴ οἱ τὸ ξόανον ἐποιήσαντο οὕτως, ἀνδρὶ οὐκ ἀσυνέτῳ γνώμην ἀγαθῷ δὲ καὶ τὰ ἐς μνήμην δῆλά ἐστι· Μέλαιναν δὲ ἐπονομάσαι φασιν αὐτήν, 10 ὅτι καὶ ἡ θεὸς μέλαιναν τὴν ἐσθῆτα εἶχε. 5. τοῦτο μὲν δὴ τὸ ξόανον οὔτε ὅτου ποίημα ἦν, οὔτε ἡ φλοξ τρόπον ὅντινα ἐπέλαβεν αὐτό μνημονεύουσιν. ἀφανισθέντος δὲ τοῦ ἀρχαίου Φιγαλεῖς οὔτε ἄγαλμα ἄλλο ἀπεδίδοσαν τῇ θεῷ, καὶ ὁπόσα ἐς ἑορτὰς καὶ θυσίας, τὰ πολλὰ δὴ παρῶπτό σφισιν, ἐς ὃ ἡ ἀκαρπία ἐπιλαμβάνει τὴν γῆν, καὶ ἱκετεύ- 15 σασιν αὐτοῖς χρᾷ τάδε ἡ Πυθίᾳ·

6. Αρκάδες Αζάνες βαλανηφάγοι .

Αγὼ μὲν σέ γ' ἔπαυσε νομῆς .

...

καί σ ̓ ἀλληλοφάγον θήσει τάχα καὶ τεκνοδαίτην,
εἰ μὴ πανδήμοις λοιβαῖς χόλον ἱλάσσεσθε,
σήραγγός τε μυχὸν θείαις κοσμήσετε τιμαῖς.

20

20

7. ὡς δὲ οἱ Φιγαλεῖς ἀνακομισθὲν τὸ μάντευμα ἤκουσαν, τά τε ἄλλα ἐς πλέον τιμῆς ἢ τὰ πρότερα τὴν Δήμητρα ἦγον, καὶ Ὀνάταν τὸν Μί κωνος Αιγινήτην πείθουσιν ἐφ' ὅσῳ δὴ μισθῷ ποιῆσαί σφισιν ἄγαλμα Δήμητρος . . . ..... τότε δὴ ὁ ἀνὴρ οὗτος ἀνευρων γραφὴν ἢ μίμημα 25 τοῦ ἀρχαίου ξοάνου, τὰ πλείω δέ, ὡς λέγεται, καὶ κατὰ ὀνειράτων ὄψιν, ἐποίησε χαλκοῦν Φιγαλεῦσιν ἄγαλμα, γενεᾷ μάλιστα ὕστερον τῆς ἐπὶ τὴν Ἑλλάδα ἐπιστρατείας του Μήδου (das Weitere 422). 12. τὸ δὲ ἄγαλμα τὸ ὑπὸ τοῦ Ὀνάτα ποιηθὲν οὔτε ἦν κατ' ἐμέ, οὔτε εἰ ἐγένετο ἀρχὴν Φιγαλεῦσιν, ἐπίσταντο οἱ πολλοί. 13. τῶν δὲ ἐντυχόντων ἡμῖν 30 ἔλεγεν ὁ πρεσβύτατος γενεαῖς πρότερον τρισὶν ἢ κατ' αὐτὸν ἐμπεσεῖν ἐς

τὸ ἄγαλμα ἐκ τοῦ ὀρόφου πέτρας, ὑπὸ τούτων δὲ καταγῆναι καὶ ἐς ἅπαν ἔφασκεν αὐτὸ ἀφανισθῆναι· καὶ ἔν γε τῷ ὀρόφῳ δῆλα καὶ ἡμῖν ἔτι ἦν καθὰ ἀπεῤῥώγεσαν αἱ πέτραι.

(Zur Sache vgl. Welcker, Griech. Götterl. II. 493.)

422. Pausan. VIII. 42. 8. μαρτυρεῖ δέ μοι τῷ λόγῳ (s. oben 421)· κατὰ γὰρ τὴν Ξέρξου διάβασιν ἐς τὴν Εὐρώπην Συρακουσῶν τε ἐτυράννει καὶ Σικελίας τῆς ἄλλης Γέλων ὁ Δεινομένους· ἐπεὶ δὲ ἐτελεύτησε Γέλων, ἐς Ιέρωνα ἀδελφὸν Γέλωνος περιῆλθεν ἡ ἀρχή. Ιέρωνος δὲ ἀποθανόντος πρότερον πρὶν ἢ τῷ Ὀλυμπίῳ Διὶ ἀναθεῖναι τὰ ἀναθή- 5 ματα ἃ εὔξατο ἐπὶ τῶν ἵππων ταῖς νίκαις, οὕτω Δεινομένης ὁ Ιέρωνος ἀπέδωκεν ὑπὲρ τοῦ πατρός· Ὀνάτα καὶ ταῦτα ποιήματα. καὶ ἐπιγράμματα ἐν Ὀλυμπίᾳ, τὸ μὲν ὑπὲρ τοῦ ἀναθήματός ἐστιν αὐτῶν·

Σόν ποτε νικήσας, Ζεῦ Ὀλύμπιε, σεμνὸν ἀγῶνα

τεθρίππῳ μὲν ἅπαξ, μουνοκέλητι δὲ δίς,

δῶρο Ιέρων τάδε σοι ἐχαρίσσατο· παῖς δ ̓ ἀνέθηκε
Δεινομένης πατρὸς μνῆμα Συρακοσίου.

τὸ δὲ ἕτερον λέγει τῶν ἐπιγραμμάτων·

Υἱὸς μέν γε Μίκωνος Ὀνάτας ἐξετέλεσσεν
νάσῳ ἐν Αἰγίνη δώματα ναιετάων.

Τἡ δὲ ἡλικία τοῦ Ὀνάτα κατὰ τὸν Ἀθηναῖον Ἡγίαν καὶ
Αγελάδαν ἂν συμβαίνοι τὸν Ἀργεῖον.

(Vgl. 389 ff. und s. unten unter Hegias.)

423. Pausan. VIII. 42. 7. τοῦ δὲ Ὀνάτα τούτου Περγαμηνοῖς ἐστιν Απόλλων χαλκούς, θαῦμα ἐν τοῖς μάλιστα μεγέθους τε ἕνεκα καὶ ἐπὶ τῇ τέχνῃ.

424. Anthol. Gr. II. 14. 30. (Palat. ΙΧ. 238.) Αντιπάτρου.

Βούπαις ὡ 'πόλλων, τόδε χάλκεον ἔργον Ὀνάτα

ἀγλαΐης Λητοῖ καὶ Διὶ μαρτυρίη,

οὔθ ̓ ὅτι τῆςδε μάτην Ζεὺς ἤρατο, χώτι κατ' αἶνον
ὄμματα καὶ κεφαλὴν ἀγλαὸς ὁ Κρονίδης·
οὐδ ̓ Ἥρῃ νεμεσητὸν ἐχεύατο χαλκὸν Ὀνατᾶς,

ὃν μετ' Εἰληθυίης τοῖον ἀνεπλάσατο.

10

15

(Vgl. O. Benndorf, de epigramm. graec. quae ad artes spect. p. 48 Note 2.) 425. Pausan. V. 25. 8. ἔστι δὲ (in Olympia) καὶ ἀναθήματα ἐν κοινῷ τοῦ Ἀχαιῶν ἔθνους, ὅσοι προκαλεσαμένου τοῦ Ἕκτορος ἐς μονομαχίαν ἄνδρα Ἕλληνα τὸν κλῆρον ἐπὶ τῷ ἀγῶνι ὑπέμειναν. οὗτοι μὲν δὴ ἑστήκασι τοῦ ναοῦ τοῦ μεγάλου πλησίον, δόρασι καὶ ἀσπίσιν ὡπλισμένοι· ἀπαντικρὺ δὲ ἐπὶ ἑτέρου βάθρου πεποίηται Νέστωρ τὸν 5 ἑκάστου κλῆρον ἐςβεβληκὼς ἐς τὴν κυνῆν. τῶν δὲ ἐπὶ τῷ Ἕκτορι κληρουμένων ἀριθμὸν ὄντων ὀκτώ, τὸν γὰρ ἔνατον αὐτῶν, τὴν τοῦ Ὀδυσσέως εἰκόνα, Νέρωνα κομίσαι λέγουσιν ἐς Ρώμην, 9. τῶν δὲ ὀκτὼ τούτων· ἐπὶ μόνῳ τῷ Ἀγαμέμνον τὸ ὄνομά ἐστι γεγραμμένον·

γέγραπται δὲ καὶ τοῦτο ἐπὶ τὰ λαιὰ ἐκ δεξιῶν. ὅτου δὲ ὁ ἀλεκτρυών 10 ἐστιν ἐπίθημα τῇ ἀσπίδι, Ἰδομενεύς ἐστιν ὁ ἀπόγονος Μίνω· τῷ δὲ Ιδομενεῖ γένος ἀπὸ τοῦ Ἡλίου τοῦ πατρὸς Πασιφάης· Ἡλίου δὲ ἱερόν φασιν εἶναι τὸν ὄρνιθα, καὶ ἀγγέλλειν ἀνιέναι μέλλοντος τοῦ ἡλίου. 10. γέγραπται δὲ καὶ ἐπίγραμμα ἐπὶ τῷ βάθρῳ

τῷ Διί τ ̓ Ἀχαιοὶ τἀγάλματα ταῦτ ̓ ἀνέθηκαν,
ἔγγονοι ἀντιθέου Τανταλίδα Πέλοπος.

τοῦτο μὲν δὴ ἐνταῦθά ἐστι γεγραμμένον, ὁ δὲ ἀγαλματοποιὸς ὅςτις ἦν, ἐπὶ τοῦ Ἰδομενέως γέγραπται τῇ ἀσπίδι·

πολλὰ μὲν ἄλλα σοφοῦ ποιήματα καὶ τόδ' Ὀνάτα

ἔργον, ὃν Αιγίνῃ γείνατο παῖδα Μίκων.

426. Pausan. Χ. 13. 10. Ταραντῖνοι δὲ καὶ ἄλλην δεκάτην ἐς Δελφοὺς ἀπὸ βαρβάρων Πευκετίων ἀπέστειλαν· τέχνη μὲν τὰ ἀναθήματα Ὀνάτα τοῦ Αἰγινήτου, καὶ Καλύνθου τε ἐστικωσι εργου (cod.")) εἰκόνες δὲ καὶ πεζῶν καὶ ἱππέων, βασιλεὺς Ἰαπύγων Ὦπις ἥκων τοῖς Πευκε τίοις σύμμαχος. οὗτος μὲν δὴ εἴκασται τεθνεῶτι ἐν τῇ μάχῃ, οἱ δὲ 5 αὐτῷ κειμένῳ ἐφεστηκότες ὁ ἥρως Τάρας ἐστὶ καὶ Φάλανθος ὁ ἐκ Λακεδαίμονος, καὶ οὐ πόῤῥω τοῦ Φαλάνθου δελφίς· πρὶν γὰρ δὴ εἰς Ιταλίαν ἀφικέσθαι ναυαγίᾳ τε ἐν τῷ πελάγει τῷ Κρισαίῳ τὸν Φάλανθον χρήσασθαι καὶ ὑπὸ δελφῖνος ἐκκομισθῆναι φασιν ἐς τὴν γῆν. 3) Καλλιτέλους, ὃς ἂν οἱ συνεργός conj. Kayser, N. Rhein. Mus. V. 349. 427. Pausan. V. 27. 8. ὁ δὲ Ἑρμῆς ὁ τὸν κριὸν φέρων ὑπὸ τῇ μασχάλῃ καὶ ἐπικείμενος τῇ κεφαλῇ κυνῆν καὶ χιτῶνά τε καὶ χλαμύδα ἐνδεδυκὡς οὐ τῶν Φόρμιδος ἔτι ἀναθημάτων ἐστίν, ὑπὸ δὲ Ἀρκάδων ἐκ Φενεοῦ δέδοται τῷ θεῷ (in Olympia). Ὀνάταν δὲ τὸν Αἰγινήτην, σὺν δὲ αὐτῷ Καλλιτέλην ἐργάσασθαι λέγει τὸ ἐπίγραμμα. δοκεῖν δέ μοι τοῦ Ὀνάτα μαθητὴς ἢ παῖς ὁ Καλλιτέλης ἦν.

ὃς

[ocr errors]

15

20

428. Pausan. V. 25. 12. Θάσιοι δὲ Φοίνικες τὸ ἀνέκαθενντες, καὶ ἐκό Τύρου καὶ Φοινίκης τῆς ἄλλης ὁμοῦ Θάσῳ τῷ Αγήνορος κατὰ ζήτη σιν ἐκπλεύσαντες τὴν Εὐρώπης, ἀνέθεσαν Ηρακλέα ἐς Ὀλυμπίαν, τὸ βάθρον χαλκοῦν ὁμοίως τῷ ἀγάλματι. μέγεθος μὲν δὴ τοῦ ἀγάλματός εἰσι πήχεις δέκα, ρόπαλον δὲ ἐν τῇ δεξιᾷ, τῇ δὲ ἀριστερᾷ χειρὶ ἔχει 5 τόξον . . 13. τῷ δὲ ἀναθήματι τῷ ἐς Ὀλυμπίαν Θασίων ἔπεστιν ἐλεγεῖον

......

υἱὸς μέν γε Μίκωνος Ὀνάτας ἐξετέλεσσεν

αὐτὸς ἐν Αἰγίνῃ δώματα ναιετάων.

τὸν δὲ Ὀνάταν τοῦτον ὅμως, καὶ τέχνης ἐς τὰ ἀγάλματα ὄντα 10 Αιγιναίας, οὐδενὸς ὕστερον θήσομεν τῶν ἀπὸ Δαιδάλου τε καὶ ἐργαστηρίου τοῦ Ἀττικοῦ.

(Zu der τέχνη Αιγιναία oder εργασία Αιγιναία und derjenigen des ἐργαστήριον Αττικόν vgl. folgende Stellen des Pausanias:

1. Ι. 42. 5. ὁ μὲν δὴ Πύθιος καλούμενος καὶ ὁ Λεκατηφόρος τοῖς Αἰγυπτίοις

D. ant. Schriftquellen z. Gesch. d. bild. Künste b. d. Gr.

6

« IndietroContinua »