Immagini della pagina
PDF
ePub

770 Αιγαίῳ, τόθι πέρ τε δόμοι Νηρῆος ἔασιν. πρώτην δ ̓ εἰσαφίκανε Θέτιν, καὶ ἐπέφραδε μῦθον Ἥρης ἐννεσίῃς, ώρσέν τέ μιν εἰς ὃ νέεσθαι. δεύτερα δ ̓ εἰς Ηφαιστον ἐβήσατο· παῦσε δὲ τόνγε ῥίμφα σιδηρείων τυπίδων· ἔσχοντο δ ̓ ἀυτμῆς 775 αιθαλέοι πρηστήρες. ἀτὰς τρίτον εἰσαφίκανεν Αίολον Ἱππότεω παῖδα κλυτόν. ὄφρα δὲ καὶ τῷ ἀγγελίην φαμένη θοὰ γούνατα παῦσεν ὁδοῖο, τόφρα Θέτις Νηρῆα κασιγνήτας τε λιποῦσα ἐξ ἁλὸς οὔλυμπον δὲ θεὸν μετεκίαθεν Ἥρην· 780 ἣ δέ μιν ἄσσον ἑοῖο παρεῖσέ τε, φαινέ τε μῦθον ,,κέκλυθι νῦν, Θέτι δῖα, τά τοι ἐπιέλδομ ̓ ἐνισπεῖν. οἶσθα μέν, ὅσσον ἐμῇσιν ἐνι φρεσὶ τίεται ἥρως Αισονίδης οἱ δ ̓ ἄλλοι ἀοσσητῆρες ἀθλου, οἵη τέ σφ ̓ ἐσάωσα δια πλαγκτὰς περόωντας 785 πέτρας, ἔνθα πάρος δειναὶ βρομέουσι θύελλαι, κύματά τε σκληρῇσι περιβλύει σπιλάδεσσιν. νῦν δὲ παρα Σκύλλης σκόπελον μέγαν ἠδὲ Χάρυβδιν δεινὸν ἐρευγομένην δέχεται ὁδός. ἀλλά σε γὰρ δὴ ἐξέτι νηπυτίης αὐτὴ τρέφον ἠδ ̓ ἀγάπησα 790 ἔξοχον ἀλλάων, αἵτ ̓ εἰν ἁλι ναιετάουσιν, οὕνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιο λέξασθαι. κείνῳ γὰρ ἀεὶ τάδε ἔργα μέμηλεν, ἠὲ συν ἀθανάταις ἠὲ θνητῇσιν ἰαύειν. ἀλλ ̓ ἐμέ τ' αἰδομένη καὶ ἐνι φρεσὶ δειμαίνουσα 795 ἠλεύω· ὃ δ ̓ ἔπειτα πελώριον ὅρκον ὄμοσσεν, μήποτέ σ' ἀθανάτοιο θεοῦ καλέεσθαι ἄκοιτιν. ἔμπης δ ̓ οὐ μεθίεσκεν ἐπιπτεύων ἀέκουσαν, εἰσότε οἱ πρέσβειρα Θέμις κατέλεξεν ἅπαντα, ὡς δή τοι πέπρωται ἀμείνονα πατρὸς ἑοῖο 800 παῖδα τεκεῖν· τῶ καί σε λιλαιόμενος μεθέηκεν, δείματι, μή τις ἑοῦ ἀντάξιος ἄλλος ἀνάσσοι

ἀθανάτων, ἀλλ ̓ αἰὲν ἑὸν κράτος ειρύοιτο. αὐτὰρ ἐγὼ τὸν ἄριστον ἐπιχθονίων πόσιν εἶναι δῶκά τοι, ὄφρα γάμου θυμηδέος ἀντιάσειας, 805 τέκνα τε φιτύσαιο· θεοὺς δ ̓ εἰς δαῖτα κάλεσσα πάντας ὁμῶς· αὐτὴ δὲ σέλας χείρεσσιν ἀνέσχον νυμφίδιον, κείνης ἀγανόφρονος εἵνεκα τιμῆς. ἀλλ ̓ ἄγε καί τινά τοι νημερτέα μῦθον ἐνίψω. εὖτ ̓ ἂν ἐς Ἠλύσιον πεδίον τεὸς υἱὸς ἵκηται, 810 ὃν δὴ νῦν Χείρωνος ἐν ἤθεσι Κενταύροιο νηιάδες κομέουσι, τεοῦ λίπτοντα γάλακτος, χρειώ μιν κούρης πόσιν ἔμμεναι Αιήταο Μηδείης· σὺ δ ̓ ἄρηγε νυῷ ἑκυρή περ ἐοῦσα, ἠδ ̓ αὐτῷ Πηλῆι. τί τοι χόλος ἐστήρικται; 815 ἀάσθη. καὶ γάρ τε θεοὺς ἐπινείσεται ἄτη. ναὶ μὲν ἐφημοσύνῃσιν ἐμοῖς Ηφαιστον δίω λωφήσειν πρήσοντα πυρὸς μένος, Ἱπποτάδην δὲ Αίολον ὠκείας ἀνέμων ἄικας ἐρύξειν,

νόσφιν ἐυσταθέος ζεφύρου, τείως κεν ἵκωνται 820 Φαιήκων λιμένας· σὺ δ ̓ ἀκηδέα μήδεο νόστον. δεῖμα δέ τοι πέτραι καὶ ὑπέρβια κύματ ̓ ἔασιν μοῦνον, ἅ κεν τρέψαιο κασιγνήτησι συν ἄλλαις. μὴ δὲ σύγ' ἠὲ Χάρυβδιν ἀμηχανέοντας ἐάσῃς ἐςβαλέειν, μὴ πάντας ἀναβρόξασα φέρῃσιν, 825 ἠὲ παρα Σκύλλης στυγερὸν κευθμῶνα νέεσθαι, Σκύλλης Αυσονίης ὀλοόφρονος, ἣν τέκε Φόρκῳ νυκτιπόλος Εκάτη, τήντε κλείουσι Κράταιιν, μήπως σμερδαλέησιν ἐπαΐξασα γένυσσιν λεκτοὺς ἡρώων δηλήσεται. ἀλλ' ἔχε νῆα

830 κεῖσ ̓, ὅθι περ τυτθή γε παραίβασις ἔσσετ ̓ ὀλέθρου, ὡς φάτο· τὴν δὲ Θέτις τοίῳ προσελέξατο μύθῳ „,εἰ μὲν δὴ μαλεροῖο πυρὸς μένος ἠδὲ θύελλαι ζαχρηεῖς λήξουσιν ἐτήτυμον, ἦ τ' ἂν ἔγωγε

66

θαρσαλέη φαίην καὶ κύματος ἀντιόωντος 835 νῆα σαωσέμεναι, ζεφύρου λίγα κινημένοιο. ἀλλ ̓ ὥρη δολιχήν τε καὶ ἄσπετον οἶμον ὁδεύειν, ὄφρα κασιγνήτας μετελεύσομαι, αν μοι ἀρωγοί ἔσσονται, καὶ νηὸς ὅτι πρυμνήσι ̓ ἀνῆπται, ὥς κεν ὑπήροι μνησαίατο νόστον ἑλέσθαι. 840 ἦ καὶ ἀναΐξασα κατ' αιθέρος ἔμπεσε δίναις κυανέου πόντοιο· κάλει δ ̓ ἐπαμυνέμεν ἄλλας αὐτοκασιγνήτας Νηρηίδας· αἳ δ ̓ ἀίουσαι ἤντεον ἀλλήλῃσι· Θέτις δ ̓ ἀγόρευεν ἐφετμὰς Ηρης· αἶψα δ ̓ ἴαλλε μετ' Αυσονίην ἅλα πάσας. 845 αὐτὴ δ ̓ ὠκυτέρη ἀμαρύγματος ἠὲ βολάων ἠελίου, ὅτ' ἄνεισι περαίης ὑψόθι γαίης, σεύατ ̓ ἔμεν λαιψηρὰ δι ̓ ὕδατος, ἔςτ ̓ ἀφίκανεν ἀκτὴν Αἰαίην Τυρσηνίδος ἠπείροιο.

τοὺς δ ̓ εὗρεν παρα νηὶ σόλῳ ῥιπῇσί τ ̓ ὀιστῶν 850 τερπομένους· ἡ δ ̓ ἄσσον ὀρεξαμένη χερὸς ἄκρης Αιακίδεω Πηλῆος· ὃ γάρ ῥά οἱ ἦεν ἀκοίτης

οὐ δέ τις εἰσιδέειν δύνατ ̓ ἔμπεδον· ἀλλ ̓ ἄρα τῷγε οἴῳ ἐν ὀφθαλμοῖσιν ἐείσατο, φώνησέν τε ,,μηκέτι νῦν ἀκταῖς Τυρσηνίσιν ἡσθε μένοντες 855 ἠώθεν δὲ τοῆς πρυμνήσια λύετε νηός, Ἥρῃ πειθόμενοι ἐπαρηγόνι. τῆς γὰρ ἐφετμῇς πασουδίῃ κουραι Νηρηίδες αντιόωσιν

νῆα διεκ πέτρας, αἵτε Πλαγκταὶ καλέονται, φυσόμεναι. κείνη γὰρ ἐναίσιμος ὔμμι κέλευθος. 860 ἀλλὰ σὺ μήτῳ ἐμὸν δείξῃς δέμας, εὖτ ̓ ἂν ἴδηαι ἀντομένην συν τῇσι· νόῳ δ ̓ ἔχε, μή με χολώσης πλεῖον ἔτ', ἢ τὸ πάροιθεν ἀπηλεγέως ἐχόλωσας.

66

ἦ, καὶ ἔπειτ ̓ ἀίδηλος ἐδύσατο βένθεα πόντου· τὸν δ ̓ ἄχος αἰνὸν ἔτυψεν, ἐπεὶ πάρος οὐκέτ ̓ ἰοῦσαν 865 ἔδρακεν, ἐξότε πρῶτα λίπεν θάλαμόν τε καὶ εὐνὴν

χωσαμένη ̓Αχιλῆος ἀγαυοῦ νηπιάχοντος. ἡ μὲν γὰρ βροτέας αἰεὶ περι σάρκας ἔδαιεν νύκτα δια μέσσην φλογμῷ πυρός· ἤματα δ ̓ αὖτε ἀμβροσίῃ χρίεσκε τέρεν δέμας, ὄφρα πέλοιτο 870 ἀθάνατος, καί οἱ στυγερὸν χροϊ γῆρας ἀλάλκοι. αὐτὰρ ὅγ ̓ ἐξ εὐνῆς ἀναπάλμενος εἰσενόησεν παῖδα φίλον σπαίροντα δια φλογός, ἧκε δ ̓ ἀυτὴν σμερδαλέην ἐσιδών, μέγα νήπιος· ἡ δ ̓ ἀίουσα τὸν μὲν ἂρ ἁρπάγδην χαμάδις βάλε κεκληγῶτα, 875 αὐτὴ δὲ πνοιῇ ικέλη δέμας, ἠύτ ̓ ὄνειρος,

βῆ ῥ ̓ ἴμεν ἐκ μεγάροιο θοῶς, καὶ ἐσήλατο πόντον χωσαμένη· μετὰ δ ̓ οὔτι παλίσσυτος ἵκετ ̓ ὀπίσσω. τῷ μὲν ἀμηχανίη δῆσεν φρένας· ἀλλὰ καὶ ἔμπης πᾶσαν ἐφημοσύνην Θέτιδος μετέειπεν ἐταίροις. 880 οἳ δ ̓ ἄρα μεσσηγὺς λῆξαν καὶ ἔπαυσαν ἀθλους ἐσσυμένως, δόρπον τε χαμεύνας τ ̓ ἀμφεπένοντο, τῆς ἔνι δαισάμενοι νύκτ ̓ ἄεσαν, ὡς τὸ πάροιθεν. ἦμος δ ̓ ἄκρον ἔβαλλε φαεσφόρος οὐρανὸν Ηώς, δὴ τότε λαιψηροῖο κατηλυσίῃ ζεφύροιο

885 βαῖνον ἐπι κληῖδας ἀπο χθονός· ἐκ δὲ βυθοῖο εὐναίας εἷλκον περιγηθέες, ἄλλά τε πάντα ἅρμενα μηρύοντο κατα χρέος· ὕψι δὲ λαῖφος εἴρυσσαν τανύσαντες ἐν ἱμάντεσσι κεραίης. νῆα δ' ἐυκραὴς ἄνεμος φέρεν. αἶψα δὲ νῆσον 890 καλὴν ἀνθεμόεσσαν ἐσέδρακον, ἔνθα λίγειαι Σειρῆνες σίνοντ ̓ Αχελωίδες, ἡδείησιν

θέλγουσαι μολπῇσιν, ὅτις παρα πείσμα βάλοιτο. τὰς μὲν ἂρ εὐειδὴς Αχελωίῳ εὐνηθεῖσα γείνατο Τερψιχόρη, Μουσέων μία· καί ποτε Δηούς 895 θυγατέρ' ιφθίμην ἀδμῆτ ̓ ἔτι πορσαίνεσκον ἄμμιγα μελπόμεναι· τότε δ ̓ ἄλλο μὲν οιωνοῖσιν, ἄλλο δ' παρθενικῇς ἐναλίγκιαι ἔσκον ἰδέσθαι.

αἰεὶ δ ̓ εὐόρμου δεδοκημέναι ἐκ περιωπῆς ἦ θαμὰ δὴ πολέων μελιηδέα νόστον ἕλοντο, 900 τηκεδόνι φθινύθουσαι· ἀπηλεγέως δ ̓ ἄρα καὶ τοῖς ἵεσαν ἐκ στομάτων ὄπα λείριον. οἳ δ ̓ ἀπὸ νηὸς ἤδη πείσματ ̓ ἔμελλεν ἐπ ̓ ἠιόνεσσι βαλέσθαι, εἰ μὴ ἂρ Οἰάγροιο πάις Θρηίκιος Ὀρφεὺς Βιστονίην ἐνι χερσὶν ἑαῖς φόρμιγγα τανύσσας 905 κραιπνὸν ἐυτροχάλοιο μέλος κανάχησεν ἀοιδῆς, ὄφρ ̓ ἄμυδις κλονέοντος ἐπιβρομέωνται ἀκουαὶ κρεγμῷ· παρθενίην δ ̓ ἐνοπὴν ἐβιήσατο φόρμιγξ. νῆα δ ̓ ὁμοῦ ζέφυρός τε καὶ ἠχῆεν φέρε κῦμα πρυμνόθεν ὀρνύμενον· ταὶ δ ̓ ἄκριτον ἵεσαν αὐδήν. 910 ἀλλὰ καὶ ὡς Τελέοντος ἐὺς πάις, οἷος ἑταίρων προφθάμενος, ξεστοῖο κατα ζυγοῦ ἔνθορε πόντῳ Βούτης, Σειρήνων λιγυρῇ ἐπὶ θυμὸν ἰανθείς· νῆχε δὲ πορφυρέοιο δι' οἴδματος, ὄφρ ̓ ἐπιβαίη, σχέτλιος. ἦ τέ οἱ αἶψα κατ ̓ αὐτόθι νόστον ἀπηύρων. 915 ἀλλά μιν οἰκτείρασα θεὰ Ἔρυκος μεδέουσα

[ocr errors]

Κύπρις ἔτ ̓ ἐν δίναις ἀνερέψατο, καί δ ̓ ἐσάωσεν πρόφρων ἀντομένη Λιλυβηίδα ναιέμεν ἄκρην. οἳ δ ̓ ἄχει σχόμενοι τὰς μὲν λίπον, ἄλλα δ ̓ ὄπαζον κύντερα μιξοδίῃσιν ἁλος ῥαιστήρια νηῶν. 920 τῇ μὲν γὰρ Σκύλλης λισσὴ προυφαίνετο πέτρη τῇ δ ̓ ἄμοτον βοάασκεν ἀναβλύζουσα Χάρυβδις· ἄλλοθι δὲ Πλαγκταὶ μεγάλῳ ὑπο κύματι πέτραι ῥόχθεον, ᾗχι πάροιθεν ἀπέπτυεν αιθομένη φλοξ ἄκρων ἐκ σκοπέλων, περιθαλπέος ὑψόθι πέτρης. 925 καπνῷ δ ̓ ἀχλυόεις αἰθὴρ πέλεν· οὐ δέ κεν αὐγὰς ἔδρακες ἠελίοιο. τότ' αὖ λήξαντος ἀπ ̓ ἔργων Ηφαίστου θερμὴν ἔτι κήκιε πόντος αυτμήν. ἔνθά σφιν κουραι Νηρηίδες ἄλλοθεν ἄλλαι ἤντεον· ἡ δ ̓ ἔπιθεν πτερύγος θίγε πηδαλίοιο

« IndietroContinua »