Immagini della pagina
PDF
ePub

1

ἐμφέρεται δίναις, ἅτε μυρία χεῦε πάροιθεν, ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν, οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς, χωόμενος περι παιδί, τὸν ἐν λιπαρῇ Μακερείῃ 615 δια Κορωνίς ἔτικτεν ἐπι προχοῇς Αμύροιο. καὶ τὰ μὲν ὡς κείνοισι μετ' ἀνδράσι κεκλήισται. τοὺς δ ̓ οὔτε βρώμης ᾕρει πόθος, οὐ δὲ ποτοῖο, οὔτ ̓ ἐπι γηθοσύνας τράπετο νόος. ἀλλ ̓ ἄρα τοίγε ἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύνοντες 620 ὀδμῇ λευγαλέῃ, τήν ῥ ̓ ἄσχετον ἐξανίεσκον τυφομένου Φαέθοντος ἐπιρροαὶ Ηριδανοῖο· νύκτας δ' αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον Ἡλιάδων λιγέως· τὰ δὲ δάκρυα μυρομένησιν οἷον ἐλαιηραὶ στάνες ὕδασιν ἐμφορέοντο.

625

ἐκ δὲ τόθεν Ῥοδανοῖο βαθὺν ῥόον εἰσαπέβησαν, ὅστ ̓ εἰς Ηριδανὸν μετανείσεται· ἄμμιγα δ ̓ ὕδωρ ἐν ξυνοχῇ βέβρυχε κυκώμενον. αὐτὰρ ὃ γαίης ἐκ μυχάτης, ἵνα τ' εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός, ἔνθεν ἀπορνύμενος τῇ μέν τ' ἐπερεύγεται ἀκτὰς 630 ὠκεανοῦ, τῇ δ ̓ αὖτε μετ' Ἰονίην ἅλα βάλλει, τῇ δ ̓ ἐπι Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπον ἑπτὰ δια στομάτων ἵει ῥόον. ἐκ δ ̓ ἄρα τοῖο λίμνας εισέλασαν δυςχείμονας, αἵτ' ἀνα Κελτῶν ἤπειρον πέπτανται ἀθέσφατον· ἔνθά κεν οἴγε 635 ἄτῃ ἀεικελίῃ πέλασαν. φέρε γάρ τις ἀπορρωξ κόλπον ἐς ὠκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλον εἰςβαλέειν, τόθεν οὔ κεν ὑπότροποι εξεσάωθεν. ἀλλ ̓ Ἥρη σκοπέλοιο καθ ̓ Ἑρκυνίου ἰάχησεν οὐρανόθεν προθοροῦσα· φόβῳ δ ̓ ἐτίναχθεν ἀυτῆς 640 πάντες ὁμῶς· δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αιθήρ. ἂψ δὲ παλιντροπόωντο θεᾶς ὅπο, καί ῥ ̓ ἐνόησαν τὴν οἶμον, τῇ πέρ τε καὶ ἔπλετο νόστος ἰοῦσιν.

δηναιοὶ δ ̓ ἀκτὰς ἁλιμυρέας είσαφίκοντο Ἥρης ἐννεσίῃσι, δι ἔθνεα μυρία Κελτῶν 645 και Λιγύων περόωντες ἀδήιοι. ἀμφὶ γὰρ αἰνὴν ἠέρα χεῦε θεὰ πάντ' ἤματα νεισομένοισιν. μεσσότατον δ ̓ ἄρα τοίγε δια στόμα νηὶ βαλόντες Στοιχάδας εἰσαπέβαν νήσους σόοι εἵνεκα κούρων Ζηνός· ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται 650 ἔμπεδον· οὐ δ ̓ οἶον κείνης ἐπίκουροι ἕποντο ναυτιλίης, Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας. Στοιχάδας αὖτε λιπόντες ἐς Αιθαλίην ἐπέρησαν νῆσον, ἵνα ψηφίσιν ἀπωμόρξαντο καμόντες ἱδρῶ ἅλις· χροιῇ δὲ κατ' αἰγιαλοῖο κέχονται 655 είκελαι· ἐν δὲ σόλοι καὶ τρύχεα θέσκελα κείνων, ἐν δὲ λιμὴν ̓Αργῷος ἐπωνυμίην πεφάτισται.

καρπαλίμως δ ̓ ἐνθένδε διεξ ἁλος οίδμα νέοντο Αυσονίης ἀκτὰς Τυρσηνίδας εισορόωντες· ἕξον δ' Αιαίης λιμένα κλυτόν· ἐκ δ ̓ ἄρα νηὸς 660 πείσματ' ἐπ' ἠιόνων σχεδόθεν βάλον. ἔνθα δὲ Κίρκην εὗρον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν· τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐποίητο.

αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιο μύρεσθαι δόκεον: φλὸξ δ ̓ ἀθρόα φάρμακ ἔδαπτεν, 665 οἷσι πάρος ξείνους θέλγ ̓ ἀνέρας, ὅστις ἵκοιτο· τὴν δ ̓ αὐτὴ φονίῳ σβέσεν αἵματι παμφανόωσαν, χερσὶν ἀφυσσαμένη· λῆξεν δ ̓ ὀλοοῖο φόβοιο. τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν. στο πῆρες δ ̓ οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν,

οὐ δὲ μὲν οὐδ ̓ ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δ ̓ ἐπ' ἄλλων
συμμιγέες μελέων, κίον αθρόοι, ήύτε μῆλα
ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι.
τοίους καὶ προτέρης ἐξ ιλύος ἐβλάστησεν

675 χθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν, οὔπω διψαλές μάλ' ὑπ' ἠέρι πιληθεῖσα, οὐ δέ πω ἀζαλέοιο βολαῖς τόσον ήελίοιο. ἰκμάδας αἰνυμένη· τὰ δ ̓ ἐπι στίχας ἤγαγεν αἰών συγκρίνας· τως οἵγε φυὴν ἀίδηλοι ἕποντο. 680 ἥρωας δ ̓ ἕλε θάμβος ἀπείριτον· αἶψα δ ̓ ἕκαστος Κίρκης εἰς τε φύὴν εἰς τ' ὄμματα παπταίνοντες ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αιήταο.

ἡ δ ̓ ὅτε δὴ νυχίων ἀπο δείματα πέμψεν ὀνείρων, αὐτίκ ἔπειτ' ἄψορρον ἀπέστιχε· τοὺς δ ̓ ἅμ ̓ ἕπεσθαι, 685 χειρὶ καταρρέξασα, δολοφροσύνῃσιν ἄνωγεν. ἔνθ ̓ ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αισονίδαο μίμνεν ἀπηλεγέως· ὃ δ ̓ ἐρύσσατο Κολχίδα κούρην. ἄμφω δ ̓ ἑσπέσθην αὐτὴν ὁδόν, ἔςτ ̓ ἀφίκοντο Κίρκης ἐς μέγαρον· τοὺς δ ̓ ἐν λιπαροῖσι κέλευεν 690 ἥγε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων. τὰ δ ̓ ἄνεῳ καὶ ἄναυδοι ἐφ' ἑστίῃ ἀίξαντε ἵξανον, ἥτε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται, ἡ μὲν ἐπ' ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα, αὐτὰρ ὁ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας, 695 ᾧ πέρ τ' Αιήταο πάιν κτάνεν· οὐ δέ ποτ' ὄσσε ἰθὺς ἐνι βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δ ̓ ἔγνω Κίρκη φύξιον οἶτον ἀλιτροσύνας τε φόνοιο. τῶ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ικεσίοιο,

ὃς μέγα μὲν κοτέει, μέγα δ ̓ ἀνδροφόνοισιν ἀρήγει, 700 δέζε θυηπολίην, οἵῃ τ' ἀπολυμαίνονται νηληεῖς ἱκέται, ὅτ' ἐφέστιοι ἀντιόωσιν. πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιο τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοὶ πλήμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας

705 τέγγεν, ἐπιτμήγουσα δέρην· αὖτις δὲ καὶ ἄλλοις μείλισσεν χύτλοισι, καθάρσιον ἀγκαλέουσα

Ζῆνα, παλαμναίων τιμήορον ἱκεσιάων.

καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματ ̓ ἔνεικαν υγιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα. 710 ἡ δ ̓ εἴσω πελανοὺς μείλικτρά τε νηφαλίησιν καῖεν ἐπ ̓ εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο σμερδαλέας παύσειεν ἐρινύας, ἠδὲ καὶ αὐτὸς εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν, εἴτ ̓ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας, 715 εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν.

αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο, δὴ τότ' ἔπειτα εἶσεν ἐπι ξεστοῖσιν ἀναστήσασα θρόνοισιν, καὶ δ ̓ αὐτὴ πέλας ἷζεν ἐνωπαδίς. αἶψα δὲ μύθῳ χρειὼ ναυτιλίην τε διακριδὸν ἐξερέεινεν, 720 ἠδ ̓ ὁπόθεν μετα γαῖαν ἑὴν καὶ δώματ' ἰόντες αὕτως ἱδρύνθησαν ἐφέστιοι. ἡ γὰρ ὀνείρων μνῆστις ἀεικελίη δύνευ φρένας ὁρμαίνουσαν· ἵετο δ ̓ αὖ κούρης ἐμφύλιον ἴδμεναι ὀμφήν, αὐτίχ ̓ ὅπως ἐνόησεν ἀπ ̓ οὔδεος ὄσσε βαλοῦσαν. 725 πᾶσα γὰρ Ἠελίου γενεὴ ἀρίδηλος ἰδέσθαι ἦεν, ἐπεὶ βλεφάρων ἀποτηλόθι μαρμαρυγῇσιν οἷόν τε χρυσέην ἀντώπιον ἵεσαν αἴγλην. ἡ δ ̓ ἄρα τῇ τὰ ἕκαστα διειρομένη κατέλεξεν, Κολχίδα γήρυν ἱεῖσα, βαρύφρονος Αιήταο 730 κούρη μειλιχίως, ἠμὲν στόλον ἠδὲ κελεύθους ἡρώων, ὅσα τ' ἀμφι θοοῖς ἐμόγησαν ἀέθλοις, ὥς τε κασιγνήτης πολυκηδέος ἤλιτε βουλαίς, ὥς τ' ἀπονόσφιν ἄλυξεν ὑπέρβια δείματα πατρὸς συν παισὶν Φρίξοιο· φόνον δ ̓ ἀλέεινεν ἐνισπεῖν 735 Αψύρτου. τὴν δ ̓ οὔτι νόῳ λάθεν· ἀλλὰ καὶ ἔμπης μυρομένην ἐλέαιρεν, ἔπος δ ̓ ἐπὶ τοῖον ἔειπεν σχετλίη, ἦρα κακὸν καὶ ἀεικέα μήσαο νόστον. ἔλπομαι οὐκ ἐπι δήν σε βαρὺν χόλον Αιήταο

ἐκφυγέειν· τάχα δ ̓ εἶσι καὶ Ἑλλάδος ἤθεα γαίης 740 τισόμενος φόνον υἷος, ὅτ ̓ ἄσχετα ἔργα τέλεσσας. ἀλλ ̓ ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο, άλλο μὲν οὔτι κακὸν μητίσομαι ἐνθάδ' ἰούσῃ· ἔρχει δ ̓ ἐκ μεγάρων ξείνῳ συνοπηδὸς ἐοῦσα, ὅντινα τοῦτον ἄιστον ἀείραο πατρὸς ἄνευθεν· 745 μὴ δέ με γουνάσσηαι ἐφέστιος· οὐ γὰρ ἔγωγε αἰνήσω βουλάς τε σέθεν καὶ ἀεικέα φύξιν. ὡς φάτο· τὴν δ ̓ ἀμέγαρτον ἄχος λάβεν· ἀμφι δὲ

πέπλον

66

ὀφθαλμοῖσι βαλοῦσα γόον χέεν, ὄφρά μιν ἥρως χειρὸς ἐπισχόμενος μεγάρων ἐξῆγε θύραζε 750 δείματι παλλομένην· λεῖπον δ ̓ ἀπο δώματα Κίρκης. οὐ δ ̓ ἄλοχον Κρονίδαο Διὸς λάθον· ἀλλά οἱ Ίρις πέφραδεν, εὖτ ̓ ἐνόησεν ἀπὸ μεγάροιο κιόντας. αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν, ὁπότε νῆα στείχοιεν· τὸ καὶ αὖτις ἐποτρύνουσ ̓ ἀγόρευεν 755,Ἶρι φίλη, νῦν, εἴ ποτ ̓ ἐμὰς ἐτέλεσσας ἐφετμάς, εἰ δ ̓ ἄγε λαιψηρῇσι μετοιχομένη πτερύγεσσιν δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανιοῦσαν. κείνης γὰρ χρειώ με κιχάνεται. αὐτὰρ ἔπειτα ἐλθεῖν εἰς ἀκτάς, ὅθι τ' ἄκμονες Ηφαίστοιο 760 χάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν· εἰπὲ δὲ κοιμῆσαι φύσας πυρός, εἰσόκεν Αργὼ τάσγε παρεξελάσῃσιν. ἀτὰρ καὶ ἐς Αἴολον ἐλθεῖν, Αίολον, ὅστ ̓ ἀνέμοις αιθρηγενέεσσιν ἀνάσσει· καὶ δὲ τῷ εἰπέμεναι τὸν ἐμὸν νόον, ὥς κεν ἀήτας 765 πάντας ἀπολλήξειεν ὑπ' ἠέρι, μὴ δέ τις αὔρη τρηχύνοι πέλαγος· ζεφύρου γε μὲν οὖρος ἀήτω, ὄφρ' οἵν ̓ ̓Αλκινόου Φαιηκίδα νῆσον ἵκωνται.

66

ὡς ἔφατ'· αὐτίκα δ' Ἶρις ἀπ ̓ Οὐλύμποιο θοροῦσα τέμνε, τανυσσαμένη κούφα πτερά, δῦ δ ̓ ἐνι πόντῳ

« IndietroContinua »