Immagini della pagina
PDF
ePub

1090 πατρὸς ἀτασθαλίῃσι· νέον γε μέν, οὐ δ ̓ ἀπο τηλοῦ, ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα

πῆξε θυγατρὸς ἑῆς· στονόεντι δὲ κάρφεται οἴτῳ ὀρφναίῃ ἐνι χαλκὸν ἀλετρεύουσα καλιῇ.

66

ὡς ἔφατ' ἀντομένη· τοῦ δὲ φρένες ἰαίνοντο 1095 ἧς ἀλόχου μύθοισιν, ἔπος δ ̓ ἐπὶ τοῖον ἔειπεν Αρήτη, καί κεν συν τεύχεσιν ἐξελάσαιμι Κόλχους, ηρώεσσι φέρων χάριν, εἵνεκα κούρης. ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι. οὐ δὲ μὲν Αιήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις, 1100 λώιον· οὐ γάρ τις βασιλεύτερος Αιήταο.

καί κ' ἐθέλων, ἕκαθέν περ, ἐφ ̓ Ἑλλάδι νεῖκος ἄγοιτο. τῶ μ' ἐπέοικε δίκην, ἥτις μετα πᾶσιν ἀρίστη ἔσσεται ἀνθρώποισι, δικαζέμεν· οὐ δέ σε κεύσω. παρθενικὴν μὲν ἐοῦσαν, ἑῷ ἀπο πατρὶ κομίσσαι 1105 ιθύνω· λέκτρον δὲ συν ἀνέρι πορσαίνουσαν

οὔ

μιν ἑοῦ πόσιος νοσφίσσομαι· οὐ δέ, γενέθλην εἴ τιν ὑπο σπλάγχνοισι φέρει, δῄοισιν ὀπάσσω.

[ocr errors]

66

ὡς ἂρ ἔφη· καὶ τὸν μὲν ἐπισχεδὸν εὔνασεν ὕπνος. ἣ δ ̓ ἔπος ἐν θυμῷ πυκινὸν βάλετ'· αὐτίκα δ' ώρτο 1110 ἐκ λεχέων ἀνα δῶμα· συνήιξαν δὲ γυναῖκες ἀμφίπολοι, δέσποιναν ἑὴν μεταποιπνύουσαι. σίγα δ ̓ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν, ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι Αισονίδην κούρῃ, μὴ δ' Αλκίνοον βασιλῆα 1115 λίσσεσθαι· τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει, παρθενικὴν μὲν ἐοῦσαν, ἑοῦ ποτι δώματα πατρὸς ἐκδώσειν· λέκτρον δὲ συν ἀνέρι πορσαίνουσαν οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος.

ὡς ἂρ ἔφη· τὸν δ' αἶψα πόδες φέρον ἐκ μεγάροιο, 1120 ώς κεν Ἰήσουι μῦθον ἐναίσιμον ἀγγείλειεν Αρήτης, βουλάς τε θεουδέος Αλκινόοιο.

τοὺς δ ̓ εὗρεν παρα νηὶ συν ἔντεσιν ἐγρήσσοντας Ὑλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος· ἐκ δ ̓ ἄρα πᾶσαν πέφρασεν ἀγγελίην· γήθησε δὲ θυμὸς ἑκάστου 1125 ἡρώων· μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν. αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν ἡ θέμις, εὐαγέως ἐπιβώμια μῆλ ̓ ἐρύσαντες, αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴν ἄντρῳ ἐν ἠγαθέω, τόθι δή ποτε Μάκρις έναιεν, 1130 κούρη Αρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων ἔργα πολυκμήτοιό τ' ἀνεύρατο παρ ἐλαίης. κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἱα Εὐβοίης ἔντοσθεν ̓Αβαντίδος ᾧ ἐνι κόλπῳ δέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν, 1135 εὐτέ μιν Ερμείας φέρεν ἐκ πυρός· ἔδρακε δ' Ἥρη, καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου.

ἡ δ ̓ ἄρα Φαιήκων ἱερῷ ἐνι τηλόθεν ἄντρῳ νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν. ἔνθα τότ' ἐστόρεσαν λέκτρον μέγα· τοῖς δ ̓ ὕπερθεν 1140 χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο τιμήεις τε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιν νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνι ποικίλα κόλποις ἐςφόρεον· πάσας δὲ πυρὸς ὡς ἄμφεπεν αἴγλη· τοῖον ἀπο χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος. 1145 δαῖε δ ̓ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον· ἔσχε δ' ἑκάστην

αἰδὼς ἱεμένην περ ὅμως ἐπι χεῖρα βαλέσθαι.
αἳ μέν τ' Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες
αἳ δ ̓ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο
αἳ δ ̓ ἔσαν ἐκ πεδίων ἀλσηίδες. ώρσε γὰρ αὐτὴ
1150 Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα.

κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον
Μηδείης, ὅθι τούσγε συν ἀλλήλοισιν ἔμιξαν

τεινάμεναι ἑανοὺς εὐώδεας. οἳ δ ̓ ἐνι χερσὶν δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκὴν 1155 δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος,

κράατα δ ̓ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν, ἐμμελέως, Ὀρφῆος ὑπαι λίγα φορμίζοντος νυμφιδίαις ὑμέναιον ἐπι προμολῇσιν ἄειδον. οὐ μὲν ἐν ̓Αλκινόοιο γάμον μενέαινε τελέσσαι 1160 ἥρως Αισονίδης, μεγάροις δ ̓ ἐνι πατρὸς ἑοῖο, νοστήσας ἐς Ιωλκὸν ὑπότροπος· ὡς δὲ καὶ αὐτὴ Μήδεια φρονέεσκε. τότ' αὖ χρεω ἦγε μιγῆναι. ἀλλὰ γὰρ οὔποτε φύλα δυηπαθέων ἀνθρώπων τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί· σὺν δέ τις αἰεὶ 1165 πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη.

τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι δεῖμ ̓ ἔχεν, εἰ τελέοιτο διάκρισις Αλκινόοιο. Ἠὼς δ ̓ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν λῦε κελαινὴν νύκτα δι' ἠέρος· αἱ δ ̓ ἐγέλασσαν 1170 ηιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν

ἀτραπιτοὶ πεδίων· ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς· κίνυντ' ἐνναέται μὲν ἀνα πτόλιν, οἱ δ ̓ ἀπο τηλοῦ Κόλχοι Μακριδίης ἐπι πείρασι χερνήσοιο. αὐτίκα δ' Αλκίνοος μετεβήσατο συνθεσίῃσιν 1175 ὃν νόον ἐξερέων κούρης υπερ· ἐν δ ̓ ὅγε χειρὶ σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ϋπο λαοὶ ἰθείας ἀνα ἄστυ διεκρίνοντο θέμιστας.

τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο. 1180 ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων βαῖνον ἐποψόμεναι· σὺν δ ̓ ἀνέρες ἀγροιῶται ἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξιν

Ἥρη ἐπιπροέηκεν. ἄγεν δ' ὃ μὲν ἔκκριτον ἄλλων ἀρνειὸν μήλων, ὃ δ ̓ ἀεργηλὴν ἔτι πόρτιν·

1185 ἄλλοι δ' ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἶνου κίρνασθαι· θυέων δ ̓ ἀπο τηλόθι κήκιε λιγνύς. αἳ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες, μείλιά τε χρυσοῖο, καὶ ἀλλοίην ἐπι τοῖσιν ἀγλαίην, οἵην τε νεοζυγές ἐντύνονται· 1190 θάμβευν δ ̓ εἰσορόωσαι ἀριπρεπέων ἡρώων εἴδεα καὶ μορφάς, ἐν δέ σφισιν Οἰάγροιο υἱὸν ὑπαι φόρμιγγος ευκρέκτου καὶ ἀοιδῆς ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ. νύμφαι δ ̓ ἄμμιγα πᾶσαι, ὅτε μνήσαιτο γάμοιο, 1195 ἱμερόενθ' Υμέναιον ἀνήπυον· ἄλλοτε δ ̓ αὖτε οἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περι κύκλον, Ἥρη, σεῖο ἕκητι· σὺ γὰρ καὶ ἐπι φρεσὶ θῆκας ̓Αρήτης, πυκινὸν φάσθαι ἔπος Αλκίνοον δέ. αὐτὰρ ὅγ ̓ ὡς τὰ πρῶτα δίκης ἀνα πείρατ ̓ ἔειπεν 1200 ἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήιστο,

ἔμπεδον ὡς ἀλέγυνε διαμπερές· οὐ δέ ἑ τάρβος οὐλούν, οὐ δὲ βαρεῖαι ἐπήλυθον Αιήταο μήνιες, ἀρρήκτοισι δ ̓ ἐνιζεύξας ἔχεν ὅρκοις. τῶ καὶ ὅτ' ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες, 1205 καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν, ἢ λιμένων γαίης τ ̓ ἀπο τηλόθι νῆας ἐέργειν, δὴ τότε δὴ βασιλῆος ἑοῦ τρομέοντες ἐνιπὰς δέχθαι μειλίξαντο συνήμονας· αὖθι δὲ νήσῳ δὴν μάλα Φαιήκεσσι μετ ̓ ἀνδράσι ναιετάασκον, 1210 εἰσοτε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες

ἀνέρες, ἐννάσσαντο μετα χρόνον· οἱ δὲ περαίην νῆσον ἔβαν· κεῖθεν δὲ Κεραύνια μέλλον Αβάντων οὔρεα Νεσταίους τε καὶ Ὠρικὸν εἰσἀφικέσθαι· ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη. 1215 Μοιράων δ ̓ ἔτι κεῖσε θύη ἐπέτεια δέχονται

καὶ Νυμφέων Νομίοιο καθ ̓ ἱερὸν ̓Απόλλωνος

βωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δ ̓ ἰοῦσιν Αλκίνοος Μινύαις ξεινήια, πολλὰ δ ̓ ἔπασσεν ̓Αρήτη· μετὰ δ ̓ αὖτε δυώδεκα δῶκεν ἕπεσθαι 1220 Μηδείη δμωὰς Φαιηκίδας ἐκ μεγάροιο.

ἤματι δ ̓ ἑβδομάτῳ Δρεπάνην λίπον· ἤλυθε δ' οὖρος ἀκραὴς ἠῶθεν ὑπεκ Διός· οἳ δ ̓ ἀνέμοιο

πνοιῇ ἐπειγόμενοι προτέρω θέον. ἀλλὰ γὰρ οὔπω αἴσιμον ἦν ἐπιβῆναι Αχαιίδος ἡρώεσσιν, 1225 ὄφρ' ἔτι καὶ Λιβύης ἐπι πείρασιν ὀτλήσειαν.

ἤδη μέν ποθι κόλπον ἐπώνυμον Αμβρακιήων, ἤδη Κουρῆτιν ἔλιπον χθόνα πεπταμένοισιν λαίφεσι καὶ στεινὰς αὐταῖς συν Ἐχινάσι νήσους ἑξείης, Πέλοπος δὲ νέον κατεφαίνετο γαῖα· 1230 καὶ τότ ̓ ἀναρπάγδην ὀλοὴ βορέαο θύελλα μεσσηγὺς πέλαγος δὲ Λιβυστικὸν ἐννέα πάσας νύκτας ὁμῶς καὶ τόσσα φέρ ̓ ἤματα, μέχρις ἵκοντο προπρὸ μάλ' ἔνδοθι Σύρτιν, ὅθ ̓ οὐκέτι νόστος ὀπίσσω νηυσὶ πέλει, ὅτε τόνγε βιζατο κόλπον ἱκέσθαι. 1235 πάντῃ γὰρ τέναγος, πάντῃ μνιόεντα βυθοῖο τάρφεα· κωφὴ δέ σφιν ἐπιβλύει ὕδατος ἄχνη· ἠερίη δ' ἄμαθος παρακέκλιται· οὐ δέ τι κεῖσε ἑρπετόν, οὐ δὲ ποτητὸν ἀείρεται. ἔνθ ̓ ἄρα τούςγε πλημυρίς καὶ γάρ τ ̓ ἀναχάζεται ἠπείροιο

1240 ἦ θαμὰ δὴ τόδε χεῦμα, καὶ ἂψ ἐπερεύγεται ἀκτὰς λάβρον ἐποιχόμενον — μυχάτῃ ἐνέωσε τάχιστα ἠιόνι, τρόπιος δὲ μάλ ̓ ὕδασι παῦρον ἔλειπτο. οἳ δ ̓ ἀπο νηὸς ὄρουσαν, ἄχος δ ̓ ἕλεν εἰσορόωντας ἠέρα καὶ μεγάλης νῶτα χθονός, ἠέρι δ' ἶσα 1245 τηλοῦ ὑπερτείνοντα διηνεκές· οὐ δέ τιν ̓ ἀρδμόν, οὐ πάτον, οὐκ ἀπάνευθε κατηυγάσσαντο βοτήρων αὔλιον, εὐκήλῳ δὲ κατείχετο πάντα γαλήνῃ. ἄλλος δ ̓ αὖτ ̓ ἄλλον τετιημένος ἐξερέεινεν

« IndietroContinua »