Immagini della pagina
PDF
ePub

τούτων ἐπικυδεστέρας εἶναι τὰς τῶν Ῥωμαίων ἢ τὰς τῶν Καρ 5 χηδονίων ἐλπίδας. διόπερ ἐπὶ τοῦτο τὸ μέρος ὁρμήσας τοῖς λογισμοῖς διεπέμπετο πρὸς τοὺς στρατηγούς, ὑπὲρ εἰρήνης καὶ 6 φιλίας ποιούμενος τοὺς λόγους. οἱ δὲ Ῥωμαῖοι προσεδέξαντο, 7 και μάλιστα διὰ τὰς χορηγίας θαλαττοκρατούντων γὰρ τῶν 5 Καρχηδονίων ηὐλαβοῦντο μὴ πανταχόθεν ἀποκλεισθῶσι τῶν ἀναγκαίων, διὰ τὸ καὶ περὶ τὰ πρὸ τοῦ διαβάντα στρατόπεδα 8 πολλὴν ἔνδειαν γεγονέναι τῶν ἐπιτηδείων. διόπερ ὑπολαβόντες τὸν Ιέρωνα μεγάλην εἰς τοῦτο τὸ μέρος αὑτοῖς παρέξεσθαι 9 χρείαν ἀσμένως προσεδέξαντο τὴν φιλίαν. ποιησάμενοι δὲ συν- 10 θήκας ἐφ ̓ ᾧ τὰ μὲν αἰχμάλωτα χωρὶς λύτρων ἀποδοῦναι τὸν βασιλέα Ρωμαίοις, ἀργυρίου δὲ προσθεῖναι τάλαντα τούτοις ἑκατόν, λοιπὸν ἤδη Ῥωμαῖοι μὲν ὡς φίλοις καὶ συμμάχοις 10 ἐχρῶντο τοῖς Συρακοσίοις. ὁ δὲ βασιλεὺς Ἱέρων ὑποστείλας ἑαυτὸν ὑπὸ τὴν Ῥωμαίων σκέπην, καὶ χορηγῶν ἀεὶ τούτοις εἰς 15 τὰ κατεπείγοντα τῶν πραγμάτων, ἀδεῶς ἐβασίλευε τῶν Συρακοσίων τὸν μετὰ ταῦτα χρόνον, φιλοστεφανῶν καὶ φιλοδοξῶν 11 εἰς τοὺς Ἕλληνας. ἐπιφανέστατος γὰρ δὴ πάντων οὗτος δοκεῖ καὶ πλεῖστον χρόνον ἀπολελαυκέναι τῆς ἰδίας εὐβουλίας ἔν τε τοῖς κατὰ μέρος καὶ τοῖς καθόλου πράγμασιν.

17

20

Επανενεχθεισῶν δὲ τῶν συνθηκῶν εἰς τὴν Ῥώμην, καὶ προσδεξαμένου τοῦ δήμου καὶ κυρώσαντος τὰς πρὸς Ιέρωνα διαλύσεις, λοιπὸν οὐκέτι πάσας ἔκρινον ἐξαποστέλλειν οἱ Ρω2 μαῖοι τὰς δυνάμεις, ἀλλὰ δύο μόνον στρατόπεδα, νομίζοντες ἅμα μὲν κεκουφίσθαι τὸν πόλεμον αὑτοῖς προσκεχωρηκότος τοῦ 25 βασιλέως, ἅμα δὲ μᾶλλον ὑπολαμβάνοντες οὕτως εὐπορήσειν 3 τὰς δυνάμεις τοῖς ἀναγκαίοις. οἱ δὲ Καρχηδόνιοι, θεωροῦντες

[merged small][ocr errors]
[ocr errors]

schon bei Claudius der Fall ge-
wesen war. 11. ἐφ ̓ ᾧ] mit Acc.
c. Inf. wie ὥστε auch in der älteren
Gräcität. 13. φίλοις καὶ συμμά
χοις] Es war also ein Schutz-u.
Trutzbündniss, cf. p. 23, 1.
15. σκέπην] Bedeckung, Schutz,
auch schon bei Plato gebräuchlich
im politischen Sinne. 16. εἰς τὰ
κατεπείγοντα] in dringenden, ge-
fahrvollen Verhältnissen.
17. qt-
λοστεφανῶν etc.] sich bei den
Griechen um den Ehrenkranz be-
werbend, sc. περὶ τοὺς γυμνικούς
ἀγῶνας.

=

τὸν μὲν Ιέρωνα πολέμιον αὑτοῖς γεγονότα, τοὺς δὲ Ῥωμαίους ὁλοσχερέστερον ἐμπλεκομένους εἰς τὰ κατὰ τὴν Σικελίαν, ὑπέλαβον βαρυτέρας προσδεῖσθαι παρασκευῆς, δι' ἧς ἀντοφθαλμεῖν δυνήσονται τοῖς πολεμίοις καὶ συνέχειν τὰ κατὰ τὴν Σικελίαν. 5 διὸ καὶ ξενολογήσαντες ἐκ τῆς ἀντιπέρας χώρας πολλοὺς μὲν 4 Λιγυστίνους καὶ Κελτούς, ἔτι δὲ πλείους τούτων Ἴβηρας, ἅπαντας εἰς τὴν Σικελίαν ἀπέστειλαν. ὁρῶντες δὲ τὴν τῶν 5 Ακραγαντίνων πόλιν εὐφυεστάτην οὖσαν πρὸς τὰς παρασκευὰς καὶ βαρυτάτην ἅμα τῆς αὑτῶν ἐπαρχίας, εἰς ταύτην συνήθροι10 σαν τά τε χορήγια καὶ τὰς δυνάμεις, ὁρμητηρίῳ κρίνοντες χρῆσθαι ταύτῃ τῇ πόλει πρὸς τὸν πόλεμον. τῶν δὲ Ῥωμαίων οἱ 6 μὲν πρὸς τὸν Ιέρωνα ποιησάμενοι τὰς συνθήκας ἀνεκεχωρήκεσαν· οἱ δὲ μετὰ τούτους κατασταθέντες στρατηγοί Λεύκιος Ποστούμιος καὶ Κόιντος Μαμίλιος ἧκον εἰς τὴν Σικελίαν μετὰ 15 τῶν στρατοπέδων. θεωροῦντες δὲ τὴν τῶν Καρχηδονίων ἐπι- τ βολὴν καὶ τὰς περὶ τὸν ̓Ακράγαντα παρασκευὰς ἔγνωσαν τολμηρότερον ἐγχειρεῖν τοῖς πράγμασι· διὸ καὶ τὰ μὲν ἄλλα μέρη τοῦ πολέμου παρῆκαν, φέροντες δὲ παντὶ τῷ στρατεύματι πρὸς 3 αὐτὸν ̓Ακράγαντα προσήρεισαν· καὶ στρατοπεδεύσαντες ἐν ὀκτὼ 20 σταδίοις ἀπὸ τῆς πόλεως συνέκλεισαν ἐντὸς τειχῶν τοὺς Καρχη δονίους. ἀκμαζούσης δὲ τῆς τοῦ σίτου συναγωγῆς, καὶ προ- 9 φαινομένης χρονίου πολιορκίας, ὥρμησαν ἐκθυμότερον τοῦ δέοντος οἱ στρατιῶται πρὸς τὸ σιτολογεῖν. οἱ δὲ Καρχηδόνιοι 10 κατιδόντες τοὺς πολεμίους ἐσκεδασμένους κατὰ τῆς χώρας,

2. ἐμπλεκομένους, Siculorum rebus se immiscere. 3. βαρυτέρας, cf. 21, 24. ἀντοφθαλμεῖν, oculos tollere adversus aliquem = resistere alicui. Ind. Fut. im Relativsatz zur Bezeichnung eines Zweckes, einer Bestimmung, cf. πρέσβεις ἔπεμψαν, οἳ πρὸς Φίλιππον διαλέ ξονται περὶ εἰρήνης. 8. Ακρά γαντα] Eine von Natur fast uneinnehmbare Festung, vgl. Verg. Aen. III, 703 Arduus inde Agragas ostentat maxima longe Moenia, magnanimum quondam gene-, rator equorum. Die Karthager hatten hier ihre grossen Magazine u. concentrirten daselbst ihre Kriegsmacht, um von diesem festen Platze aus (ὁρμητηρίω χρώμενοι ταύτῃ τῇ πόλει πρὸς τὸν πόλεμον) den Krieg

[merged small][merged small][merged small][merged small][merged small][ocr errors][ocr errors]

ἐξελθόντες ἐπέθεντο τοῖς σιτολογοῦσι. τρεψάμενοι δὲ τούτους ῥᾳδίως οἱ μὲν ἐπὶ τὴν τοῦ χάρακος ἁρπαγὴν ὥρμησαν, οἱ δ ̓ 11 ἐπὶ τὰς ἐφεδρείας. ἀλλ' ἡ τῶν ἐθισμῶν διαφορὰ καὶ τότε καὶ πολλάκις ἤδη σέσωκε τὰ Ῥωμαίων πράγματα. τὸ γὰρ πρόστιμον παρ' αὐτοῖς θάνατός ἐστι τῷ προεμένῳ τὸν τόπον καὶ φυγόντι κ 12 τὸ παράπαν ἐξ ἐφεδρείας. διὸ καὶ τότε πολλαπλασίους ὄντας τοὺς ὑπεναντίους ὑποστάντες γενναίως πολλοὺς μὲν τῶν ἰδίων 13 ἀπέβαλον, ἔτι δὲ πλείους τῶν ἐχθρῶν ἀπέκτειναν. τέλος δὲ κυκλώσαντες τοὺς πολεμίους ὅσον οὔπω διασπῶντας τὸν χάρακα, τοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ λοιποὺς ἐπικείμενοι 10 καὶ φονεύοντες συνεδίωξαν εἰς τὴν πόλιν.

18 Μετὰ δὲ ταῦτα συνέβη τοὺς μὲν Καρχηδονίους εὐλαβέστε ρον διακεῖσθαι πρὸς τὰς ἐπιθέσεις, τοὺς δὲ Ῥωμαίους φυλακτι 2 κώτερον χρῆσθαι ταῖς προνομαῖς. ἐπεὶ δ ̓ οὐκ ἀντεξῇσαν οἱ Καρχηδόνιοι πλὴν ἕως ἀκροβολισμοῦ, διελόντες οἱ στρατηγοί 15 τῶν Ῥωμαίων εἰς δύο μέρη τὴν δύναμιν τῷ μὲν ἑνὶ περὶ τὸ πρὸ τῆς πόλεως ̓Ασκληπιεῖον ἔμενον, θατέρῳ δὲ κατεστρατο3 πέδευσαν ἐν τοῖς πρὸς Ηράκλειαν κεκλιμένοις μέρεσι. τὰ δὲ μεταξὺ τῶν στρατοπέδων ἐξ ἑκατέρου τοῦ μέρους ὠχυρώσαντο, καὶ τὴν μὲν ἐντὸς αὑτῶν τάφρον προυβάλοντο χάριν τῆς πρὸς 20 τοὺς ἐξιόντας ἐκ τῆς πόλεως ἀσφαλείας, τὴν δὲ ἐκτὸς αὑτῶν περιεβάλοντο, φυλακὴν ποιούμενοι τῶν ἔξωθεν ἐπιθέσεων καὶ τῶν παρεισάγεσθαι καὶ παρεισπίπτειν εἰωθότων εἰς τὰς πολιορ 4 κουμένας πόλεις. τὰ δὲ μεταξὺ τῶν τάφρων καὶ τῶν στρατο

[ocr errors]

τὰ κατὰ τῆς οἰκουμένης πράγματα.
3. ἐπὶ τὰς ἐφεδρείας] gegen die
ausgestellten Wachtposten (der
Römer). ἡ τῶν ἐθισμῶν δια-
φορά] ihre vortreflichen Sitten
die Strenge der Römischen
Kriegsgesetze; denn es ist unter
ἐθισμοί die disciplina militaris ge-
meint. Vgl. Val. Max. II, 8 Disci-
plina militaris acriter retenta prin-
cipatum Italiae Romano inperio
peperit, multarum urbium, magno-
rum regum, validissimarum gentium
regimen largita est ortumque e par-
vula Romuli casa totius terrarum
orbis fecit columen. 4. πρόστιμον]
Strafe. 5. προεμένῳ τ. τ. loco qui
cesserit aut stationem deseruerit.

[ocr errors]

-

[blocks in formation]

πέδων διαστήματα φυλακαῖς διέλαβον, ὀχυροποιησάμενοι τοὺς εὐκαίρους τῶν τόπων ἐν διαστάσει. τὰ δὲ χορήγια καὶ τὴν 5 ἄλλην παρασκευὴν οἱ μὲν ἄλλοι σύμμαχοι πάντες ἔθροιζον αὐτοῖς καὶ παρῆγον εἰς Ερβησσόν, αὐτοὶ δὲ ἐκ ταύτης τῆς πό 5 λεως οὐ μακρὰν ὑπαρχούσης ἄγοντες καὶ φέροντες συνεχῶς τὰς ἀγορὰς δαψιλῆ τἀναγκαῖα σφίσι παρεσκεύαζον. πέντε μὲν οὖν σ ἴσως μῆνας ἐπὶ τῶν αὐτῶν διέμενον, οὐδὲν ὁλοσχερὲς προτέρημα δυνάμενοι λαβεῖν κατ ̓ ἀλλήλων πλὴν τῶν ἐν αὐτοῖς τοῖς ἀκροβολισμοῖς συμβαινόντων. συναγομένων δὲ τῷ λιμῷ τῶν Καρχη- τ 10 δονίων διὰ τὸ πλῆθος τῶν ἐν τῇ πόλει συγκεκλειμένων ἀνδρῶν, οὐ γὰρ ἐλάττους πέντε μυριάδων ὑπῆρχον, δυσχρηστούμενος Αννίβας ἤδη τοῖς πράγμασιν, ὁ τεταγμένος ἐπὶ τῶν πολιορκουμένων δυνάμεων, διεπέμπετο συνεχῶς εἰς τὴν Καρχηδένα τήν τε περίστασιν διασαφῶν καὶ βοηθεῖν παρακαλῶν. οἱ δ ̓ ἐν τῇ 8 15 Καρχηδόνι τῶν ἐπισυνηγμένων στρατιωτῶν καὶ θηρίων γεμί σαντες τὰς ναῦς ἐξέπεμψαν εἰς τὴν Σικελίαν πρὸς Αννωνα τὸν ἕτερον στρατηγόν. ὃς συναγαγὼν τὰς παρασκευὰς καὶ δυνάμεις 9 εἰς Ἡράκλειαν, πρῶτον μὲν πραξικοπήσας κατέσχε τὴν τῶν Ερβησσέων πόλιν, καὶ παρείλετο τὰς ἀγορὰς καὶ τὴν τῶν 20 αναγκαίων χορηγίαν τοῖς τῶν ὑπεναντίων στρατοπέδοις. ἐξ οὗ 10 συνέβη τοὺς Ρωμαίους ἐπ ̓ ἴσου πολιορκεῖν καὶ πολιορκεῖσθαι τοῖς πράγμασιν. εἰς γὰρ τοῦτο συνήγοντο τῇ σιτοδείᾳ καὶ σπάνει τῶν ἀναγκαίων ὥστε πολλάκις βουλεύεσθαι περὶ τοῦ λύειν τὴν πολιορκίαν. ὃ δὴ καὶ τέλος ἂν ἐποίησαν, εἰ μὴ πᾶσαν 11 25 σπουδὴν καὶ μηχανὴν προσφερόμενος Ιέρων τὰ μέτρια και τἀναγκαῖα σφίσι παρεσκεύαζε τῶν χορηγίων. μετὰ δὲ ταῦτα 19

[merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small]

θεωρῶν ὁ προειρημένος ἀνὴρ τοὺς μὲν Ῥωμαίους υπό τε τῆς νόσου καὶ τῆς ἐνδείας ἀσθενῶς διακειμένους διὰ τὸ λοιμικὴν εἶναι παρ ̓ αὐτοῖς κατάστασιν, τὰ δὲ σφέτερα στρατόπεδα νομί2 ζων ἀξιόχρεα πρὸς μάχην ὑπάρχειν, ἀναλαβὼν τά τε θηρία περὶ πεντήκοντα τὸν ἀριθμὸν ὄντα καὶ τὴν λοιπὴν δύναμιν ἅπασαν 5 προῆγε κατὰ σπουδὴν ἐκ τῆς Ἡρακλείας, παραγγείλας τοῖς Νομαδικοῖς ἱππεῦσι προπορεύεσθαι, καὶ συνεγγίσασι τῷ χάρακι τῶν ἐναντίων ἐρεθίζειν καὶ πειρᾶσθαι τοὺς ἱππεῖς αὐτῶν ἐκκαλεῖσθαι, κἄπειτα πάλιν ἐγκλίνασιν ἀποχωρεῖν, ἕως ἂν αὐτῷ 3 συμμίξωσι. πραξάντων δὲ τὸ συνταχθὲν τῶν Νομάδων και 10 προσμιξάντων θατέρῳ τῶν στρατοπέδων, εὐθὺς οἱ τῶν Ῥωμαίων ἱππεῖς ἐξεχέοντο καὶ θρασέως ἐπέκειντο τοῖς Νομάσιν. 4 οἱ δὲ Λίβυες ὑπεχώρουν κατὰ τὸ παράγγελμα, μέχρι συνέμιξαν τοῖς περὶ τὸν ̓Αννωνα λοιπόν τ' ἐκ μεταβολῆς περιχυθέντες ἐπέκειντο τοῖς πολεμίοις, καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, 15 τοὺς δὲ λοιποὺς ἕως εἰς τὸν χάρακα συνεδίωξαν. γενομένων δὲ τούτων ἐπεστρατοπέδευσαν οἱ περὶ τὸν Αννωνα τοῖς Ῥωμαίοις, 5 καταλαβόμενοι τὸν λόφον τὸν καλούμενον Τόρον, ὡς δέκα στα 6 δίους ἀπέχοντες τῶν ὑπεναντίων. καὶ δύο μὲν μῆνας ἔμενον ἐπὶ τῶν ὑποκειμένων, οὐδὲν ὁλοσχερερὲς πράττοντες πλὴν ἀκρο- 20 . 7 βολιζόμενοι καθ ̓ ἑκάστην ἡμέραν. τοῦ δ ̓ Αννίβου διαπυρσευομένου καὶ διαπεμπομένου συνεχῶς ἐκ τῆς πόλεως πρὸς τὸν Αννωνα, καὶ δηλοῦντος ὅτι τὰ πλήθη τὸν λιμὸν οὐχ ὑπομενεῖ, πολλοὶ δὲ καὶ πρὸς τοὺς πολεμίους αὐτομολοῦσι διὰ τὴν ἔνδειαν, ἔγνω διακινδυνεύειν ὁ τῶν Καρχηδονίων στρατηγός, οὐχ ἧττον 25 ἐπὶ τοῦτο φερομένων καὶ τῶν Ῥωμαίων διὰ τὰς προειρημένας 8 αἰτίας. διόπερ ἐξαγαγόντες ἀμφότεροι τὰς δυνάμεις εἰς τὸν 9 μεταξὺ τόπον τῶν στρατοπέδων συνέβαλον ἀλλήλοις. ἐπὶ πολὺν δὲ χρόνον γενομένης τῆς μάχης τέλος ετρέψαντο τοὺς προκινδυνεύσαντας μισθοφόρους τῶν Καρχηδονίων οἱ Ρωμαῖοι. 30

[merged small][merged small][merged small][ocr errors][merged small]
« IndietroContinua »