Immagini della pagina
PDF
ePub

εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπ ̓ οὐρανοῦ ἄγγελον ἧκεν Ερμείαν, ὥς κεν προςκηδέος ἀντιάσειεν. μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ιόντας 590 ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἷσι μέμηλεν ὀθνείοις ἐπι χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν, κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι. νόσφι δὲ οἱ αὐτῷ φάτ ̓ ἐοικότα μείλια τίσειν 595 υίηας Φρίξοιο, κακορρέκτησιν ὀπηδοὺς ἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρά ἑ τιμῆς καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες· ὥς ποτε βάξιν λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ηελίοιο,

χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης 600 σφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι. τῶ καὶ ἐἐλδομένους πέμπειν ἐς Αχαιίδα γαϊαν πατρὸς ἐφημοσύνῃ, δολιχὴν ὁδόν. οὐ δὲ θυγατρῶν εἶναι οἱ τυτθόν γε δέος, μή που τινα μῆτιν φράσσωνται στυγερήν, οὐ δ' υἱέος Αψύρτοιο· 605 ἀλλ ̓ ἐνι Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι. καί ῥ' ὃ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισιν χωόμενος· μέγα δέ σφιν ἀπείλει νῆά τ ̓ ἐρύσθαι ἠδ ̓ αὐτούς, ἵνα μή τις ὑπεκ κακότητος ἀλύξῃ. τόφρα δὲ μητέρ ̓ ἑήν, μετιών δόμον Αιήταο, 610 Αργος παντοίοισι παρηγορέεσκεν ἔπεσσιν, Μήδειαν λίσσεσθαι ἀμυνέμεν· ἡ δὲ καὶ αὐτὴ πρόσθεν μητιάασκε. δέος δέ μιν ἴσχανε θυμόν, μή πως ἠὲ παρ ̓ αὖσαν ἐτώσια μειλίξαιτο πατρὸς ἀτυξομένην ὀλοὸν χόλον, ἠὲ λιτῇσιν 615 ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο.

κούρην δ ̓ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες, οἷά τ ̓ ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκον ὄνειροι.

τὸν ξεῖνον δ ̓ ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον, 620 οὔτι μάλ' ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι, οὐ δέ τι τοῖς ἕκητι μετα πτόλιν Αιήταο

ἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο κουριδίην παράκοιτιν· δίετο δ ̓ ἀμφι βόεσσιν αὐτὴ ἀεθλεύουσα μάλ' εὐμαρέως πονέεσθαι· 625 σφωιτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν, οὕνεκεν οὐ κούρῃ ζεύξαι βόας, ἀλλά οἱ αὐτῷ προύθεσαν. ἐκ δ ̓ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον πατρί τε καὶ ξείνοις· αὐτῇ δ ̓ ἐπιέτρεπον ἄμφω τὼς ἔμεν, ὥς κεν ἑῇσι μετα φρεσὶν ἐθύσειεν. 630 ἡ δ ̓ ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων, εἵλετο· τοὺς δ ̓ ἀμέγαρτον ἄχος λάβεν, ἐκ δ ̓ ἐβόησαν χωόμενοι· τὴν δ ̓ ὕπνος ἅμα κλαγγῇ μεθέηκεν. παλλομένη δ ̓ ἀνόρουσε φόβῳ, περί τ' ἀμφί τε τοίχους πάπτηνεν θαλάμοιο· μόλις δ ̓ ἐσαγείρατο θυμὸν 635 ὡς πάρος ἐν στέρνοις, ἀδινὴν δ ̓ ἀνενείκατο φωνήν δειλὴ ἐγών, οἷόν με βαρεῖς ἐφόβησαν ὄνειροι.

[ocr errors]

δείδια, μὴ μέγα δή τι φέρῃ κακὸν ὧδε κέλευθος ἡρώων. περί μοι ξείνῳ φρένες ἠερέθονται. μνάσθω ἑὸν κατα δῆμον ̓Αχαιίδα τηλόθι κούρην· 640 ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων. ἔμπά γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτ ̓ ἄνευθεν αὐτοκασιγνήτης πειρήσομαι, εἰ κέ μ' ἀθλῳ χραισμεῖν ἀντιάσῃσιν, ἐπι σφετέροις ἀχέουσα παισί· τό κέν μοι λυγρὸν ἐνι κραδίῃ σβέσοι ἄλγος. 645 ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο, νηλίπος, οἰέανος· καὶ δὴ λελίητο νέεσθαι αὐτοκασιγνήτην δέ, καὶ ἕρκεος οὐδὸν ἄμειψεν. δὴν δὲ κατ' αὐτόθι μίμνεν ἐνι προδόμῳ θαλάμοιο, αἰδοῖ ἐεργομένη· μετα δ ̓ ἐτράπετ' αὖτις ὀπίσσω 650 στρεφθεῖσ ̓· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τ' ἀλέεινεν

εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα· ἤτοι ὅτ' ιθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αιδώς· αἰδοῦ δ ̓ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν. τρὶς μὲν ἐπειρήθη, τρὶς δ ̓ ἔσχετο· τέτρατον αὖτις 655 λέκτροισι πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα.

1

ὡς δ ̓ ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν μύρεται, ᾧ μιν ὄπασσαν ἀδελφοὶ ἠδὲ τοχῆς, οὐ δέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν αἰδοῖ ἐπιφροσύνῃ τε· μυχῷ δ ̓ ἀχέουσα θαάσσει· 660 τὸν δέ τις ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω δήνεσιν ἀλλήλων· ἡ δ ̓ ἔνδοθι δαιομένη περ σιγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα, μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες· τῇ ἰκέλη Μήδεια κινύρετο. τὴν δέ τις ἄφνω 665 μυρομένην μεσσηγὺς ἐπιπρομολοῦσ ̓ ἐνόησεν δμωάων, ἥ οἱ ἑπέτις πέλε κουρίζουσα·

Χαλκιόπῃ δ' ἤγγειλε παρασχεδόν· ἡ δ ̓ ἐνι παισὶν ἧστ ̓ ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι. ἀλλ ̓ οὐδ ̓ ὡς ἀπίθησεν, ὅτ' ἔκλυεν ἀμφιπόλοιο στο μύθον ανώιστον· δια δ ̓ ἔσσυτο θαμβήσασα

[ocr errors]

ἐκ θαλάμου θάλαμον δὲ διαμπερές, ᾧ ἔνι κούρη κέκλιτ ̓ ἀκηχεμένη, δρύψεν δ ̓ ἑκάτερθε παρειάς· ὡς δ ̓ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν ,, μοι ἐγώ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις; 675 τίπτ ̓ ἔπαθες; τί τοι αἰνὸν ύπο φρένας ἵκετο πένθος; ἤ νύ σε ευμορίη περιδέδρομεν ἅψεα νοῦσος, ἦέ τιν' οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπὴν

ἀμφί τ ̓ ἐμοὶ καὶ παισίν; ὄφελλέ με μήτε τοκήων δῶμα τόδ' εἰσοράαν, μὴ δὲ πτόλιν, ἀλλ ̓ ἐπι γαίης 680 πείρασι ναιετάειν, ἵνα μηδέ περ οὔνομα Κόλχων.“ ὡς φάτο· τῆς δ ̓ ἐρύθηνε παρήια· δὴν δέ μιν αἰδὼς παρθενίη κατέρυκεν ἀμείψασθαι μεμαυίαν.

μῦθος δ ̓ ἄλλοτε μέν οἱ ἐπ ̓ ἀκροτάτης ἀνέτελλεν γλώσσης, ἄλλοτ ̓ ἔνερθε κατα στῆθος πεπότητα. 685 πολλάκι δ ̓ ἱμερόεν μὲν ἀνα στόμα θυιεν ἐνισπεῖν· φθογγῇ δ ̓ οὐ προύβαινε παροιτέρω· ὀψὲ δ ̓ ἔειπεν τοῖα δόλῳ· θρασέες γὰρ ἐπικλονέεσκον Ἔρωτες. Χαλκιόπη, περί μοι παίδων σέο θυμὸς ἄηται, μή σφε πατὴρ ξείνοισι συν ἀνδράσιν αὐτίκ ̓ ὀλέσῃ. 690 τοΐα κατακνώσσουσα μινυνθαδίῳ νέον ὕπνῳ λεύσω ὀνείρατα λυγρά· τά τις θεὸς ἀκράαντα θείη, μὴ δ' ἀλεγεινὸν ἐφ' υἱάσι κήδος ἕλοιο. φῆ ῥα, κασιγνήτης πειρωμένη, εἰ κέ μιν αὐτὴ ἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν. 695 τὴν δ ̓ αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίη δείματι, τοῖ ̓ ἐσάκουσεν· ἀμείβετο δ ̓ ὧδ ̓ ἐπέεσσιν ,,καὶ δ ̓ αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα, εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν.

ἀλλ ̓ ὄμοσον Γαϊάν τε καὶ Οὐρανόν, ὅ ττι τοι εἴπω 700 σχήσειν ἐν θυμῷ, σύν τε δρήστειρα πέλεσθαι. λίσσομ' ὑπερ μακάρων σέο τ ̓ αὐτῆς ἠδὲ τοκήων, μή σφε κακῇ ὑπο κηρί διαρραισθέντας ιδέσθαι λευγαλέως· ἢ σοίγε φίλοις συν παισὶ θανοῦσα εἴην ἐξ Αίδεω στυγερὴ μετόπισθεν Ἐρινύς.“ 705 ὡς ἂρ ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτ ̓ αὐτίκα δάκρυ νειόθι δ ̓ ἀμφοτέρῃσι περίσχετο γούνατα χερσίν, συν δὲ κάρη κόλποις περικάββαλεν. ἔνθ ̓ ἐλεεινὸν ἄμφω ἐπ' ἀλλήλῃσι θέσαν γόον· ώρτο δ' Ἰωὴ λεπταλέη δια δώματ' ὀδυρομένων ἀχέεσσιν. 710 τὴν δὲ πάρος Μήδεια προσέννεπεν ἀσχαλόωσα ,,δαιμονίη, τί νύ τοι ῥέξω ἄκος, οἷς ἀγορεύεις, ἀράς τε στυγερὰς καὶ Ἐρινύας; αἱ γὰρ ὄφελλεν ἔμπεδον εἶναι ἐπ ̓ ἄμμι τεοὺς υἱῆας ἔρυσθαι. ἴστω Κόλχων ὅρκος ὑπέρβιος, ὅντιν ̓ ὀμόσσαι

715 αὐτὴ ἐποτρύνεις, μέγας Οὐρανὸς ἠδ ̓ ὑπένερθεν
Γαῖα, θεῶν μήτηρ, ὅσσον σθένος ἐστὶν ἐμεῖο,
μή σ ̓ ἐπιδευήσεσθαι, ἀνυστά περ ἀντιόωσαν.

φῆ ἄρα· Χαλκιόπη δ' ημείβετο τοῖσδ ̓ ἐπέεσσιν „,οὐκ ἂν δὴ ξείνῳ τλαίης χατέοντι καὶ αὐτῷ 720 ἢ δόλον, ἤ τινα μῆτιν ἐπιφράσσασθαι ἀθλου, παίδων εἵνεκ ̓ ἐμεῖο; καὶ ἐκ κείνοιο δ ̓ ἱκάνει Αργος, ἐποτρύνων με τεῆς πειρῆσαι ἀρωγῆς· μεσσηγὺς μὲν τόνγε δόμων λίπον ἐνθάδ ̓ ἰοῦσα.“ ὡς φάτο· τῇ δ ̓ ἔντοσθεν ἀνέπτατο χάρματι θυμός, 725 φοινίχθη δ ̓ ἄμυδις καλὸν χρόα, καδ δέ μιν ἀχλὺς εἷλεν ἰαινομένην, τοῖον δ ̓ ἐπι μῦθον ἔειπεν Χαλκιόπη, ὡς ἔμμι φίλον τερπνόν τε τέτυκται, ὡς ἔρξω. μὴ γάρ μοι ἐν ὀφθαλμοῖσι φαείνοι ἠώς, μὴ δέ με δηρὸν ἔτι ζώουσαν ίδοιο, 730 ἠέ τι σῆς ψυχῆς προφερέστερον, ἠέ τι παίδων σῶν θείην, οἳ δή μοι ἀδελφειοὶ γεγάασιν κηδεμόνες τε φίλοι καὶ ὁμήλικες. ὡς δὲ καὶ αὐτὴ φημὶ κασιγνήτη τε σέθεν κούρη τε πέλεσθαι, ἶσον ἐπεὶ κείνοις με τεῷ ἐπαείραο μαζῷ 735 νηπυτίην, ὡς αἱὲν ἐγώ ποτε μητρὸς ἄκουον. ἀλλ ̓ ἴθι, κεῦθε δ ̓ ἐμὴν σιγῇ χάριν, ὄφρα τοκῆας λήσομαι ἐντύνουσα ὑπόσχεσιν· ἦρι δὲ νηὸν οἴσομαι εἰς Εκάτης θελκτήρια φάρμακα ταύρων.

ὡς ἥγ ̓ ἐκ θαλάμοιο πάλιν κίε, παισί τ' ἀρωγὴν 740 αυτοκασιγνήτης διεπέφραδε. τὴν δὲ μάλ' αὖθις αἰδώς τε στυγερόν τε δέος λάβε μονωθείσαν, τοῖα παρεξ οὗ πατρὸς ἐπ ̓ ἀνέρι μητιάασθαι.

νὺξ μὲν ἔπειτ ̓ ἐπι γαῖαν ἄγεν κνέφας· οἱ δ ̓ ἐνι πόντῳ

ναῦται εἰς ̔Ελίκην τε καὶ ἀστέρας Ωρίωνος 745 ἔδρακον ἐκ νηῶν· ὕπνοιο δὲ καί τις ὁδίτης

« IndietroContinua »