Immagini della pagina
PDF
ePub

πλημμέλημα ἐνεώρων τοῖς γεγραμμένοις, ἐπεὶ δὲ ἐκείνη ἐπεσημήνατο, καὶ αὐτὸς ἄρχομαι τὰ ὅμοια γινώσκειν περὶ αὐτῶν. καὶ παραπλήσιόν τι ἔπαθον οἷς ἐπὶ τῶν ὁρωμένων πάσχομεν· ἢν μὲν πάνυ ἐγγύθεν σκοπῶμέν τι καὶ ὑπὸ τῶν ὀφθαλμῶν αὐτῶν, οὐδὲν ἀκριβές διαγινώἔσκομεν, ἦν δὲ ἀποστάντες ἐκ τοῦ συμμέτρου διαστήματος ἴδωμεν, 13 ἅπαντα σαφῶς καταφαίνεται, τὰ εὖ καὶ τὰ μὴ οὕτως ἔχοντα. τὸ δὴ ἄνθρωπον οὖσαν Αφροδίτῃ καὶ Ἥρᾳ εἰκάσαι τί ἄλλο ἢ ἀντικρύς ἐστιν εὐτελίζειν τὰς θεάς; ἐν γὰρ τοῖς τοιούτοις οὐχ οὕτω τὸ μικρὸν μεῖζον γίνεται τῇ παραθέσει ὡς τὸ μεῖζον ἀποσμικρύνεται 10 πρὸς τὸ ταπεινότερον κατασπώμενον, οἷον εἴ τινες ἅμα βαδίζοιεν, ὃ μὲν μέγιστος ὃ δὲ πάνυ τῇ ἡλικίᾳ χαμαίζηλος, εἶτα δεήσειεν ἀπισῶσαι αὐτοὺς ὡς μὴ ὑπερέχειν πατέρου τὸν ἕτερον, οὐ τοῦ βραχυτέρου ὑπερανατεινομένου τοῦτο γένοιτ ̓ ἄν, κἂν ὅτι μάλιστα ἀκροποδητὶ ἐπεγείρῃ ἑαυτόν, ἀλλ ̓ εἰ μέλλουσιν ὁμήλικες φανεῖσθαι, 15 μείζων ἐκεῖνος ἐπικύψει καὶ ταπεινότερον ἀποφανεῖ ἑαυτόν. ὡσαύτως δὲ καὶ ἐν ταῖς τοιαύταις εἰκόσιν οὐχ οὕτως ἄνθρωπος μείζων γίνεται, ἤν τις αὐτὸν θεῷ ἀπεικάζῃ, ὡς τὸ δεῖον ἀνάγκη ἐλαττοῦσθαι πρὸς τὸ ἐνδέον ἐπικλώμενον. καὶ γὰρ εἰ μὲν ὑπὸ ἀπορίας τῶν ἐπιγείων ἐπὶ τὰ οὐράνια ἐκτείνοι τις τὸν λόγον, ἧττον ἂν ὁ τοιοῦτος αἰτίαν 20 ἔχοι ὑπὸ ἀσεβείας αὐτὸ δρᾷν· σὺ δὲ τοσαῦτα ἔχων κάλλη γυναικῶν, 14' Αφροδίτῃ καὶ Ἥρᾳ εἰκάσαι αὐτὴν ἐτόλμησας οὐδὲν δέον, ὥστε τὸ ἄγαν τοῦτο καὶ ἐπίφθονον ἀφαίρει ὦ Λυκῖνε. οὐ γὰρ πρὸς τοῦ σοῦ τρόπου τὸ τοιοῦτον, ὃς οὐδὲ ἄλλως ῥᾴδιος πρὸς τοὺς ἐπαίνους καὶ πρόχειρος ὢν ἐτύγχανες· ἀλλὰ νῦν οὐκ οἶδ ̓ ὅπως ἀπρόαν πεποίησαι Στὴν μεταβολὴν ἐπιδαψιλευόμενος, καὶ ἐκ τοῦ τέως φειδομένου ἄσωτος ἐν τοῖς ἐπαίνοις ἀναπέφηνας. ἀλλὰ μηδ ̓ ἐκεῖνο αἰσχυνθῇς, εἰ μεταρρυθμιεῖς τὸν λόγον ἤδη διαδεδομένον, ἐπεὶ καὶ Φειδίαν φασὶν οὕτω ποιῆσαι, ὁπότε ἐξειργάσατο τοῖς Ηλείοις τὸν Δία. στάντα γὰρ αὐτὸν κατόπιν τῶν θυρῶν, ὁπότε τὸ πρῶτον ἀναπετάσας ἐπε30 δείκνυε τὸ ἔργον, ἐπακούειν τῶν αἰτιωμένων τι ἢ ἐπαινούντων· ᾐτιᾶτο δὲ ὃ μὲν τὴν ῥῖνα ὡς παχεῖαν, ὃ δὲ ὡς ἐπιμηκέστερον τὸ πρόσωπον, ὁ δὲ ἄλλος ἄλλο τι. εἶτ ̓ ἐπειδὴ ἀπηλλάγησαν οἱ θεαταί, αὖθις τὸν Φειδίαν, ἐγκλεισάμενον ἑαυτόν, ἐπανορθοῦν καὶ ῥυθμίζειν τὸ ἄγαλμα πρὸς τὸ τοῖς πλείστοις δοκοῦν. οὐ γὰρ ἡγεῖτο μικρὸν εἶναι 35 συμβουλὴν δήμου τοσούτου, ἀλλ ̓ ἀεὶ ἀναγκαῖον ὑπάρχειν τοὺς πολλοὺς περιττότερον ὁρᾶν τοῦ ἑνός, κἂν Φειδίας ᾖ.

ταῦτά σοι παρ' ἐκείνης κομίζω καὶ αὐτὸς παραινῶ, ἑταῖρός τε καὶ εὔνους ὤν.

1. ἐπλημμέλησα ἐνορῶν

34. μικρὰν * 36. ἦν

...

ΛΥΚ. Πολύστρατε, οἷος ὢν ῥήτωρ ἐλελήθεις με. ῥῆσιν 15 γοῦν οὕτω μακρὰν καὶ κατηγορίαν τοσαύτην ἐξενήνοχας κατὰ τοῦ συγγράμματος ὥστε μηδ' ἐλπίδα μοι ἀπολογίας ἔτι καταλείπεσθαι. πλὴν ἀλλ ̓ ἐκεῖνό γε οὐ δικαστικὸν ἐποιήσατε, καὶ μάλιστα σύ, ἐρήμην καταδιαιτήσας τοῦ βιβλίου, μὴ παρόντος αὐτῷ τοῦ συνή-5 γόρου. ῥᾷστον δέ, οἶμαι, τοῦτό ἐστι κατὰ τὴν παροιμίαν, μόνον θέοντα κρατεῖν· ὥστε οὐδὲν Δαυμαστὸν εἰ καὶ ἡμεῖς ἑάλωμεν, οὔτε ὕδατος ἡμῖν ἐγχυθέντος οὔτε ἀπολογίας ἀποδοθείσης. μᾶλλον δὲ τοῦτο πάντων ἀτοπώτατον, οἱ αὐτοὶ κατήγοροι καὶ δικασταὶ ἦτε. πότερα δ' οὖν ἐθέλεις; ἀγαπήσας τοῖς ἐγνωσμένοις ἡσυχίαν ἄγω ἢ το κατὰ τὸν ̔Ιμεραῖον ποιητὴν παλινῳδίαν τινὰ συγγράφω, ἢ δώσετε μοι ἐφέσιμον ἀγωνίσασθαι τὴν δίκην;

ΠΟΛ. νή Δί', ήνπερ ἔχῃς τι δίκαιον εἰπεῖν· οὐ γὰρ ἐν ἀντιδίκοις, ὡς σὺ φής, ἀλλ ̓ ἐν φίλοις ποιήσῃ τὴν ἀπολογίαν. ἐγὼ δὲ καὶ συνεξετάζεσθαί σοι ἕτοιμος ἐπὶ τῆς δίκης.

15

ΛΥΚ. ἀλλ ̓ ἐκεῖνο ἀνιαρὸν ὦ Πολύστρατε, ὅτι μὴ ἐκείνης παρού- 16 σης ποιήσομαι τοὺς λόγους· μακρῷ γὰρ ἂν οὕτως ἄμεινον ἦν. νῦν δὲ ἀνάγκη ἀπ ̓ ἐντολῆς ἀπολογήσασθαι. ἀλλ ̓ εἴ μοι τοιοῦτος ἀγγελιαφόρος γένοιο πρὸς αὐτὴν οἷος παρ' ἐκείνης πρὸς ἐμὲ γεγένησαι, τολμήσω ἀναρρίψαι τὸν κύβον.

ΠΟΛ. Θάρρει ὦ Λυκῖνε τούτου γε ἕνεκα, ὡς οὐ φαῦλόν με ὑποκριτὴν ἕξων τῆς ἀπολογίας, πειρώμενος διὰ βραχέων εἰπεῖν, ὡς ἂν μᾶλλον μνημονεύσαιμι.

20

ΛΥΚ. καὶ μὴν πάνυ μὲν ἔδει μοι μακρῶν τῶν λόγων πρὸς οὕτω σφοδρὰν τὴν κατηγορίαν· ὅμως δὲ σοῦ ἕνεκα ἐπιτεμοῦμαι τὴν ἀπο-25 λογίαν. καὶ παρ ̓ ἐμοῦ τοίνυν τάδε αὐτῇ ἀπάγγελλε.

ΠΟΛ. μηδαμῶς ὦ Λυκῖνε, ἀλλ ̓ ὥσπερ αὐτῆς ἐκείνης παρούσης λέγε τὸν λόγον, εἶτ ̓ ἐγὼ μιμήσομαί σε πρὸς αὐτήν.

[ocr errors]

ΛΥΚ. οὐκοῦν ἐπειδήπερ οὕτω σοι δοκεῖ ὦ Πολύστρατε, ἢ μὲν πάρεστι, καὶ προείρηκε δηλαδὴ ἐκεῖνα ὁπόσα σὺ παρ ̓ αὐτῆς ἀπήγ-30 γειλας, ἡμᾶς δὲ χρὴ τῶν δευτέρων λόγων ἐνάρχεσθαι. καίτοι (οὐ γὰρ ὀκνήσω πρὸς σὲ εἰπεῖν ὃ πέποντα) οὐκ οἶδ ̓ ὅπως φοβερώτερόν μοι τὸ πρᾶγμα πεποίηκας, καὶ ὡς ὁρᾷς, ἱδρῶ τε ἤδη καὶ δέδοικα καὶ μόνον οὐχὶ καὶ ὁρᾶν αὐτὴν οἴομαι, καὶ τὸ πρᾶγμα πολλήν μοι τὴν ταραχὴν ἐμπεποίηκεν. ἄρξομαι δ ̓ ὅμως· οὐ γὰρ οἷόν τε ἀναδῦναι 35 ἤδη παρούσης.

ΠΟΛ. καὶ νή Δία πολλὴν τὴν εὐμένειαν ἐπιφαίνει τῷ προσώπῳ

1. ...] παπαῖ ὦ? an Ηράκλεις ? * 8. ἐκχυθέντος 19. πρός με

*

43. ἐν om

17

φαιδρὰ γάρ, ὡς ὁρᾷς, καὶ προσηνής· ὥστε θαρρῶν λέγε τὸν λόγον.

ΛΥΚ. ἐγώ σε, ὦ γυναικῶν ἀρίστη, μεγάλα, ὡς φής, καὶ πέρα τοῦ μέτρου ἐπαινέσας, οὐχ ὁρῶ ὅτι τηλικοῦτον ἐπήνεσα ἡλίκον αὐτὴ ἐσὺ τοῦτο ἐγκώμιον ὑπὲρ σεαυτῆς ἐξενήνοχας, τὴν πρὸς τὸ θεῖον τιμὴν ἐν μεγάλῳ τιθεμένη. σχεδὸν γὰρ ἁπάντων τοῦτο μεῖζον ὧν εἴρηκα περὶ σοῦ, καὶ συγγνώμη εἰ μὴ καὶ ταύτην σοι προσέγραψα τὴν εἰκόνα, ὑπ ̓ ἀγνοίας με διαλαβοῦσαν· οὐ γὰρ ἂν ἄλλην πρὸ αὐτῆς ἐγραψάμην. ὥστε ταύτη γε οὐχ ὅπως ὑπερβάλλεσθαι τοὺς 10 ἐπαίνους, ἀλλὰ πολὺ καταδεέστερόν μοι δοκῶ τῆς ἀξίας εἰρηκέναι. σκέπει γοῦν ἡλίκον τοῦτο παρέλιπον, ὡς παμμέγεθες εἰς ἐπίδειξιν τρόπου χρηστοῦ καὶ γνώμης ὀρθῆς· ὡς ὅσοι τὸ θεῖον μὴ ἐν παρέργῳ σέβουσιν, οὗτοι καὶ τὰ πρὸς ἀνθρώπους ἄριστοι ἂν εἶεν. ὥστε εἰ πάντως μετακοσμῆσαι δέοι τὸν λόγον καὶ τὸ ἄγαλμα ἐπανορθώ 15 σασθαι, ἀφελεῖν μὲν οὐκ ἄν τι τολμήσαιμι αὐτοῦ, προσθήσω δὲ καὶ τοῦτο ὥς τινα κεφαλὴν τοῦ παντὸς ἔργου καὶ κορυφήν. ἐπ ̓ ἐκείνῳ μέντοι καὶ πάνυ πολλήν σοι εἰδέναι τὴν χάριν ὁμολογῶ. ἐμοῦ γὰρ ἐπαινέσαντος τοῦ σοῦ τρόπου τὸ μέτριον, καὶ ὅτι μηδὲν ὑπερπετὲς μηδὲ τύφου μεστὸν ἐνεποίησέ σοι ὁ παρὼν ὄγκος τῶν 20 πραγμάτων, σὺ τὰ τοιαῦτα αἰτιασαμένη τοῦ λόγου ἐπιστώσω τοῦ ἐπαίνου τὴν ἀλήθειαν. τὸ γὰρ μὴ προαρπάζειν τὰ τοιαῦτα τῶν ἐγκωμίων, ἀλλ ̓ αἰδεῖσθαι ἐπ ̓ αὐτοῖς καὶ μείζω ἢ κατὰ σὲ εἶναι λέγειν, μετρίας καὶ δημοτικῆς τινὸς διανοίας δεῖγμα ἐστίν. πλὴν ἀλλ ̓ ἐς ὅσον περ ἂν πρὸς τὸ ἐπαινεῖσθαι αὐτὸ οὕτω διακειμένη 25 τυγχάνης, τοσοῦτον ἀξιωτέραν ὑπερεπαινεῖσθαι ἀποφαίνεις σεαυτήν. καὶ σχεδὸν ἐς τὸν τοῦ Διογένους λόγον περιελήλυθε σοι τὸ πρᾶγμα, ὃς ἐρομένου τινὸς ὅπως ἄν τις ἔνδοξος γένοιτο, «εἰ δόξης» ἔφη καταφρονήσειεν» φαίην γὰρ ἂν καὶ αὐτός, εἴ τις ἔροιτό με τίνες εἰσὶ μάλιστα ἐπαίνου ἄξιοι, «ὁπόσοι ἐπαινεῖσθαι μὴ θέλουσιν.»

18

ἀλλὰ ταῦτα μὲν ἴσως ἐξαγώνια καὶ πόρρω τοῦ πράγματος· ὑπὲρ δὲ οὗ χρὴ ἀπολογήσασθαι, τοῦτό ἐστιν ὅτι τῇ ἐν Κνίδῳ καὶ τῇ ἐν κήποις καὶ Ἥρᾳ καὶ ̓Αθηνᾷ τὴν μορφὴν ἀναπλάττων εἴκασα. ταῦτά σοι ἔκμετρα ἔδοξε καὶ ὑπὲρ τὸν πόδα. περὶ αὐτῶν δὴ τούτων ἐρῶ. καίτοι παλαιὸς οὗτος ὁ λόγος, ἀνευθύνους εἶναι καὶ ποιητὰς 35 καὶ γραφέας, τοὺς δὲ ἐπαινοῦντας καὶ μᾶλλον, οἶμαι, εἰ καὶ χαμαὶ καὶ βάδην ὥσπερ ἡμεῖς, ἀλλὰ μὴ ἐπὶ μέτρων φέροιντο. ἐλεύθερον γάρ τι ὁ ἔπαινος, οὐδ ̓ ἔστιν αὐτοῦ μέτρον εἰς μέγεθος ἢ βραχύτητα νενομοθετημένον, ἀλλὰ τοῦτο μόνον ἐξ ἅπαντος ὁρᾷ ὅπως ὑπερθαν

17. ἐκείνων

μάσεται καὶ ζηλωτὸν ἀποφανεῖ τὸν ἐπαινούμενον. οὐ μὴν ταύτην ἐγὼ βαδιοῦμαι, μὴ καί σοι δόξω ὑπ ̓ ἀπορίας αὐτὸ δρᾶν. ἐκεῖνο 19 δέ σοί φημι, τοιαύτας ἡμῖν τὰς ἀφορμὰς τῶν ἐπαινετικῶν τούτων λόγων εἶναι ὡς χρὴ τὸν ἐπαινοῦντα καὶ εἰκόσι καὶ ὁμοιώσεσι προσ χρῆσθαι, καὶ σχεδὸν ἐν τούτῳ τὸ μέγιστόν ἐστιν εὖ εἰκάσαι. τὸ δὲν εὖ ὧδε μάλιστ ̓ ἂν κρίνοιτο, οὐκ ἤν τις τοῖς ὁμοίοις παραβάλλη, οὐδ ̓ ἢν πρὸς τὸ ὑποδεέστερον ποιῆται τὴν παράθεσιν, ἀλλ ̓ ἢν πρὸς τὸ ὑπερέχον ὡς οἷόν τε προσβιβάζῃ τὸ ἐπαινούμενον. οἷον εἴ τις κύνα ἐπαινῶν εἴποι ἀλώπεκος εἶναι μείζω αὐτὸν ἢ αἰλούρου, ἆρά σοι δοκεῖ ὁ τοιοῦτος ἐπαινεῖν εἰδέναι; οὐκ ἂν εἴποις. οὐ μὴν οὐδ ̓ εἶ 10 λύκῳ φαίη ἴσον αὐτὸν ὑπάρχειν, οὐδ ̓ οὕτω μεγαλωστί ἐπήνεσεν. ἀλλὰ ποῦ τὸ ἴδιον τοῦ ἐπαίνου ἀποτελεῖται; ἢν ὁ κύων τῷ λέοντι ἐοικέναι λέγηται καὶ μέγεθος καὶ ἀλκήν, ὡς ὁ τὸν ̓Ωρίωνος κύνα ἐπαινῶν ἔφη ποιητής λεοντοδάμαν αὐτόν· οὗτος γὰρ δὴ κυνὸς ἐντελὴς ἔπαινος. καὶ πάλιν εἴ τις Μίλωνα τὸν ἐκ Κρότωνος ἢ Γλαῦκον 15 τὸν ἐκ Καρύστου ἢ Πολυδάμαντα ἐπαινέσαι θέλων ἔπειτα λέγοι ἰσχυρότερον ἕκαστον αὐτῶν γυναικὸς γενέσθαι, οὐκ ἂν οἴει γελασθῆναι αὐτὸν ἐπὶ τῇ ἀνοίᾳ τοῦ ἐπαίνου, ὅπου γε καὶ εἰ ἑνὸς ἀν· δρὸς ἔλεγεν ἀμείνω εἶναι αὐτόν, οὐδὲ τοῦτο ἀπέχρησεν ἂν ἐς ἔπαινον; ἀλλὰ πῶς ἐπήνεσε ποιητὴς εὐδόκιμος τὸν Γλαῦκον; οὐδέ Πολυ-20 δεύκεος βίαν φήσας ἀνατείνασθαι ἂν αὐτῷ ἐναντίας τὰς χεῖρας, οὐδὲ σιδάρεον ̓Αλκμάνας τέκος. ὁρᾷς ὁποίοις αὐτὸν θεοῖς εἴκασεν, μᾶλλον δὲ καὶ αὐτῶν ἐκείνων ἀμείνω ἀπέφηνεν. καὶ οὔτε αὐτὸς ὁ Γλαῦκος ἠγανάκτησε τοῖς ἐφόροις τῶν ἀθλητῶν θεοῖς ἀντεπαινού μενος, οὔτε ἐκεῖνοι ήμύναντο ἢ τὸν Γλαῦκον ἢ τὸν ποιητὴν ὡς 25 ἀσεβοῦντα περὶ τὸν ἔπαινον, ἀλλ ̓ εὐδοκίμουν ἄμφω καὶ ἐτιμῶντο ὑπὸ τῶν ̔Ελλήνων, ὃ μὲν ἐπὶ τῇ ἀλκῇ ὁ Γλαῦκος, ὁ δὲ ποιητὴς ἐπί τε τοῖς ἄλλοις καὶ ἐπ ̓ αὐτῷ τούτῳ μάλιστα τῷ ἄσματι. μὴ δὴ θαυμάσης εἰ καὶ αὐτὸς εἰκάσαι βουλόμενος, ὅπερ ἦν τῷ ἐπαι νοῦντι ἀναγκαῖον, ὑψηλοτέρῳ ἐχρησάμην τῷ παραδείγματι, τοῦτο 30 ὑποβαλόντος τοῦ λόγου.

ἐπεὶ δὲ καὶ κολακείας ἐπεμνήσθης, ὅτι μὲν καὶ σὺ μισεῖς τοὺς 20 κολακικούς, ἐπαινῶ μέν σε καὶ οὐκ ἐχρῆν ἄλλως, ἐθέλω δέ σοι διακρῖναι καὶ διορίσαι τό τε τοῦ ἐπαινοῦντος ἔργον καὶ τὴν τοῦ κόλα κος ὑπερβολήν. ὁ μὲν οὖν κόλαξ, ἅτε τῆς χρείας ἕνεκα τῆς ἑαυ-35 τοῦ ἐπαινῶν, ἀληθείας δὲ ὀλίγην ποιούμενος τὴν πρόνοιαν, ἅπαντα ὑπερεπαινεῖν οἴεται δεῖν, ἐπιψευδόμενος καὶ προστιθεὶς παρ ̓ αὑτοῦ τὰ πλείω, ὡς μὴ ἂν ὀκνῆσαι καὶ τὸν Θερσίτην εὐμορφότερον ἀπο

6. μάλιστα κρίνοιτο

φῆναι τοῦ ̓Αχιλλέως καὶ τὸν Νέστορα φάναι τῶν ἐπ ̓ Ἴλιον στρατευσάντων τὸν νεώτατον εἶναι. διομόσαιτο δ ̓ ἂν καὶ τὸν Κροίσου παῖδα ὀξυηκοώτερον εἶναι τοῦ Μελάμποδος, καὶ τὸν Φινέα ὀξύτερον δεδορ κέναι τοῦ Λυγκέως, ήνπερ μόνον κερδᾶναί τι ἐλπίσῃ ἐπὶ τῷ ψεύσματι. 5ὁ δέ γε αὐτὸ τοῦτο ἐπαινῶν οὐδ ̓ ὁπωσοῦν ἂν ψεύσαιτό τι ἢ προσθείη τῶν μηδ' ὅλως προσόντων, τὰ δ ̓ ὑπάρχοντα αὐτῷ φύσει ἀγαθά, κἂν μὴ πάνυ μεγάλα ᾖ, παραλαβὼν ἐπηύξησε καὶ μείζω ἀπέφηνε, καὶ τολμήσειεν ἂν εἰπεῖν, ἵππον ἐπαινέσαι θέλων, φύσει κοῦφον ὧν ἴσμεν ζῴων καὶ δρομικόν, ὅτι ἄκρον ἐπ ̓ ἀνθερίκων καρπὸν δέεν, 10 οὐδὲ κατέκλα. καὶ πάλιν οὐκ ἂν ἐκνήσειε φάναι ἀελλοπόδων δρόμον ἵππων. καὶ ἢν οἰκίαν ἐπαινῇ καλὴν καὶ ἄριστα κατεσκευασμένην, εἴποι ἄν «Ζηνός που τοιήδε γ' Ολυμπίου ἔνδοθεν αὐλή.» ὁ δὲ κόλαξ τοῦτο τὸ ἔπος κἂν περὶ τῆς συβώτου καλύβης εἴποι, εἰ μόνον τι παρὰ τοῦ συβώτου λαβεῖν ἐλπίσειεν, ὅπου Κύναιθος ὁ Δημητρίου 15 τοῦ πολιορκητοῦ κόλαξ, ἁπάντων αὐτῷ τῶν πρὸς τὴν κολακείαν καταναλωμένων, ἐπῄνει ὑπὸ βηχὸς ἐνοχλούμενον τὸν Δημήτριον ὅτι 21 ἐμμελῶς ἐχρέμπτετο. οὐ μόνον δὲ τοῦτο ἑκατέρου αὐτῶν γνώρισμά ἐστι, τὸ τοὺς μὲν κόλακας οὐκ ὀκνεῖν καὶ ψεύδεσθαι τοῦ χαρίσασθαι ἕνεκα τοῖς ἐπαινουμένοις, ἐξαίρειν δὲ τοὺς ἐπαινοῦντας τὰ 20 ὑπάρχοντα πειρᾶσθαι· ἀλλὰ κἀκείνῳ οὐ σμικρῷ διαλλάττουσιν, ὅτι οἱ μὲν κόλακες, ἐφ ̓ ὅσον οἷόν τε αὐτοῖς, χρῶνται ταῖς ὑπερβολαῖς, οἱ ἐπαινοῦντες δὲ καὶ ἐν αὐταῖς ταύταις σωφρονοῦσι καὶ ἐντὸς τῶν ὅρων μένουσιν.

ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα κολακείας καὶ ἐπαίνου ἀληθοῦς 25 δείγματα, ὡς μὴ πάντας ὑποπτεύῃς τοὺς ἐπαινοῦντας, ἀλλὰ δια22 κρίνῃς καὶ παραμετρῆς τῷ οἰκείῳ μέτρῳ ἑκάτερον. φέρ ̓ οὖν, εἰ δοκεῖ, πρόσαγε τοῖς ὑπ ̓ ἐμοῦ εἰρημένοις τοὺς κανόνας ἀμφοτέρους, ὡς μάθης εἴτε τούτῳ εἴτ ̓ ἐκείνῳ ἐοίκασιν. ἐγὼ γὰρ εἰ μέν τινα ἄμορφον οὖσαν ἔφην τῷ ἐν Κνίδῳ ἀγάλματι ὁμοίαν, γόης ἂν καὶ 30 τοῦ Κυναίθου κολακικώτερος ὄντως νομιζοίμην, εἰ δὲ τοιαύτην ὑπάρχουσαν οἵαν πάντες ἴσασιν, οὐ πάνυ ἐκ πολλοῦ διαστήματος 23 ἦν τὸ τόλμημα. τάχ ̓ ἂν οὖν φαίης, μᾶλλον δὲ ἤδη εἴρηκας, «ἐπαινεῖν μέν σοι ἐς τὸ κάλλος ἐφείσθω, ἀνεπίφθονον μέντοι ποιήσασθαι τὸν ἔπαινον ἐχρῆν, ἀλλὰ μὴ θεαῖς ἀπεικάζειν ἄνθρωπον ποὖσαν.» ἐγὼ δέ (ἤδη γάρ με προάξετε τἀληθὲς εἰπεῖν) οὐ πεαῖς σε ὦ βελτίστη εἴκασα, τεχνιτῶν δ ̓ ἀγαπῶν δημιουργήμασι λίπου καὶ χαλκοῦ ἢ ἐλέφαντος πεποιημένοις. τὰ δὲ ὑπ ̓ ἀνθρώπων γεγενημένα οὐκ ἀσεβές, οἶμαι, ἀνθρώποις εἰκάζειν, ἐκτὸς εἰ μὴ σὺ τοῦτο εἶναι 35. γε ὦ

5. οὐχ ὅπως οὐδ ̓ ἂν *

32. τάχα οὖν

« IndietroContinua »