Immagini della pagina
PDF
ePub

ὀλίγου δεῖν τότε γενομένοις ἱερεῖα νῦν προσάγετε; γελοῖα γὰρ ἂν ταῦτα δόξεις καὶ ὑπεναντία τοῖς πάλαι.

ΤΟΞ. καὶ ταῦτα μὲν ὦ Μνήσιππε γενναῖα τῶν ἀνδρῶν ἐκείνων, ἃ κατέλεξας. τὸ γὰρ δύο ὄντας οὕτω μέγα τόλμημα τολμῆσαι, 5 καὶ τοσοῦτον ἀπὸ τῆς αὑτῶν ἀπάραντας ἐκπλεῦσαι ἐς τὸν Πόντον ἀπείρατον ἔτι τοῖς Ἕλλησιν ὄντα πλὴν μόνων τῶν ἐπὶ τῆς ̓Αργοῦς ἐς τὴν Κολχίδα στρατευσάντων, μὴ καταπλαγέντας μήτε τοὺς μύ Τους τοὺς ἐπ ̓ αὐτῷ, μήτε τὴν προσηγορίαν καταδείσαντας, ὅτι ἄξενος ἐκαλεῖτο οἷα, οἶμαι, ἀγρίων ἐθνῶν περιοικούντων, καὶ ἐπειδὴ 10 ἑάλωσαν, οὕτως ἀνδρείως χρήσασθαι τῷ πράγματι, καὶ μὴ ἀγαπῆσαι εἰ διαφεύξονται μόνον, ἀλλὰ τιμωρησαμένους τὸν βασιλέα τῆς ὕβρεως καὶ τὴν ̓́Αρτεμιν ἀναλαβόντας ἀποπλεῦσαι, πῶς ταῦτα οὐ θαυμαστὰ καὶ θείας τινὸς τιμῆς ἄξια παρὰ πάντων ὁπόσοι ἀρετὴν ἐπαινοῦσιν; ἀτὰρ οὐ ταῦτα ἡμεῖς Ὀρέστῃ καὶ Πυλάδῃ ἐνιδόντες 15ἥρωσιν αὐτοῖς χρώμεθα.

4 ΜΝΗΣ. λέγοις ἂν ἤδη ὅ τι τὸ σεμνὸν καὶ θεῖον ἄλλο ἐξειργάσαντο, ἐπεὶ ὅσον ἐπὶ τῷ πλῷ καὶ τῇ ἀποδημίᾳ πολλοὺς ἄν σοι θειοτέρους ἐκείνων ἀποδείξαιμι τοὺς ἐμπόρους, καὶ μάλιστα τοὺς Φοίνικας αὐτῶν, οὐκ ἐς τὸν Πόντον οὐδὲ ἄχρι τῆς Μαιώτιδος καὶ 20 τοῦ Βοσπόρου μόνον ἐσπλέοντας, ἀλλὰ πανταχοῦ τῆς Ἑλληνικῆς καὶ βαρβαρικῆς θαλάττης ναυτιλλομένους· ἅπασαν γὰρ οὗτοι ἀκτὴν καὶ πάντα αἰγιαλὸν ὡς εἰπεῖν διερευνησάμενοι καθ ̓ ἕκαστον ἔτος ὀψὲ τοῦ μετοπώρου ἐς τὴν αὑτῶν ἐπανίασιν. οὓς κατὰ τὸν αὐτὸν λόγον θεοὺς νόμιζε, καὶ ταῦτα καπήλους καὶ ταριχοπώλας, εἰ τύχοι, 25 τοὺς πολλοὺς αὐτῶν ὄντας.

5

ΤΟΞ. ἄκουε δὴ ὦ θαυμάσιε, καὶ σκόπει καθ ̓ ὅσον ἡμεῖς οἱ βάρβαροι εὐγνωμονέστερον ὑμῶν περὶ τῶν ἀγαθῶν ἀνδρῶν κρίνομεν, εἴ γε ἐν "Αργει μὲν καὶ Μυκήναις οὐδὲ τάφον ἔνδοξον ἔστιν ἰδεῖν Ορέστου ἢ Πυλάδου, παρ' ἡμῖν δὲ καὶ νεὼς ἀποδέδεικται αὐτοῖς 30 ἅμα ἀμφοτέροις, ὥσπερ εἰκὸς ἦν ἑταίροις γε οὖσι, καὶ θυσίαι προσάγονται καὶ ἡ ἄλλη τιμὴ ἅπασα, κωλύει τε οὐδέν, ὅτι ξένοι ἦσαν ἀλλὰ μὴ Σκύθαι, ἀγαθοὺς κεκρίσθαι. οὐ γὰρ ἐξετάζομεν ὅθεν οἱ καλοὶ καὶ ἀγαθοί εἰσιν, οὐδὲ φθονοῦμεν εἰ μὴ φίλοι ὄντες ἀγαθὰ εἰργάσαντο· ἐπαινοῦντες δὲ ἃ ἔπραξαν, οἰκείους αὐτοὺς ἀπὸ 35 τῶν ἔργων ποιούμεθα. ὃ δὲ δὴ μάλιστα καταπλαγέντες τῶν ἀνδρῶν ἐκείνων ἐπαινοῦμεν, τοῦτό ἐστιν ὅτι ἡμῖν ἔδοξαν φίλοι οὗτοι δὴ ἄριστοι ἁπάντων γεγενῆσθαι, καὶ τοῖς ἄλλοις νομοθέται καταστῆναι ὡς χρὴ τοῖς φίλοις ἁπάσης τῆς τύχης κοινωνεῖν ... καὶ ὑπὸ Σκυθῶν

[blocks in formation]

τῶν ἀρίστων θεραπεύεσθαι. καὶ ἅ γε μετ ̓ ἀλλήλων ἢ ὑπὲρ ἀλλή- 6 λων ἔπαθον, ἀναγράψαντες οἱ πρόγονοι ἡμῶν ἐπὶ στήλης χαλκῆς ἀνέθεσαν ἐς τὸ ̓Ορέστειον, καὶ νόμον ἐποιήσαντο πρῶτον τοῦτο μάθημα καὶ παίδευμα τοῖς παισὶ τοῖς σφετέροις εἶναι, τὴν στήλην ταύτην καὶ τὰ ἐπ ̓ αὐτῆς γεγραμμένα διαμνημονεῦσαι. · ᾶττόνι γ ̓ ἂν οὖν τοὔνομα ἕκαστος αὐτῶν ἐπιλάβοιτο τοῦ πατρὸς ἢ τὰς Ορέστου καὶ Πυλάδου πράξεις ἀγνοήσειεν. ἀλλὰ καὶ ἐν τῷ περι βόλῳ τοῦ νεὼ τὰ αὐτά, ὁπόσα ἡ στήλη δηλοῖ, γραφαῖς ὑπὸ τῶν παλαιῶν εἰκασμένα δείκνυται, πλέων Ορέστης ἅμα τῷ φίλῳ, εἶτα ἐν τοῖς κρημνοῖς διαφθαρείσης αὐτῷ τῆς νεώς συνειλημμένος καὶ 10 πρὸς τὴν θυσίαν παρεσκευασμένος. καὶ ἡ Ιφιγένεια ἤδη κατάρ χεται αὐτῶν. καταντικρὺ δὲ ἐπὶ τοῦ ἑτέρου τοίχου ἤδη ἐκδεδυκώς τὰ δεσμὰ γέγραπται, καὶ φονεύων τὸν Θόαντα καὶ πολλοὺς ἄλλους τῶν Σκυθῶν, καὶ τέλος ἀποπλέοντες, ἔχοντες τὴν Ιφιγένειαν καὶ τὴν θεόν. οἱ Σκύθαι δὲ ἄλλως ἐπιλαμβάνονται τοῦ σκάφους ἤδη πλέοντος, ἐκκρεμαννύμενοι τῶν πηδαλίων καὶ ἐπαναβαίνειν πειρώ μενοι· εἶτ ̓ οὐδὲν ἀνύσαντες οἱ μὲν αὐτῶν τραυματίαι οἳ δὲ καὶ δέει τούτου ἀπονήχονται πρὸς τὴν γῆν. ἔνθα δὴ καὶ μάλιστα ἴδοι τις ἂν ὁπόσην ὑπὲρ ἀλλήλων εὔνοιαν ἐπεδείκνυντο ἐν τῇ πρὸς τοὺς Σκύθας συμπλοκῇ· πεποίηκε γὰρ ὁ γραφεὺς ἑκάτερον ἀμελοῦντα 20 μὲν τῶν καὶ ἑαυτὸν πολεμίων, ἀμυνόμενον δὲ τοὺς ἐπιφερομένους πατέρῳ, καὶ πρὸ ἐκείνου ἀπαντᾶν πειρώμενον τοῖς τοξεύμασι, καὶ παρ ̓ οὐδὲν τιθέμενον εἰ ἀποθανεῖται σώσας τὸν φίλον καὶ τὴν ἐπ ̓ ἐκεῖνον φερομένην πληγὴν προαρπάσας τῷ ἑαυτοῦ σώματι. τὴν 7 δὴ τοσαύτην εὔνοιαν αὐτῶν καὶ τὴν ἐν τοῖς δεινοῖς κοινωνίαν καὶ 25 τὸ πιστὸν καὶ φιλέταιρον καὶ τὸ ἀληθὲς καὶ βέβαιον τοῦ πρὸς ἀλλήλους ἔρωτος, οὐκ ἀνθρώπινα ταῦτα ᾠήθημεν εἶναι ἀλλά τινος γνώμης βελτίονος ἢ κατὰ τοὺς πολλοὺς τούτους ἀνθρώπους, οἳ μέχρι μὲν κατ ̓ οὗρον ὁ πλοῦς εἴη, τοῖς φίλοις ἀγανακτοῦσιν εἰ μὴ ἐπ ̓ ἴσης κοινωνήσουσι τῶν ἡδέων, εἰ δέ τι καὶ μικρὸν ἀντιπνεύσειεν αὐτοῖς, 30 οἴχονται μόνους τοῖς κινδύνοις ἀπολιπόντες. καὶ γὰρ οὖν καὶ τόδε ὅπως εἰδῇς, οὐδὲν Σκύθαι φιλίας μεῖζον οἴονται εἶναι, οὐδ ̓ ἔστιν ἐφ ̓ ὅτῳ ἄν τις Σκύθης μᾶλλον σεμνύναιτο ἢ ἐπὶ τῷ συμπονῆσαι φίλῳ ἀνδρὶ καὶ κοινωνῆσαι τῶν δεινῶν, ὥσπερ οὐδὲν ὄνειδος μεῖζον παρ' ἡμῖν τοῦ προδότην φιλίας γεγενῆσθαι δοκεῖν. διὰ ταῦτα 35 Ορέστην καὶ Πυλάδην τιμῶμεν, ἀρίστους γενομένους τὰ Σκυθῶν ἀγαθὰ καὶ ἐν φιλίᾳ διενεγκόντας, ὃ πρῶτον ἡμεῖς ἁπάντων ταυ μάζομεν. καὶ τοὔνομα ἐπὶ τούτοις αὐτῶν ἐπέμεθα, Κοράκους

[blocks in formation]

8

καλεῖσθαι· τοῦτο δέ ἐστιν ἐν τῇ ἡμετέρᾳ φωνῇ ὥσπερ ἂν εἴ τις λέγοι φίλιοι δαίμονες.

ΜΝΗΣ. ὦ Τόξαρι, οὐ μόνον ἄρα τοξεύειν ἀγαθοὶ ἦσαν Σκύθαι καὶ τὰ πολεμικὰ τῶν ἄλλων ἀμείνους, ἀλλὰ καὶ ῥῆσιν εἰπεῖν ἁπάν 5των πιθανώτατοι· ἐμοὶ γοῦν τέως ἄλλως γινώσκοντι ἤδη καὶ αὐτῷ δίκαια ποιεῖν δοκεῖτε, οὕτως. Ορέστην καὶ Πυλάδην ἐκθειάσαντες. ἐλελήθεις δέ με ὦ γενναῖς καὶ γραφεὺς ἀγαθὸς ὤν· πάνυ γοῦν ἐναργῶς ἐπέδειξας ἡμῖν τὰς ἐν τῷ Ορεστείῳ εἰκόνας καὶ τὴν μάχην τῶν ἀνδρῶν καὶ τὰ ὑπὲρ ἀλλήλων τραύματα. πλὴν ἀλλ ̓ οὐκ ᾠήθην 40 ἂν οὕτω ποτέ περισπούδαστον εἶναι φιλίαν ἐν Σκύθαις· ἅτε γὰρ ἀξένους καὶ ἀγρίους ὄντας αὐτοὺς ἔχθρᾳ μὲν ἀεὶ συνεῖναι καὶ ὀργῇ καὶ θυμῷ, φιλίαν δὲ μηδὲ πρὸς τοὺς οἰκειοτάτους ἐπανηρῆσθαι, τεκμαιρόμενος τοῖς τε ἄλλοις ἃ περὶ αὐτῶν ἀκούομεν, καὶ ὅτι κατεσθίουσι τοὺς πατέρας ἀποθανόντας.

9

ΤΟΞ. εἰ μὲν καὶ τἆλλα ἡμεῖς τῶν ̔Ελλήνων δικαιότεροι καὶ τὰ πρὸς τοὺς γονέας ὁσιώτεροί ἐσμεν, οὐκ ἂν ἐν τῷ παρόντι φιλοτιμηθείην πρὸς σέ· ὅτι δὲ οἱ φίλοι οἱ Σκύθαι πολὺ πιστότεροι τῶν ̔Ελλήνων φίλων εἰσί, καὶ ὅτι πλείων φιλίας λόγος παρ' ἡμῖν ἢ παρ ̓ ὑμῖν, ῥᾴδιον ἐπιδεῖξαι. καὶ πρὸς θεῶν τῶν Ἑλλήνων, μὴ 20 πρὸς ἀχθηδόνα μου ἀκούσῃς, ἢν εἴπω τι ὧν κατανενόηκα πολὺν ἤδη χρόνον ὑμῖν συγγινόμενος. ὑμεῖς γάρ μοι δοκεῖτε τοὺς μὲν περὶ φιλίας λόγους ἄμεινον ἄλλων ἂν εἰπεῖν δύνασθαι, τἆργα δὲ αὐτῆς [οὐ μόνον] οὐ κατ ̓ ἀξίαν τῶν λόγων ἐκμελετῶν, ἀλλ ̓ ἀπόχρη ὑμῖν ἐπαινέσαι τε αὐτὴν καὶ δεῖξαι ἡλίκον ἀγαθόν ἐστιν, ἐν δὲ ταῖς 25 χρείαις προδόντες τοὺς λόγους δραπετεύετε, οὐκ οἶδ ̓ ὅπως, ἐκ μέσων τῶν ἔργων. καὶ ὁπόταν μὲν ὑμῖν οἱ τραγῳδοὶ τὰς τοιαύτας φιλίας ἐπὶ τὴν σκηνὴν ἀναβιβάσαντες δεικνύωσιν, ἐπαινεῖτε καὶ ἐπικροτεῖτε, καὶ κινδυνεύουσιν αὐτοῖς ὑπὲρ ἀλλήλων οἱ πολλοὶ καὶ ἐπιδακρύετε, αὐτοὶ δὲ οὐδὲν ἄξιον ἐπαίνου ὑπὲρ τῶν φίλων παρέχεσθαι τολμᾶτε, 30 ἀλλ ̓ ἤν του φίλος δεηθεὶς τύχῃ, αὐτίκα μάλα, ὥσπερ τὰ ὀνείρατα, οἴχονται ὑμῖν ἐκποδὼν ἀποπτάμεναι αἱ πολλαὶ ἐκεῖναι τραγῳδίαι, τοῖς κενοῖς τούτοις καὶ κωφοῖς προσωπείοις ἐοικότας ὑμᾶς ἀπολιποῦσαι, ἃ διηρμένα τὸ στόμα καὶ παμμέγεθες κεχηνότα οὐδὲ τὸ σμικρότατον φθέγγεται. ἡμεῖς δὲ ἔμπαλιν· ὅσῳ γὰρ δὴ λειπόμενα 35 ἐν τοῖς περὶ φιλίας λόγοις, τοσούτῳ ἐν τοῖς ἔργοις αὐτῆς πλεο10 νεκτοῦμεν. εἰ γοῦν δοκεῖ, οὕτω νῦν ποιῶμεν, τοὺς μὲν παλαιοὺς φίλους ἀτρεμεῖν ἐάσωμεν, εἴ τινας ἢ ἡμεῖς ἢ ὑμεῖς τῶν πάλαι

11. ξένους 45. Ἑλλήνων καὶ δικαιότεροι 17. οἱ ante Σκύθαι om * 26. μὲν om *

*

46. γονέας καὶ ὁσιώτεροι 31. αἱ καλαὶ? * 33. διηρημένα

*

καταριθμεῖν ἔχομεν, ἐπεὶ κατά γε τοῦτο πλεονεκτοῖτε ἄν, πολλούς καὶ ἀξιοπίστους μάρτυρας τοὺς ποιητὰς παρεχόμενοι, τὴν ̓Αχιλλέως καὶ Πατρόκλου φιλίαν καὶ τὴν Θησέως καὶ Πειρίθου καὶ τῶν ἄλλων ἑταιρείαν ἐν καλλίστοις ἔπεσι καὶ μέτροις ῥαψῳδοῦντας ὀλίγους δέ τινας προχειρισάμενοι τῶν καθ ̓ ἡμᾶς αὐτούς, καὶ τὰ ἔργα αὐ-5 τῶν διηγησάμενοι, ἐγὼ μὲν τὰ Σκυθικὰ σὺ δὲ τὰ Ἑλληνικά, ὁπότερος ἂν ἐν τούτοις κρατῇ καὶ ἀμείνους παράσχηται τοὺς φίλους, αὐτός τε νενικηκὼς ἔσται καὶ τὴν αὑτοῦ ἀνακηρύξει, κάλλιστον ἀγῶνα καὶ σεμνότατον ἀγωνισάμενος, ὡς ἔγωγε πολὺ ἥδιον ἄν μοι δοκῶ μονομαχῶν ἡττηθεὶς ἀποτμηθῆναι τὴν δεξιάν, ὅπερ ἥττης10 Σκυθικῆς ἐπιτίμιόν ἐστιν, ἢ χείρων ἄλλου κατὰ φιλίαν κεκρίσθαι, καὶ ταῦτα Ἕλληνος Σκύθης αὐτὸς ὤν.

[ocr errors]

ΜΝΗΣ. ἔστι μὲν ὦ Τόξαρι οὐ φαῦλον τὸ ἔργον, ἀνδρὶ οἵῳ σου 11 πολεμιστῇ μονομαχῆσαι, πάνυ εὐστόχους καὶ τεθηγμένους παρεσκευασμένῳ τοὺς λόγους· οὐ μὴν ἀγεννῶς γε οὕτω καταπροδοὺς ἐν 15 βραχεῖ τὸ ̔Ελληνικὸν ἅπαν ὑποχωρήσομαί σοι. καὶ γὰρ ἂν εἴη πάνδεινον ὑπὸ δυοῖν μὲν ἐκείνοιν ἡττηθῆναι τοσούτους Σκυθῶν ἱπόσους οἵ τε μῦθοι δηλοῦσι καὶ αἱ ὑμέτεραι παλαιαὶ γραφαί, ἃς μικρῷ πρόσθεν εὖ μάλα ἐξετραγώδησας, Ἕλληνας δὲ πάντας, τοσαῦτα ἔθνη καὶ τοσαύτας πόλεις, ἐρήμην ὑπὸ σοῦ ἁλῶναι. εἰ 20 γὰρ τοῦτο γένοιτο, οὐ τὴν δεξιὰν ὥσπερ ὑμεῖς ἀλλὰ τὴν γλῶτταν ἀποτμηθῆναι καλόν. πότερον δὲ ὡρίσθαι χρὴ τὸν ἀριθμὸν ἡμῖν τῶν φιλικῶν τούτων πράξεων, ἢ ἑπόσῳ ἄν τις πλείους ἔχῃ λέγειν, τοσούτῳ εὐπορώτερος ἂν δόξειε πρὸς τὴν νίκην;

ΤΟΞ. οὐδαμῶς, ἀλλ ̓ ὡρίσθω μὴ ἐν τῷ πλήθει αὐτῶν τὸ κράτος, 25 ἀλλ ̓ εἰ ἀμείνους καὶ τομώτεραι φαίνοιντο αἱ σαὶ τῶν ἐμῶν, ἴσαι τὸν ἀριθμὸν οὖσαι, καιριώτερα δῆλον ὅτι ἐργάσονταί μοι τραύματα, καὶ πᾶττον ἐνδώσω πρὸς τὰς πληγάς.

ΜΝΗΣ. εὖ λέγεις, καὶ ὡρίσθωσαν ὁπόσαι. ἱκαναὶ πέντε ἔμοιγε δοκοῦσιν ἑκατέρῳ.

ΤΟΞ. κἀμοὶ δοκεῖ. πρότερος δὲ λέγε, ἀλλ ̓ ἐπομοσάμενος ἦ μὴν ἀληθῆ ἐρεῖν· ἄλλως γὰρ πλάττειν τὰ τοιαῦτα οὐ πάνυ χαλεπόν, καὶ ὁ ἔλεγχος ἀφανής. εἰ δὲ ὀμόσειας, οὐχ ὅσιον ἀπιστεῖν. ΜΝΗΣ. ἐμούμεθα,

τῶν ἡμετέρων θεῶν

εἴ τι καὶ ὅρκου δεῖν νομίζεις. τίς δέ σοι ἆρ ̓ ἱκανὸς ὁ φίλιος;

32

ΤΟΞ. καὶ μάλα· ἐγὼ δὲ τὸν ἐπιχώριον ἐμοῦμαί σοι ἐν τῷ ἐμαυτοῦ λόγῳ.

6. Ελληνικά, καὶ ὁπότερος * 10. ὅπερ τῆς Σκυθικῆς * ἱκαναί. πέντε *

29. ὁπόσαι

30

35

12 ΜΝΗΣ. ἴστω τοίνυν ὁ Ζεὺς ὁ φίλιος, ἦ μὴν ὁπόσα ἂν λέγω πρὸς σέ, ἢ αὐτὸς εἰδὼς ἢ παρ ̓ ἄλλων, ὁπόσον οἷόν τε ἦν, δι' ἀκρι βείας ἐκπυνθανόμενος ἐρεῖν, μηδὲν παρ ̓ ἐμαυτοῦ ἐπιτραγῳδῶν. καὶ πρώτην γέ σοι τὴν ̓Αγαθοκλέους καὶ Δεινίου φιλίαν διηγήσομαι, 5 ἀοίδιμον ἐν τοῖς Ιωσι γενομένην.

̓Αγαθοκλῆς γὰρ οὗτος ὁ Σάμιος οὐ πρὸ πολλοῦ ἐγένετο, ἄριστὸς μὲν πρὸς φιλίαν ὡς ἔδειξε, τἆλλα δὲ οὐδὲν Σαμίων τῶν πολλῶν ἀμείνων, οὔτε ἐς τὸ γένος οὔτε ἐς τὴν ἄλλην περιουσίαν. Δεινίᾳ δὲ τῷ Λύσωνος Εφεσίῳ φίλος ἐκ παίδων ἦν. ὁ δὲ Δεινίας ἐπλούτει 10 ἄρα ἐς ὑπερβολήν, καὶ ὥσπερ εἰκὸς νεόπλουτον ὄντα, πολλοὺς καὶ ἄλλους εἶχε περὶ ἑαυτόν, ἱκανοὺς μὲν συμπιεῖν καὶ πρὸς ἡδονὴν συνεῖναι, φιλίας δὲ πλεῖστον ὅσον ἀποδέοντας. τέως μὲν οὖν ἐν τούτοις καὶ ὁ ̓Αγαθοκλῆς ἐξητάζετο, καὶ συνῆν καὶ συνέπινεν αὐ τοῖς, οὐ πάνυ χαίρων τῇ τοιαύτῃ διατριβῇ, καὶ ὁ Δεινίας οὐδὲν 15 αὐτὸν ἐντιμότερον ἦγε τῶν κολάκων· τελευταῖον δὲ καὶ προσέκρουε τὰ πολλὰ ἐπιτιμῶν, καὶ φορτικὸς ἐδόκει ὑπομιμνήσκων ἀεὶ τῶν προγόνων, καὶ φυλάττειν παραγγέλλων ἃ μετὰ πολλῶν καμάτων ὁ πατὴρ αὐτῷ κτησάμενος κατέλιπεν, ὥστε διὰ ταῦτα οὐδ ̓ ἐπὶ τοὺς κώμους ἀπῆγεν ἔτι αὐτόν, ἀλλὰ μόνος μετ ̓ ἐκείνων ἐκώμαζε, 13 λανθάνειν πειρώμενος τὸν ̓Αγαθοκλέα. καὶ δή ποτε ὑπὸ τῶν κολάκων ἐκείνων ὁ ἄθλιος ἀναπείθεται ὡς ἐρῴη αὐτοῦ Χαρίκλεια Δημώνακτος γυνή, ἀνδρὸς ἐπιφανοῦς καὶ πρώτου Εφεσίων τὰ πολιτικά. καὶ γραμματεῖα τε εἰσεφοίτα αὐτῷ παρὰ τῆς γυναικὸς καὶ στέφανοι ἡμιμάραντοι καὶ μῆλά τινα ἀποδεδηγμένα, καὶ ἄλλα ὁπόσα αἱ 25 μαστροποὶ ἐπὶ τοῖς νέοις μηχανῶνται, κατὰ μικρὸν αὐτοῖς ἐπιτεχνώ μεναι τοὺς ἔρωτας καὶ ἀναφλέγουσαι τὸ πρῶτον ἐρᾶσθαι νομίζοντας· ἐπαγωγότατον γὰρ τοῦτό γε, καὶ μάλιστα τοῖς καλοῖς εἶναι οἰομένοις, ἄχρις ἂν λάθωσιν εἰς τὰ δίκτυα ἐμπεσόντες. ἡ Χαρίκλεια δ ̓ ἦν ἀστεῖον μέν τι γύναιον, ἑταιρικὸν δὲ ἐκτόπως, καὶ τοῦ προστυχόντος 30 ἀεί, καὶ εἰ πάνυ ἐπ' ὀλίγῳ ἐπελήσειέ τις· καὶ εἰ προσίδοι τις μόνον, εὐθὺς ἐπένευε, καὶ δέος οὐδὲν ἦν μή τι ἀντείποι Χαρίκλεια. δεινή δὲ καὶ τἆλλα τεχνίτις, παρ' ἥν τινα βούλει τῶν ἑταιρῶν, ἐπισπάσασθαι ἐραστήν, καὶ ἀμφίβολον ἔτι ὄντα ὅλον ὑποποιήσασθαι, καὶ ἐνεχόμενον ἤδη ἐπιτεῖναι καὶ προσεκκαῦσαι, ἄρτι μὲν ὀργῇ ἄρτι δὲ 35 κολακείᾳ, καὶ μετὰ μικρὸν ὑπεροψίᾳ καὶ τῷ πρὸς ἕτερον ἀποκλίνειν δοκεῖν. καὶ ὅλη συνεκεκρότητο ἁπανταχόθεν ἡ γυνή, καὶ πολλὰ 14 μηχανήματα παρεσκεύαστο κατὰ τῶν ἐραστῶν. ταύτην οὖν τότε οἱ Δεινίου κόλακες παραλαμβάνουσιν ἐπὶ τὸ μειράκιον, καὶ τὰ πολλὰ

10. πολλοὺς κόλακας εἶχεν * 45. εἶχε *

« IndietroContinua »