Immagini della pagina
PDF
ePub

1225 θώρηκα στάδιον, τόν οἱ πόρεν ἐξεναρίξας σφωιτέρης Φλεγραῖον Αρης ὑπο χερσὶ Μίμαντα· χρυσείην δ ̓ ἐπι κρατὶ κόρυν θέτο τετραφάληρον, λαμπομένην οἷόν τε περίτροχον ἔπλετο φέγγος ἠελίου, ὅτε πρῶτον ἀνέρχεται ὠκεανοῖο.

1230 ἂν δὲ πολύρρινον νώμα σάκος, ἂν δὲ καὶ ἔγχος δεινόν, ἀμαιμάκετον· τὸ μὲν οὐ κέ τις ἄλλος ὑπέστη ἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ἡρακλῆα

τῆλε παρέξ, ὅ κεν οἶος ἐναντίβιον πτολέμιξεν. τῷ δὲ καὶ ὠκυπόδων ἵππων εὐπηγέα δίφρον 1235 ἔσχε πέλας Φαέθων ἐπιβήμεναι· ἀν δὲ καὶ αὐτὸς βήσατο, φυτῆρας δὲ χεροῖν ἔχεν. ἐκ δὲ πόληος ἤλασεν εὐρεῖαν κατ' ἀμαξιτόν, ὥς κεν ἀέθλῳ παρσταίη· συν δέ σφιν ἀπείριτος ἔσσυτο λαός. οἷος δ ̓ Ἴσθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα 1240 ἅρμασιν ἐμβεβαώς, ἢ Ταίναρον, ἢ ὅγε Λέρνης ὕδωρ, ἠὲ κατ ̓ ἄλσος Ὑαντίου Ογχηστοῖο,

καί τε Καλαύρειαν μετα δῆθ ̓ ἅμα νείσεται ἵπποις, πέτρην θ' Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν· τοῖος ἀρ Αιήτης Κόλχων ἀγὸς ἦεν ιδέσθαι. 1245 τόφρα δὲ Μηδείης υποθημοσύνησιν Ἰήσων φάρμακα μυδήνας ἠμὲν σάκος ἀμφεπάλυνεν ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος· ἀμφὶ δ ̓ ἑταῖροι πείρησαν τευχέων βεβιημένοι, οὐ δὲ δύναντο κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλ' αὕτως 1250 ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμησιν.

αὐτὰρ ὃ τοῖς ἄμοτον κοτέων Αφαρήιος Ἴδας
κόψε παρ' οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δ ̓ ἀκωκὴ
ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές· οἳ δ ̓ ὁμάδησαν
γηθόσυνοι ἥρωες ἐπ ̓ ἐλπωρῇσιν ἀθλου.

1255 καὶ δ ̓ αὐτὸς μετέπειτα παλύνετο· δῦ δέ μιν ἀλκὴ

σμερδαλέη ἄφατός τε καὶ ἄτρομος· αἳ δ ̓ ἑκάτερθεν

χεῖρες ἐπερρώσαντο περι σθένει σφριγόωσαι. ὡς δ ̓ ὅτ' ἀρήιος ἵππος ἐελδόμενος πολέμοιο σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ύπερθεν 1260 κυδιόων όρθοῖσιν ἐπ ̓ οὔασιν αὐχέν' ἀείρει· τοῖος ἂρ Αισονίδης ἐπαγαίετο κάρτεϊ γυίων. πολλὰ δ ̓ ἂρ ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν, ἀσπίδα χαλκείην μελίην τ ̓ ἐν χερσὶ τινάσσων. φαίης κεν ζοφεροῖο κατ' αιθέρος ἀίσσουσαν 1265 χειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαι ἐκ νεφέων, ὅτ' ἔπειτα μελάντατον ὄμβρον ἄγωνται. καὶ τότ ̓ ἔπειτ ̓ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων μέλλον· ἀτὰρ κληῖσιν ἐπισχερὼ ίδρυνθέντες ῥίμφα μάλ' ἐς πεδίον τὸ ̓Αρήιον ἠπείγοντο. 1270 τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρησεν, ὅσσον τ ̓ ἐκ βαλβίδος ἐπήβολος ἅρματι νύσσα γίνεται, ὁππότ ̓ ἄεθλα καταφθιμένοιο ἄνακτος κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται.

τέτμον δ' Αιήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων, 1275 τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν, τὸν δ ̓ αὐτοῦ παρα χεῖλος ἑλισσόμενον ποταμοῖο.

Αισονίδης δ ̓, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι, δή ῥα τότε ξυν δουρὶ καὶ ἀσπίδι βαῖν ̓ ἐς ἄεθλον, νηὸς ἀποπροθορών· ἄμυδις δ ̓ ἕλε παμφανόωσαν 1280 χαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων

καὶ ξίφος ἀμφ ̓ ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν ̓́Αρει εἴκελος, ἄλλα δέ που χρυσάορι Απόλλωνι. παπτήνας δ' ανα νειὸν ἴδε ζυγὰ χάλκεα ταύρων

αὐτόγυον τ' ἐπι τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον, 1285 χρίμψε δ ̓ ἔπειτα κιών, παρα δ ̓ ὄβριμον ἔγχος ἔπηξεν ὀρθὸν ἐπ ̓ οὐριάχῳ, κυνέην δ ̓ ἀποκάτθετ ̓ ἐρείσας. βῇ δ ̓ αὐτῇ προτέρωσε συν ἀσπίδι νήριτα ταύρων ἴχνια μαστεύων· οἳ δ ̓ ἔκποθεν ἀφράστοιο

κευθμώνος χθονίου, ἵνα τέ σφισιν ἔσκε βόαυλα 1290 καρτερά, λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ,

ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες. ἔδδεισαν δ ̓ ἥρωες, ὅπως ἴδον. αὐτὰρ ὃ τούσε, εὖ διαβάς, ἐπιόντας, ἅτε σπιλὰς εἶν ἁλὶ πέτρη μίμνει ἀπειρεσίησι δονεύμενα κύματ ̓ ἀέλλαις. 1295 πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον· οἳ δέ μιν ἄμφω μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν, οὐ δ ̓ ἄρα μιν τυτθόν περ ἀνώχλισαν αντιόωντες. ὡς δ ̓ ὅτ ̓ ἐνι τρητοῖσιν εύρρινοι χοάνοισιν φῦσαι χαλκήων ὁτὲ μέν τ' ἀναμαρμαίρουσιν, 1300 πῦρ ὀλοὸν πιμπρᾶσαι, ὅτ' αὖ λήγουσιν αυτμῆς, δεινὸς δ ̓ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότ' ἀίξῃ νειόθεν· ὡς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες ἐκ στομάτων ὁμάδευν, τὸν δ ̓ ἄμφεπε δήιον αἶθος βάλλον ἅτε στεροπή· κούρης δέ ἑ φάρμακ' ἔρυτο. 1305 και φ' ὅγε δεξιτεροῖο βοὺς κέρας ἄκρον έρύσσας εἷλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πελάσσῃ ζεύγλῃ χαλκείῃ, τὸν δ ̓ ἐν χθονὶ κάββαλεν ὀκλάξ, ῥίμφα ποδι κρούσας πόδα χάλκεον. ὡς δὲ καὶ ἄλλον σφῆλε γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ. 1310 εὐρὺ δ ̓ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας

γούνασιν ἐν προτέροισι, δια φλογὸς εἶπαρ ἐλυσθείς. θαύμασε δ' Αιήτης σθένος ἀνέρος. οἳ δ ̓ ἄρα τείως Τυνδαρίδαι — δὴ γάρ σφι πάλαι προπεφρασμένον

ξεν

1315 ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι. αὐτὰρ ὃ εὖ ἐνέδησε λόφοις· μεσσηγὺ δ ̓ ἀείρας χάλκεον ἱστοβοῆα, τοῇ συνάρασσε κορώνη ζεύγληθεν. καὶ τῷ μὲν ὑπεκ πυρὸς ἂψ ἐπι νῆα χαζέσθην. ὃ δ ̓ ἂρ αὖτις ἑλῶν σάκος ἔνθετο νώτῳ

4

1320 ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων πήληκα βριαρὴν δόρυ τ' ἄσχετον, ᾧ ῥ ̓ ὑπο μέσσας ἐργατίνης ὡς τίς τε Πελασγίδι νύσσεν ἀκαίνῃ οὐτάζων λαγόνας· μάλα δ ̓ ἔμπεδον εὖ ἀραρυίαν τυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην. 1325 οἳ δ ̓ εἴως μὲν δὴ περιώσια θυμαίνεσκον, λάβρον ἐπιπνείοντε πυρὸς σέλας· ώρτο δ' ἀντμὴ ἠύτε βυκτάων ἀνέμων βρόμος, οὥστε μάλιστα δειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο. δηρὸν δ ̓ οὐ μετέπειτα κελευόμενοι ὑπο δουρί 1330 ἤισαν· ὀκρυόεσσα δ ̓ ἐρείκετο νειὸς ὀπίσσω, σχιζομένη ταύρων τε βίῃ κρατερῷ τ' ἀροτῆρι. δεινὸν δ ̓ ἐσμαράγουν ἄμυδις κατα ώλκας ἀρότρου βώλακες ἀγνύμεναι ἀνδραχθέες· εἵπετο δ ̓ αὐτὸς λαιὸν ἐπι στιβαρῷ πιέσας ποδί· τῆλε δ ̓ ἑοῖο 1335 βάλλεν ἀρηρομένην αἰεὶ κατα βώλον ὀδόντας ἐντροπαλιζόμενος, μή οἱ πάρος ἀντιάσειεν γηγενέων ἀνδρῶν ὀλοὺς στάχυς· οἳ δ ̓ ἂρ ἐπιπρὸ χαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο. ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιο 1340 λείπεται ἐξ ἠους, καλέουσι δὲ κεκμηῶτες ἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι, τῆμος ἀρήροτο νειὸς ὑπ' ἀκαμάτῳ ἀροτῆρι, τετράγυός περ ἐοῦσα· βοῶν τ' ἀπελύετ ̓ ἄροτρα. καὶ τοὺς μὲν πεδίον δὲ διεπτοίησε φέβεσθαι· 1345 αὐτὰρ ὃ ἂψ ἐπι νῆα πάλιν κίεν, ὄφρ ̓ ἔτι κεινὰς γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δ ̓ ἑταῖροι θάρσυνον μύθοισιν. ὃ δ ̓ ἐκ ποταμοῖο φοάων αὐτῇ ἀφυσσάμενος κυνέῃ, σβέσεν ὕδατι δίψαν· γνάμψε δὲ γούνατ' ἐλαφρά, μέγαν δ ̓ ἐμπλήσατο θυμὸν

1350 ἀλκῆς, μαιμώων συν εἴκελος, ὅς ῥά τ ̓ ὀδόντας

θήγει θηρευτῇσιν ἐπ' ἀνδράσιν, ἀμφὶ δὲ πολλὸς ἀφρὸς ἀπὸ στόματος χαμάδις ῥέε χωομένοιο. οἳ δ ̓ ἤδη κατα πᾶσαν ἀνασταχύεσκον ἄρουραν γηγενέες· φρίξεν δὲ περι στιβαροῖς σακέεσσιν 1355 δούρασί τ' ἀμφιγύοις κορύνεσσίτε λαμπομένῃσιν "Αρηος τέμενος φθισιμβρότου· ἵκετο δ' αἴγλη νειόθεν οὔλυμπον δὲ δι' ἠέρος ἀστράπτουσα. ὡς δ ̓ ὁπότ' ἐς γαῖαν πολέος νιφετοῖο πεσόντος ἂψ ἀπὸ χειμερίας νεφέλας ἐκέδασσαν ἀῆται 1360 λυγαίῃ ὑπο νυκτί, τὰ δ ̓ ἀθρόα πάντα φαάνθη τείρεα λαμπετόωντα δια κνέφας· ὡς ἄρα τοίγε λάμπον ἀναλδήσκοντες ὑπερ χθονός. αὐτὰς Ἰήσων μνήσατο Μηδείης πολυκερδέος ἐννεσιάων, λάζετο δ ̓ ἐκ πεδίοιο μέγαν περιηγέα πέτρον, 1365 δεινὸν Ενυαλίου σόλον "Αρεος· οὐ κέ μιν ἄνδρες αἰζηοὶ πίστες γαίης ἄπο τυτθὸν ἄειραν. [σοις τόν ῥ ̓ ἀνα χεῖρα λαβὼν μάλα τηλόθεν ἔμβαλε μέσ ἀίξας· αὐτὸς δ ̓ ὑφ ̓ ἑὸν σάκος ἕζετο λάθρῃ θαρσαλέως. Κόλχοι δὲ μέγ' ἴαχον, ὡς ὅτε πόντος 1370 ἴαχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσιν·

τὸν δ ̓ ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο, Αἰήτην. οἳ δ ̓ ὥστε νοοὶ κύνες ἀμφιθορόντες ἀλλήλους βρυχηδὸν ἐδήιον· οἳ δ ̓ ἐπι γαῖαν μητέρα πῖπτον ἑοῖς ὑπο δούρασιν ἠύτε πεῦκαι 1375 ἢ δρύες, ὥστ ̓ ἀνέμοιο κατάικες δονέουσιν.

οἷος δ ̓ οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστὴρ ὁλκὸν ὑπαυγάζων, τέρας ἀνδράσιν, οἵ μιν ίδωνται μαρμαρυγῇ σκοτίοιο δι' ἠέρος ἀίξαντα·

τοῖος ἂρ Αίσονος υἱὸς ἐπέσσυτο γηγενέεσσιν· 1380 γυμνὸν δ ̓ ἐκ κολεοῖο φέρεν ξίφος, οὗτα δὲ μίγδην ἀμώων, πολέας μὲν ἔτ ̓ ἐς νηδύν λαγόνας τε ἡμίσεας ἀνέχοντας ἐς ἠέρα, τοὺς δὲ καὶ ἄχρις

« IndietroContinua »