Immagini della pagina
PDF
ePub

νίων, τοῦ μὲν δεξιοῦ κέρως, ἔχων ἐπίπλους ναῦς καὶ πεντήρεις τὰς μάλιστα ταχυναυτούσας πρὸς τὴν ὑπερκέρασιν, ̓́Αννων ὁ περὶ τὸν ̓Ακράγαντα λειφθεὶς τῇ παρατάξει· τῶν δ ̓ εὐωνύμων 6 εἶχε τὴν ἐπιμέλειαν Αμίλκας ὁ περὶ τὴν Τυνδαρίδα ναυμαχήσας 5 ὃς τότε κατὰ μέσην τὴν τάξιν ποιούμενος τὸν κίνδυνον ἐχρή σατό τινι στρατηγήματι κατὰ τὸν ἀγῶνα τοιῷδε. τῶν γὰρ Ρω- 7 μαίων συνθεασαμένων ἐπὶ λεπτὸν ἐκτεταμένους τοὺς Καρχηδονίους, καὶ ποιησαμένων τὴν ὁρμὴν ἐπὶ μέσους, τὴν μὲν ἀρχὴν ὁ κίνδυνος ἔλαβε τοιαύτην. ταχὺ δὲ τῶν περὶ τὰ μέσα Καρχη- 8 10 δονίων ἐκ παραγγέλματος κλινάντων πρὸς φυγὴν χάριν τοῦ διασπάσαι τὴν τῶν Ῥωμαίων τάξιν, οὗτοι μὲν ὑπεχώρουν μετὰ σπουδῆς, οἱ δὲ Ῥωμαῖοι κατόπιν ἠκολούθουν ἐκθύμως. ὁ μὲν 9 οὖν πρῶτος καὶ δεύτερος στόλος ἐπέκειτο τοῖς φεύγουσι, τὸ δὲ τρίτον καὶ τὸ τέταρτον στρατόπεδον ἀπέσπαστο, τῶν μὲν ου 15 μουλκούντων τὰς ἱππηγοὺς ναῦς, τῶν δὲ τριαρίων συμμενόντων και συνεφεδρευόντων τούτοις. ἐπεὶ δὲ τὸν πρῶτον καὶ δεύτερον 10 στόλον ἱκανὸν τῶν ἄλλων ἐδόκουν ἀπεσπακέναι τόπον οἱ Καρχηδόνιοι, συνθήματος ἀρθέντος ἐκ τῆς ̓Αμίλκου νεως μετεβά λοντο πάντες ἅμα καὶ συνέβαλον τοῖς ἐπικειμένοις. ἀγῶνος δὲ 11 20 συστάντος καρτεροῦ, τῷ μὲν ταχυναυτεῖν ἐκπεριπλέοντες καὶ ῥᾳδίως μὲν προσιόντες, ὀξέως δὲ ἀποχωροῦντες, πολὺ περιῆσαν 12 οἱ Καρχηδόνιοι, τῷ δὲ βιαιομαχεῖν κατὰ τὰς συμπλοκὰς καὶ συνδεῖν τοῖς κόραξι τοὺς ἅπαξ ἐγγίσαντας, ἅμα δὲ καὶ τῷ ἐν ὄψει τῶν ἡγουμένων ποιεῖσθαι τὸν κίνδυνον, οὐχ ἧττον ἐπι25 κυδεστέρας εἶχον οἱ Ρωμαῖοι τὰς ἐλπίδας. ἡ μὲν οὖν κατὰ 13

[ocr errors]

Stellung, d. h. der linke Flügel bildete mit dem rechten einen ziemlich rechten Winkel. Duplicem Poenorum classis aciem fuisse dixit: alteram maiorem, qua continebantur tres partes totius classis, alteram minorem, quae quarta classis parte constabat. Den ersteren Theil befehligten Hanno und Hamilcar, so aber, dass, wie es scheint, der Letztere zugleich das Obercommando über die zweite Abtheilung hatte. 1. ἐπίπλους ναῦς, zum Angriff bestimmte Schiffe; so noch I, 50: ἔχων πέντε ναῦς ἐπίπλους. Ist an unserer Stelle die Lesart richtig, so ist jedenfalls eine Zahl

[merged small][merged small][merged small][merged small][ocr errors]

28 τούτους μάχη τοιαύτην εἶχε διάθεσιν. κατὰ δὲ τὸν αὐτὸν καιρὸν τὸ μὲν δεξιὶν κέρας ἔχων Αννων, τὸ μεῖναν ἐν ἀποστάσει κατὰ τὴν πρώτην συμβολήν, τό τε πέλαγος ὑπεράρας ἐνέβαλε ταῖς τῶν τριαρίων ναυσὶ καὶ πολλὴν ἀπορίαν 2 παρεῖχε καὶ δυσχρηστίαν αὐτοῖς. οἱ δὲ παρὰ τὴν γῆν τεταγμέ- 5 νοι τῶν Καρχηδονίων, παραγεγονότες εἰς μέτωπον ἐκ τῆς προὑπαρχούσης τάξεως, καὶ ποιήσαντες ἀντιπρῴρους τὰς ναῦς, ἐν έβαλον τοῖς ῥυμουλκοῦσι τὰς ἱππηγούς· οἱ δ ̓ ἀφέμενοι τὰ δύ 3 ματα συνεπλέκοντο καὶ διηγωνίζοντο τοῖς πολεμίοις. ἦν δὲ τρία μέρη τῆς ὅλης συμπλοκῆς καὶ τρεῖς ναυμαχίαι συνέστησαν πολὺ 10 4 κεχωρισμέναι τοῖς τόποις ἀλλήλων· τῷ δ ̓ ἑκατέρων πάρισα τὰ μέρη γενέσθαι κατὰ τὸν ἐξ ἀρχῆς χειρισμὸν ἐφάμιλλον εἶναι 6 συνέβαινε καὶ τὸν κίνδυνον. τέλος δ ̓ ἐκβιασθέντες οἱ περὶ τὸν Αμίλκαν εἰς φυγὴν ὥρμησαν. ὁ μὲν οὖν Λεύκιος ἀνεδεῖτο τὰς 7 αἰχμαλώτους ναῦς· ὁ δὲ Μάρκος, συνορῶν τὸν περὶ τοὺς τρια- 15 ρίους καὶ τὰς ἱππηγοὺς ἀγῶνα, κατὰ σπουδὴν ἐβοήθει τούτοις, 8 ἔχων τοῦ δευτέρου στόλου τὰς ἀκεραίους ναῦς. συνάψαντος δὲ καὶ προσμίξαντος αὐτοῦ τοῖς περὶ τὸν ̓Αννωνα, ταχέως ἀναθαρρήσαντες οἱ τριάριοι, καίπερ ἤδη κακῶς ἀπαλλάττοντες, 9 πάλιν ἐπερρώσθησαν πρὸς τὸν κίνδυνον. οἱ δὲ Καρχηδόνιοι, 20 τῶν μὲν κατὰ πρόσωπον αὐτοῖς προσμαχομένων, τῶν δὲ κατὰ νώτου προσπιπτόντων, δυσχρηστούμενοι, καὶ παραδόξως ὑπὲ τῶν βοηθησάντων κυκλούμενοι, ἐκκλίναντες πελαγίαν ἐποιοῦντο 10 τὴν ὑποχώρησιν. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ὅ τε Λεύκιος, ἐπαναπλέων ἤδη καὶ θεωρῶν συγκεκλειμένον πρὸς τῇ γῇ τὸν τρί- 25 τον στόλον, ὅ τε Μάρκος, ἐν ἀσφαλεῖ καταλιπὼν τὰς ἱππηγοὺς καὶ τοὺς τριαρίους, ὥρμησαν ἀμφότεροι βοηθεῖν τοῖς κινδυνεύ

[blocks in formation]

ουσι. παραπλήσιον γὰρ ἦν ἤδη τὸ γιγνόμενον πολιορκίᾳ· καὶ 11 πάλαι ἂν ἀπωλώλεσαν οὗτοί γε προφανῶς, εἰ μὴ δεδιότες τοὺς κόρακας οἱ Καρχηδόνιοι περιφράξαντες μὲν αὐτοὺς πρὸς τῇ γῇ συνεῖχον, πρὸς δὲ τὰς ἐμβολὰς διὰ τὴν συμπλοκὴν εὐλαβῶς 5 ἔχοντες οὐ προσῇσαν. ταχέως δ ̓ ἐπιγενόμενοι καὶ κυκλώσαντες 12 οἱ στρατηγοὶ τοὺς Καρχηδονίους αὐτάνδρους μὲν ἔλαβον πεντή κοντα ναῦς τῶν πολεμίων, ὀλίγαι δέ τινες παρὰ τὴν γῆν ἐξελίξασαι διέφυγον. ὁ μὲν οὖν κατὰ μέρος κίνδυνος τοιαύτην ἔσχε 13 τὴν διάθεσιν, τὸ δὲ τέλος τῆς συμπάσης ναυμαχίας ἐγένετο κατὰ 10 τοὺς Ῥωμαίους. διεφθάρη δὲ τούτων μὲν εἴκοσι καὶ τέτταρα 14 σκάφη, τῶν δὲ Καρχηδονίων ὑπὲρ τριάκοντα. ναῦς δὲ τῶν μὲν Ρωμαίων αὔτανδρος οὐδεμία τοῖς πολεμίοις ἐγένετο ὑποχείριος, τῶν δὲ Καρχηδονίων ἑξήκοντα καὶ τέτταρες.

Μετὰ δὲ ταῦτα πάλιν οἱ Ρωμαῖοι προσεπισιτισάμενοι καὶ 29 15 τὰς αἰχμαλώτους ναῦς καταρτίσαντες, ἔτι δὲ τὴν ἁρμόζουσαν τοῖς προτερήμασιν ἐπιμέλειαν ποιησάμενοι τῶν πληρωμάτων, ἀνήγοντο ποιούμενοι τὸν πλοῦν ὡς ἐπὶ τὴν Λιβύην. προσ- 2 σχόντες δὲ ταῖς πρώταις πλεούσαις ναυσὶν ὑπὸ τὴν ἄκραν τὴν Ερμαίαν ἐπονομαζομένην, ἢ πρὸ παντὸς τοῦ περὶ τὴν Καρχη 20 δόνα κόλπου κειμένη προτείνει πελάγιος ὡς πρὸς τὴν Σικελίαν, καὶ προσδεξάμενοι τὰς ἐπιπλεούσας ἐνταῦθα ναῦς, καὶ πάντα συναθροίσαντες τὸν στόλον, ἔπλεον παρὰ τὴν χώραν, ἕως ἐπὶ

[merged small][ocr errors][merged small][merged small][ocr errors][merged small][merged small]

ins. Meer hervor in der Richtung nach Sicilien, dieser Insel gerade gegenüber; ähnlich I, 37, 4 (von dem Unfall bei Camarina): ἧς τὴν αἰτίαν οὐχ οὕτως εἰς τὴν τύχην ὡς εἰς τοὺς ἡγεμόνας ἐπανοιστέον· πολλὰ γὰρ τῶν κυβερνητῶν διαμαρτυρομένων μὴ πλεῖν παρὰ τὴν ἔξω πλευρὰν τῆς Σικελίας τὴν πρὸς τὸ Λιβυκόν πέλαγος ἐστραμμένην διὰ τὸ πελαγίαν εἶναι καὶ δυσπροσόρμιστον, οὐδενὶ προσχόντες τῶν λεγομένων ἔλαθον ἔξω πελάγιοι. Es war πελάγιος als Adj. dreier, seltner zweier Endung im Gebrauch, so dass vielleicht προτείνει εἰς πέλαγος nach IV, 56 (χερρονήσου προτεινούσης εἰς τὸ πέλαγος) zu corrigiren ist. Erträglicher wäre auch προτείνει πλάγιος ὡς πρὸς τήν Σικελίαν: es erstreckt sich in schräger Richtung gegen Sicilien hin.

3 τὴν ̓Ασπίδα καλουμένην πόλιν ἀφίκοντο. ποιησάμενοι δὲ τὴν ἀπόβασιν ἐνταῦθα καὶ νεωλκήσαντες, ἔτι δὲ τάφρῳ καὶ χάρακι περιλαβόντες τὰς ναῦς, ἐγίγνοντο πρὸς τὸ πολιορκεῖν αὐτήν, οὐ βουλομένων ἑκουσίως σφίσι προσχωρῆσαι τῶν κατεχόντων 4 τὴν πόλιν. οἱ δὲ διαφυγόντες ἐκ τοῦ κατὰ τὴν ναυμαχίαν κιν- 5 δύνου τῶν Καρχηδονίων καταπλεύσαντες, καὶ πεπεισμένοι τοὺς ὑπεναντίους ἐκ τοῦ γεγονότος προτερήματος ἐπαρθέντας εὐθέως ποιήσεσθαι τὸν ἐπίπλουν ἐπ ̓ αὐτὴν τὴν Καρχηδόνα, παρετήρουν ταῖς πεζαῖς καὶ ναυτικαῖς δυνάμεσι τοὺς προκειμένους τῆς 5 πόλεως τόπους. ἐπιγνόντες δὲ τοὺς Ρωμαίους ἀσφαλῶς ἀπο- 10 βεβηκότας καὶ πολιορκοῦντας τὴν ̓Ασπίδα, τὸ μὲν παραφυλάττειν τὸν ἐπίπλουν ἀπέγνωσαν, συνήθροιζον δὲ τὰς δυνάμεις 6 καὶ περὶ φυλακὴν ἐγίγνοντο τῆς τε πόλεως καὶ τῆς χώρας. οἱ δὲ Ῥωμαῖοι κυριεύσαντες τῆς ̓Ασπίδος καὶ φυλακὴν ἀπολιπόντες τῆς πόλεως καὶ χώρας, ἔτι δὲ πρεσβευτὰς εἰς τὴν Ῥώμην 15 πέμψαντες τοὺς ἀπαγγελοῦντας μὲν περὶ τῶν γεγονότων, ἐρησομένους δὲ περὶ τῶν μελλόντων, τί δεῖ ποιεῖν καὶ πῶς χρῆσθαι τοῖς πράγμασι, μετὰ δὲ ταῦτα πάσῃ τῇ δυνάμει κατὰ σπουδὴν ἀναζεύξαντες, ὥρμησαν ἐπὶ τὸ πορθεῖν τὴν χώραν. 7 οὐδενὸς δ ̓ ἐμποδὼν ἱσταμένου, πολλὰς μὲν οἰκήσεις περιττῶς 20 κατεσκευασμένας διέφθειραν, πολὺ δὲ πλῆθος τῆς τετράποδος λείας περιεβάλοντο· σώματα δὲ πλείω τῶν δισμυρίων ἐπὶ τὰς 8 ναῦς ἀνήγαγον. ἐν δὲ τούτῳ τῷ καιρῷ παρῆσαν ἐκ τῆς Ῥώμης οἱ διασαφοῦντες ὅτι δεῖ τὸν μὲν ἕνα τῶν στρατηγῶν μένειν ἔχοντα δυνάμεις τὰς ἀρκούσας, τὸν δ ̓ ἕτερον ἀποκομίζειν εἰς 25 9 τὴν Ῥώμην τον στόλον. ὁ μὲν οὖν Μάρκος ἔμενεν, ὑπολειπό μενος ναῦς τετταράκοντα καὶ πεζοὺς μυρίους και πεντακισχι 10 λίους, ἱππεῖς δὲ πεντακοσίους· ὁ δὲ Λεύκιος ἀναλαβὼν τὰ πληρώματα καὶ τὸ τῶν αἰχμαλώτων πλῆθος, καὶ κομισθεὶς παρὰ τὴν Σικελίαν ἀσφαλῶς, ἧκεν εἰς τὴν Ῥώμην.

[merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small]

30

σκευὴν χρονιωτέραν οὖσαν, πρῶτον μὲν στρατηγοὺς ἑαυτῶν εἵλοντο δύο, τόν τε "Αννωνος Ασδρούβαν καὶ Βώσταρον, μετὰ δὲ ταῦτα πρὸς τὸν ̓Αμίλκαν ἔπεμπον εἰς τὴν Ἡράκλειαν, και λοῦντες κατὰ τάχος αὐτόν. ὁ δ ̓ ἀναλαβὼν ἱππεῖς πεντακοσίους 2 5 καὶ πεζοὺς πεντακισχιλίους παρῆν εἰς τὴν Καρχηδόνα· καὶ κατασταθεὶς στρατηγὸς τρίτος, ἐβουλεύετο μετὰ τῶν περὶ τὸν Ασδρούβαν πῶς δεῖ χρῆσθαι τοῖς παροῦσιν. ἔδοξεν οὖν αὐτοῖς 3 βοηθεῖν τῇ χώρᾳ καὶ μὴ περιορᾶν αὐτὴν ἀδεῶς πορθουμένην. ὁ δὲ Μάρκος μετά τινας ἡμέρας ἐπεπορεύετο, τὰ μὲν ἀτείχιστα 4 10 τῶν ἐρυμάτων ἐξ ἐφόδου διαρπάζων, τὰ δὲ τετειχισμένα πολιορ κῶν. ἀφικόμενος δὲ πρὸς πόλιν Αδὺν ἀξιόχρεων, περιστρατο- 5 πεδεύσας ταύτην συνίστατο μετὰ σπουδῆς ἔργα καὶ πολιορκίαν. οἱ δὲ Καρχηδόνιοι τῇ τε πόλει σπουδάζοντες βοηθῆσαι καὶ τῶν 6 ὑπαίθρων ἀντιποιεῖσθαι κρίνοντες ἐξῆγον τὴν δύναμιν. καὶ τ 15 καταλαβόμενοι λόφον ὑπερδέξιον μὲν τῶν πολεμίων, ἀφυῆ δὲ ταῖς ἑαυτῶν δυνάμεσιν, ἐν τούτῳ κατεστρατοπέδευσαν. λοιπον 8 ἔχοντες μὲν τὰς πλείστας ἐλπίδας ἐν τοῖς ἱππεῦσι καὶ τοῖς θηρίοις, ἀφέμενοι δὲ τῶν ἐπιπέδων χωρίων καὶ συγκλείσαντες σφᾶς αὐτοὺς εἰς τόπους ἐρυμνοὺς καὶ δυσβάτους, ἔμελλον δι20 δάξειν τοὺς πολεμίους ὃ δέον ἦν πράττειν κατ' αὐτῶν. ὃ δὴ καὶ συνέβη γενέσθαι. συννοήσαντες γὰρ οἱ τῶν Ῥωμαίων ἡγε- 9 μόνες ἐμπείρως ὅτι τὸ πρακτικώτατον καὶ φοβερώτατον τῆς τῶν ὑπεναντίων δυνάμεως ἠχρείωται διὰ τοὺς τόπους, οὐκ ἀνέμει ναν ἕως ἐκεῖνοι καταβάντες εἰς τὰ πεδία παρετάξαντο, χρώμενοι 10 25 δὲ τοῖς ἰδίοις καιροῖς ἅμα τῷ φωτὶ προσέβαινον ἐξ ἑκατέρου τοῦ μέρους πρὸς τὸν λόφον. οἱ μὲν οὖν ἱππεῖς καὶ τὰ θηρία 11 τοῖς Καρχηδονίοις ἦν ἄχρηστα τελέως· οἱ δὲ μισθοφόροι πάνυ γενναίως καὶ προθύμως ἐκβοηθήσαντες τὸ μὲν πρῶτον στρατό

[ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors]
« IndietroContinua »