Immagini della pagina
PDF
ePub

FINAL HONOUR EXAMINATIONS,

FEBRUARY, 1892.

FINAL HONOUR EXAMINATION. IN ARTS.

SCHOOL OF CLASSICS AND PHILOLOGY.

GREEK TRANSLATION.

The Board of Examiners.

Translate, writing in the margin such brief explanatory or other notes as you think desirable

(α) Λαέρτης μὲν ἔτι ζώει, Διὶ δ ̓ εὔχεται αἰεὶ

θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·
ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
κουριδίης τ' ἀλόχοιο δαΐφρονος, ἢ ἑ μάλιστα
ἤκαχ ̓ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.
ἡ δ ̓ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,
λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε
ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.
ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,
τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,
οὔνεκά μ' αὐτὴ θρέψεν ἅμα Κτιμένη τανυπέπλῳ,
θυγατέρ ̓ ἐφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·
τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μ' ἦσσον ἐτίμα.
αὐτὰρ ἐπεί ῥ' ἥβην πολυήρατον ἱκόμεθ ̓ ἄμφω,

B

(β)

(c)

τὴν μὲν ἔπειτα Σάμηνδ' ἔδοσαν καὶ μυρί ̓ ἕλοντο, αὐτὰρ ἐμὲ χλαινάν τε χιτῶνά τε εἵματ' ἐκείνη καλὰ μάλ ̓ ἀμφιέσασα, ποσὶν δ ̓ ὑποδήματα δοῦσα ἀγρόνδε προΐαλλε φίλει δέ με κηρόθι μᾶλλον.

λιτὰς δὲ καὶ κληδόνας πατρώους
παρ' οὐδὲν αἰῶνα παρθένειόν τ'
ἔθεντο φιλόμαχοι βραβῆς.
φράσεν δ' ἀόζοις πατὴρ μετ ̓ εὐχὰν
δίκαν χιμαίρας υπερθε βωμοῦ
πέπλοισι περιπετῆ παντὶ θυμῷ
προνωπῆ λαβεῖν ἀέρδην, στόματός
τε καλλιπρῴρου φυλακὰν κατασχεῖν
φθόγγον ἀραῖον οἴκοις

βίᾳ χαλίνων τ' ἀναύδῳ μένει.
κρόκου βαφὰς δ' ἐς πέδον χέουσα,
ἔβαλλ ̓ ἕκαστον θυτήρων

ἀπ ̓ ὄμματος βέλει φιλοίκτῳ,
πρέπουσά θ ̓ ὡς ἐν γραφαῖς, προσεννέπειν
θέλουσ'· ἐπεὶ πολλάκις

πατρὸς κατ ̓ ἀνδρῶνας εὐτραπέζους ἔμελψεν, ἁγνᾷ δ' ἀταύρωτος αὐδᾷ πατρὸς φίλου τριτόσπονδον εὔποτμον

66

παιῶνα φίλως ἐτίμα.

τὰ δ ̓ ἔνθεν οὔτ ̓ εἶδον οὔτ ̓ ἐννέπω

“ Ἐν οὖν ταῖς πόλεσι πολλῶν θανάτου ζημία πρόκειται καὶ οὐκ ἴσων τῷδε ἀλλ ̓ ἐλασσόνων ἁμαρτημά των· ὅμως δὲ τῇ ἐλπίδι ἐπαιρόμενοι κινδυνεύουσιν, καὶ οὐδείς πω καταγνοὺς ἑαυτοῦ μὴ περιέσεσθαι τῷ ἐπιβουλεύματι ἦλθεν ἐς τὸ δεινόν. πόλις τε ἀφισταμένη τίς πω ἥσσω τῇ δοκήσει ἔχουσα τὴν παρασκευὴν ἢ οἰκείαν ἢ ἄλλων ξυμμαχίᾳ τούτῳ ἐπεχείρησεν; πεφύκασί τε ἅπαντες καὶ ἰδίᾳ καὶ δημοσίᾳ ἁμαρτάνειν, καὶ οὐκ ἔστι νόμος ὅστις ἀπείρξει τούτου, ἐπεὶ διεξεληλύθασί γε διὰ πασῶν τῶν ζημιῶν οἱ ἄνθρωποι

« IndietroContinua »