Immagini della pagina
PDF
ePub

τερπνὸν τῶν δὲ τὸ χρήσιμον ὑπισχνουμένων, μόνη ἡ ὄρχησις ἄμφω ἔχει, καὶ πολύ γε ἂν τὸ χρήσιμον ὠφελιμώτερον, ὅσῳ μετὰ τοῦ τερπνοῦ γίνεται· πόσῳ γὰρ τοῦτο ἥδιον ὁρᾶν ἢ πυκτεύοντας νεανί σκους καὶ αἵματι δεομένους, καὶ παλαίοντας ἄλλους ἐν κόνει, οὓς 5 ἡ ὄρχησις πολλάκις ἀσφαλέστερον ἅμα καὶ εὐμορφότερον καὶ τερπνότερον ἐπιδείκνυται. τὴν μὲν οὖν γε κίνησιν τῆς ὀρχηστικῆς, καὶ στροφὰς αὐτῆς καὶ περιαγωγὰς καὶ πηδήματα καὶ ὑπτιασμούς, τοῖς μὲν ἄλλοις τερπνὰ εἶναι συμβέβηκεν ὁρῶσι, τοῖς δὲ ἐνεργοῦσιν αὐτοῖς ὑγιεινότατα· γυμνασίων γὰρ τὸ κάλλιστόν τε ἅμα καὶ 10 εὐρυθμότατον τοῦτο φαίην ἂν ἔγωγε εἶναι, μαλάττον μὲν τὸ σῶμα καὶ κάμπτον καὶ κουφίζον καὶ εὐχερὲς εἶναι πρὸς μεταβολὴν διδά72 σκον, ἰσχὺν δὲ οὐ μικρὰν περιποιοῦν τοῖς σώμασιν. πῶς οὖν οὐ παναρμόνιόν τι χρῆμα ἡ ὄρχησις, ήγουσα μὲν τὴν ψυχήν, ἀσκοῦσα δὲ καὶ τὸ σῶμα, τέρπουσα δὲ τοὺς ὁρῶντας, διδάσκουσα· δὲ πολλὰ 15 τῶν πάλαι ὑπ ̓ αὐλοῖς καὶ κυμβάλοις καὶ μελῶν εὐρυθμίᾳ καὶ κη λήσει διά τε ὀφθαλμῶν καὶ ἀκοῆς; εἴτ ̓ οὖν φωνῆς εὐμοιρίαν ζητεῖς, ποῦ ἂν ἀλλαχόθι εὕροις, ἢ ποῖον πολυφωνότερον ἄκουσμα ἢ ἐμμελέστερον; εἴτε αὐλοῦ καὶ σύριγγος τὸ λιγυρώτερον, ἅλις καὶ τούτων ἐν ὀρχήσει ἀπολαῦσαί σοι πάρεστιν. ἐῶ λέγειν ὡς ἀμείνων τὸ ἦθος 20ὁμιλῶν τῇ τοιαύτῃ νέα γενήσῃ, ὅταν ὁρᾷς τὸ θέατρον μισοῦν μὲν τὰ κακῶς γινόμενα, ἐπιδακρύον δὲ τοῖς ἀδικουμένοις καὶ ὅλως τὰ 73 ἤθη τῶν ὁρώντων παιδαγωγοῦν. ὃ δ ̓ ἔστι μάλιστα ἐπὶ τῶν ὀρχη στῶν ἐπαινέσαι, τοῦτο ἤδη ἐρῶ· τὸ γὰρ ἰσχύν τε ἅμα καὶ ὑγρότητα τῶν μελῶν ἐπιτηδεύειν ὁμοίως παράδοξον εἶναί μοι δοκεῖ ὡς εἴ τις ἐν τῷ αὐτῷ καὶ ̔Ηρακλέους τὸ καρτερὸν καὶ ̓Αφροδίτης τὸ ἁβρόν δεικνύοι.

74 ἐθέλω δὲ ἤδη καὶ ὑποδεῖξαί σοι τῷ λόγῳ ὁποῖον χρὴ εἶναι τὸν ἄριστον ὀρχηστὴν ἔν τε ψυχῇ καὶ σώματι. καίτοι τῆς μὲν ψυχῆς προεῖπον τὰ πλεῖστα· μνημονικόν τε γὰρ καὶ εὐφυᾶ καὶ συνετὸν 30 καὶ ὀξὺν ἐπινοῆσαι καὶ καιροῦ μάλιστα ἐστοχάσθαι φημὶ δεῖν αὐτόν, ἔτι δὲ κριτικόν τε ποιημάτων καὶ ᾆσμάτων καὶ μελῶν τῶν ἀρίστων 75 διαγνωστικὸν καὶ τῶν κακῶς πεποιημένων ελεγκτικόν. τὸ δὲ σῶμα κατὰ τὸν Πολυκλείτου κανόνα ἤδη ἐπιδείξειν μοι δοκῶ· μήτε γὰρ ὑψηλὸς ἄγαν ἔστω καὶ πέρα τοῦ μετρίου ἐπιμήκης, μήτε ταπεινὸς 35 καὶ νανώδης τὴν φύσιν, ἀλλ ̓ ἔμμετρος ἀκριβῶς· οὔτε πολύσαρκος, ἀπίθανον γάρ, οὔτε λεπτὸς ἐς ὑπερβολήν, σκελετῶδες γὰρ τοῦτο 76 καὶ νεκρικόν. ἐθέλω γοῦν σοι καὶ δήμου τινός, οὐ φαύλου τὰ τοιαῦτα ἐπισημαίνεσθαι, βοὰς εἰπεῖν. οἱ γὰρ ̓Αντιοχείς, εὐφυε

42. ἰσχύν τε afe 16. εἰ γοῦν 29. γὰρ εἶναι καὶ ? * 36. γὰρ ante τοῦτο om

α

στάτη πόλις καὶ ὄρχησιν μάλιστα πρεσβεύουσα, οὕτως ἐπιτηρεῖ τῶν λεγομένων καὶ τῶν γινομένων ἕκαστα ὡς μηδένα μηδὲν αὐτῶν διαλανθάνειν. μικροῦ μὲν γὰρ ὀρχηστοῦ εἰσελθόντος καὶ τὸν Ἕκτορα ὀρχουμένου μιᾷ φωνῇ πάντες ἀνεβόησαν «ὅδ ̓ Αστυάναξ, Εκτωρ δὲ ποῦ;» ἄλλοτε δέ ποτε μηκίστου τινὸς ὑπὲρ τὸ μέτριον ὀρχεῖσθαι; τὸν Καπανέα ἐπιχειροῦντος καὶ προσβάλλειν τοῖς Θηβαίων τείχεσιν, ὑπέρβηι» ἔφασαν «τὸ τεῖχος· οὐδέν σοι δεῖ κλίμακος.» καὶ ἐπὶ τοῦ παχέος δὲ καὶ πιμελοῦς ὀρχηστοῦ, πηδᾶν μεγάλα πειρωμένου, «δεόμεθα» ἔφησαν, «φεῖσαι τῆς θυμέλης.» τὸ δὲ ἐναντίον τῷ πάνυ λεπτῷ ἐπεβόησαν «καλῶς ἔχε» ὡς νοσοῦντι. τούτων οὐ τοῦ γελοίου 10 ἕνεκα ἐπεμνήσθην, ἀλλ ̓ ὡς ἴδῃς ὅτι καὶ δῆμοι ὅλοι μεγάλην σπου δὴν ἐποιήσαντο ἐπὶ τῇ ὀρχηστικῇ, ὡς καὶ ῥυθμίζειν τὰ καλὰ καὶ τὰ αἰσχρὰ αὐτῆς δύνασθαι. εὐκίνητος δὲ τὸ μετὰ τοῦτο πάντως 77 ἔστω, καὶ τὸ σῶμα λελυμένος τε ἅμα καὶ συμπεπηγώς, ὡς λυγίζε σθαί τε, ὅπῃ καιρός, καὶ συνεστάναι καρτερῶς, εἰ τούτου δέοι. 15 ὅτι δὲ οὐκ ἀπήλλακται ὄρχησις· καὶ τῆς ἐναγωνίου χειρονομίας, 78 ἀλλὰ μετέχει τῶν Ἑρμοῦ καὶ Πολυδεύκους καὶ Ἡρακλέους ἐν ἀθλήσει καλῶν, ἴδοις ἂν ἑκάστῃ τῶν μιμήσεων ἐπισχών. Ηροδότῳ μὲν οὖν τὰ δι ̓ ὀμμάτων φαινόμενα πιστότερα εἶναι τῶν ὤτων δοκεῖ, ὀρχήσει δὲ καὶ τὰ ὤτων καὶ ὀφθαλμῶν πρόσεστιν.

20

οὕτω δὲ θέλγει ὄρχησις ὥστε ἂν ἐρῶν τις εἰς τὸ θέατρον 79 παρέλθῃ, ἐσωφρονίσθη ἰδὼν ὅσα ἔρωτος κακὰ τέλη, καὶ λύπῃ ἐχόμενος ἐξέρχεται τοῦ Θεάτρου φαιδρότερος ὥσπερ τι φάρμακον ληθε δανὸν καὶ κατὰ τὸν ποιητὴν νηπενθές τε καὶ ἄχολον πιών. σημεῖον δὲ τῆς πρὸς τὰ γινόμενα οἰκειότητος καὶ τοῦ γνωρίζειν ἕκαστον τῶν ὁρώντων τὰ δεικνύμενα τὸ δακρύειν πολλάκις τοὺς θεατάς, ὁπόταν τι οἰκτρὸν καὶ ἐλεεινόν φαίνηται. ἡ μέν γε βακχική ὄρ χησις ἐν Ιωνίᾳ μάλιστα καὶ ἐν Πόντῳ σπουδαζομένη, καίτοι σατυ ρικὴ οὖσα, οὕτω κεχείρωται τοὺς ἀνθρώπους τοὺς ἐκεῖ ὥστε κατὰ τὸν τεταγμένον ἕκαστοι καιρὸν ἁπάντων ἐπιλαθόμενοι τῶν ἄλλων 30 κάθηνται δι' ἡμέρας Τιτᾶνας καὶ Κορύβαντας καὶ Σατύρους καὶ βουκόλους ὁρῶντες. καὶ ὀρχοῦνταί γε ταῦτα οἱ εὐγενέστατοι καὶ πρωτεύοντες ἐν ἑκάστῃ τῶν πόλεων, οὐχ ὅπως αἰδούμενοι, ἀλλὰ καὶ μέγα φρονοῦντες ἐπὶ τῷ πράγματι μᾶλλον ἤ περ ἐπ ̓ εὐγενείαις καὶ λειτουργίαις καὶ ἀξιώμασι προγονικοῖς.

35

ἐπεὶ δὲ τὰς ἀρετὰς ἔφην τὰς ὀρχηστικάς, ἄκουε καὶ τὰς και 80 κίας αὐτῶν. τὰς μὲν οὖν ἐν σώματι ἤδη ἔδειξα· τὰς δὲ τῆς διανοίας οὕτως ἐπιτηρεῖν, οἶμαι, δύναιο ἄν. πολλοὶ γὰρ αὐτῶν ὑπ ̓

[blocks in formation]

ἀμαθίας (ἀμήχανον γὰρ ἅπαντας εἶναι σοφούς) καὶ σολοικίας δεινὰς ἐν τῇ ὀρχήσει ἐπιδείκνυνται, οἳ μὲν ἄλογα κινούμενοι καὶ μηδέν, ὥς φασι, πρὸς τὴν χορδήν (ἕτερα μὲν γὰρ ὁ ποὺς ἕτερα δ ̓ ὁ ρυθμὸς λέγει), οἳ δὲ εὔρυθμα μέν, τὰ πράγματα δὲ μετάχρονα ἢ πρόχρονα, 5οἷον ἐγώ ποτε ἰδὼν μέμνημαι. τὰς γὰρ Διὸς γονὸς ὀρχούμενός τις καὶ τὴν τοῦ Κρόνου τεκνοφαγίαν παρωρχεῖτο καὶ τὰς Θυέστου συμφοράς, τῷ ὁμοίῳ παρηγμένος· καὶ ἄλλος τὴν Σεμέλην ὑποκρινόμενος βαλλομένην τῷ κεραυνῷ, τὴν Γλαύκην αὐτῇ εἴκαζε μεταγενεστέραν οὖσαν. ἀλλ ̓ οὐκ ἀπό γε τῶν τοιούτων ὀρχηστῶν ὀρχήσεως αὐτῆς, 10 οἶμαι, καταγνωστέον, οὐδὲ τὸ ἔργον αὐτὸ μισητέον, ἀλλὰ τοὺς μέν, ὥσπερ εἰσίν, ἀμαθεῖς νομιστέον, ἐπαινετέον δὲ τοὺς ἐννόμως καὶ κατὰ ῥυθμὸν τῆς τέχνης ἱκανῶς ἕκαστα ὁρῶντας. 81 ὅλως δὲ τὸν ὀρχηστὴν δεῖ πανταχόθεν ἀπηκριβῶσθαι, ὡς εἶναι τὸ πᾶν εὔρυθμον εὔμορφον σύμμετρον, αὐτὸ αὑτῷ ἐοικός, ἀσυκο15 φάντητον ἀνεπίληπτον, μηδαμῶς ἐλλιπές, ἐκ τῶν ἀρίστων κεκραμένον, τὰς ἐνθυμήσεις ὀξύν, τὴν παιδείαν βαθύν, τὰς ἐννοίας ἀνθρώπινον μάλιστα. ὁ γοῦν ἔπαινος αὐτῷ τότ ̓ ἂν γίνοιτο ἐντελὴς παρὰ τῶν θεατῶν, ὅταν ἕκαστος γνωρίζῃ τὰ αὑτοῦ, μᾶλλον δὲ ὥσπερ ἐν κατόπτρῳ τῷ ὀρχηστῇ ἑαυτὸν βλέπῃ, καὶ ἃ πάσχειν αὐτὸς 20 καὶ ἃ ποιεῖν εἴωθεν. τότε γὰρ οὐδὲ κατέχειν ἑαυτοὺς οἱ ἄνθρωποι ὑφ ̓ ἡδονῆς δύνανται, ἀλλ ̓ ἀπρόοι πρὸς τὸν ἔπαινον ἐκχέονται, τὰς τῆς ἑαυτοῦ ψυχῆς ἕκαστος εἰκόνας ὁρῶντες καὶ αὑτοὺς γνωρίζοντες. ἀτεχνῶς γὰρ τὸ Δελφικὸν ἐκεῖνο τὸ γνῶθι σεαυτόν ἐκ τῆς Νέας αὐτοῖς περιγίνεται, καὶ ἀπέρχονται ἀπὸ τοῦ θεάτρου ἅ τε χρὴ καἱρεῖσθαι καὶ ἃ φεύγειν μεμαθηκότες, καὶ ἃ πρότερον ἠγνόουν διδαχθέντες.

82 γίνεται δὲ ὥσπερ ἐν λόγοις, οὕτω δὲ καὶ ἐν ὀρχήσει ἡ πρὸς τῶν πολλῶν λεγομένη κακοζηλία, ὑπερβαινόντων τὸ μέτρον τῆς μιμή σεως καὶ πέρα τοῦ δέοντος ἐπιτεινόντων, καὶ εἰ μέγα τι δεῖξαι δέοι, το ὑπερμέγεθες ἐπιδεικνυμένων, καὶ εἰ ἁπαλόν, καθ ̓ ὑπερβολὴν θηλυνομένων, καὶ τὰ ἀνδρώδη ἄχρι τοῦ ἀγρίου καὶ θηριώδους προαγόντων. 83 οἷον ἐγώ ποτε μέμνημαι ἰδὼν ποιοῦντα ὀρχηστὴν εὐδοκιμοῦντα πρότερον, συνετὸν μὲν τἆλλα καὶ 9αυμάζεσθαι ὡς ἀληθῶς ἄξιον, οὐκ οἶδα δὲ ᾗ τινὶ τύχῃ εἰς ἀσχήμονα ὑπόκρισιν δι ̓ ὑπερβολὴν μιμή35 σεως ἐξοκείλαντα. ὀρχούμενος γὰρ τὸν Αἴαντα μετὰ τὴν ἧτταν εὐθὺς μαινόμενον, εἰς τοσοῦτον ὑπερεξέπεσεν ὥστε οὐχ ὑποκρίνασθαι μανίαν ἀλλὰ μαίνεσθαι αὐτὸς εἰκότως ἄν τινι ἔδοξεν. ἑνὸς γὰρ τῶν τῷ σιδηρῷ ὑποδήματα κτυπούντων τὴν ἐσθῆτα κατέρρηξεν, ἑνὸς δὲ τῶν ὑπαυλούντων τὸν αὐλὸν ἁρπάσας τοῦ ̓Οδυσσέως πλη1ο σίον ἑστῶτος καὶ ἐπὶ τῇ νίκῃ μέγα φρονοῦντος διεῖλε τὴν κεφαλὴν

[ocr errors]

"

κατενεγκών· καὶ εἴ γε μὴ ὁ πῖλος ἀντέσχε καὶ τὸ πολὺ τῆς πληγῆς ἀπεδέξατο, ἀπωλώλει ἂν ὁ κακοδαίμων. Οδυσσεὺς ὀρχηστῇ παραπαίοντι περιπεσών. ἀλλὰ τό γε θέατρον ἅπαν συνεμεμήνει τῷ Αἴαντι, καὶ ἐπήδων καὶ ἐβόων καὶ τὰς ἐσθῆτας ἀνερρίπτουν, οἱ μὲν συρ φετώδεις καὶ αὐτὸ τοῦτο ἰδιῶται τοῦ μὲν εὐσχήμονος οὐκ ἐστο-5 χασμένοι, οὐδὲ τὸ χεῖρον ἢ τὸ κρεῖττον ὁρῶντες, ἄκραν δὲ μίμησιν τοῦ πάθους τὰ τοιαῦτα οἰόμενοι εἶναι, οἱ ἀστειότεροι δὲ συνιέντες μὲν καὶ αἰδούμενοι ἐπὶ τοῖς γινομένοις, οὐκ ἐλέγχοντες δὲ σιωπῇ τὸ πρᾶγμα, τοῖς δὲ ἐπαίνοις καὶ αὐτοὶ τὴν ἄνοιαν τῆς ὀρχήσεως ἐπικαλύπτοντες, καὶ ἀκριβῶς ὁρῶντες ὅτι οὐκ Αίαντος ἀλλ ̓ ὀρχη-10 στοῦ μανίας τὰ γινόμενα ἦν. οὐ γὰρ ἀρκεσθείς τούτοις ὁ γενναῖος ἄλλο μακρῷ τούτου γελοιότερον ἔπραξε καταβὰς γὰρ εἰς τὸ μέσον ἐν τῇ βουλῇ δύο ὑπατικῶν μέσος ἐκαθέζετο, πάνυ δεδιότων μὴ καὶ αὐτῶν τινὰ ὥσπερ κριὸν μαστιγώσῃ λαβών. καὶ τὸ πρᾶγμα οἳ μὲν ἐθαύμαζον οἳ δὲ ἐγέλων, οἳ δὲ ὑπώπτευον, μὴ ἄρα ἐκ τῆς15 ἄγαν μιμήσεως εἰς τὴν τοῦ πάθους ἀλήθειαν ὑπηνέχθη, καὶ αὐ- 84 τὸν μέντοι φασὶν ἀνανήψαντα οὕτω μετανοῆσαι ἐφ ̓ οἷς ἐποίησεν ὥστε καὶ νοσῆσαι ὑπὸ λύπης, ὡς ἀληθῶς ἐπὶ μανίᾳ κατεγνωσμένον. καὶ ἐδήλωσε γε τοῦτο σαφῶς αὐτός· αἰτούντων γὰρ αὖθις τῶν στασιωτῶν αὐτὸν τὸν Αἴαντα ὀρχήσασθαι αὐτοῖς, παραστησάμενος20 τὸν ὑποκριτὴν ἔφη πρὸς τὸ θέατρον «ἱκανόν ἐστιν ἅπαξ μανῆναι.» μάλιστα δὲ αὐτὸν ἠνίασεν ὁ ἀνταγωνιστὴς καὶ ἀντίτεχνος· τοῦ γὰρ ὁμοίου Αἴαντος αὐτῷ γραφέντος οὕτω κοσμίως καὶ σωφρόνως τὴν μανίαν ὑπεκρίνατο ὡς ἐπαινεθῆναι, μείνας ἐντὸς τῶν τῆς ὀρχήσεως ὅρων καὶ μὴ παροινήσας εἰς τὴν ὑπόκρισιν, εντο

δ

25

ταῦτά σοι ὦ φιλότης ὀλίγα ἐκ παμπόλλων παρέδειξα ὀρχήσεως 85 ἔργα καὶ ἐπιτηδεύματα, ὡς μὴ πάνυ ἄχθοιό μοι ἐρωτικῶς θεωμένῳ αὐτά. εἰ δὲ βουληθείης κοινωνῆσαί μοι τῆς θέας, εὖ οἶδ ̓ ἐγὼ πάνυ ἁλωσόμενόν σε, καὶ ὀρχηστομανήσοντά γε προσέτι. ὥστε οὐδὲν δεήσομαι τὸ τῆς Κίρκης ἐκεῖνο πρὸς σὲ εἰπεῖν, τὸ θαῦμά μ' ἔχει,30 ὡς οὔτι πιὼν τάδε φάρμακ' ἐπέλθης, δεχθήσῃ γάρ, καὶ μὰ Δί' οὐκ ὄνου κεφαλὴν ἢ συὸς καρδίαν ἕξεις, ἀλλ ̓ ὁ μὲν νέος σοι ἐμπε δώτερος ἔσται, σὺ δὲ ὑφ ̓ ἡδονῆς οὐδὲ ὀλίγον τοῦ κυκεῶνος ἄλλῳ μεταδώσεις πιεῖν. ὅπερ γὰρ ὁ Ὅμηρος περὶ τῆς Ἑρμοῦ ῥάβδου τῆς χρυσῆς λέγει, ὅτι καὶ ἀνδρῶν ὄμματα θέλγει δι' αὐτῆς ὧν ἐπέλει, τοὺς δ ̓ αὖτε καὶ ὑπνώοντας ἐγείρει, τοῦτο ἀτεχνῶς ἔρχησις ποιεῖ, καὶ τὰ ὄμματα πείγουσα καὶ ἐγρηγορέναι ποιοῦσα, καὶ ἐπεγείρουσα τὴν διάνοιαν πρὸς ἕκαστα τῶν δρωμένων.

12. ἀλλὰ

.

ΚΡΑΤ. καὶ μὴν ἤδη ἐγὼ ὦ Λυκῖνε πείθομαί τέ σοι, καὶ ἀναπεπταμένα ἔχω καὶ τὰ ὦτα καὶ τὰ ὄμματα. καὶ μέμνησό γε ὦ φιλότης, ἐπειδὰν εἰς τὸ θέατρον ἴης, καὶ ἐμοὶ παρὰ σεαυτῷ θέαν καταλαμβάνειν, ὡς μὴ μόνος ἐκεῖθεν σοφώτερος ἡμῖν ἐπανίῃς.

ΠΕΡΙ ΑΣΤΡΟΛΟΓΙΗΣ.

5

̓Αμφί τε οὐρανοῦ ἀμφί τε ἀστέρων ἡ γραφή, οὐκ αὐτῶν ἀστέρων οὐδ ̓ αὐτοῦ πέρι οὐρανοῦ, ἀλλὰ μαντείης καὶ ἀληθείης, δὴ ἐκ τουτέων ἐς ἀνθρώπων βίον ἔρχεται. ὁ δέ μοι λόγος οὐχ ὑποΔημοσύνην ἔχει, οὐδὲ διδασκαλίην ἐπαγγέλλεται, ὅκως ταύτην τὴν μαντοσύνην διενεκτέον, ἀλλὰ μέμφομαι οκόσοι σοφοὶ ἐόντες τὰ μὲν 10 ἄλλα ἐπασκέουσι καὶ παισὶ τοῖς ἑωυτέων ἀπηγέονται, μούνην δ' ἀστρο2 λογίην οὔτε τιμέουσιν οὔτε ἐπασκέουσι. καὶ ἡ μὲν σοφίη παλαιή, οὐδὲ νέον ἐς ἡμέας ἀπίκετο, ἀλλ ̓ ἔστιν ἔργον ἀρχαίων βασιλέων Θεοφιλέων· οἱ δὲ νῦν ἀμαθίῃ καὶ ῥᾳθυμίῃ καὶ προσέτι μισοπονίῃ κείνοισί τε ἀντίξοα φρονέουσι, καὶ εὖτ ̓ ἂν ἀνδράσιν ἐπικυρέωσι 15 ψεύδεα μαντευομένοισι, ἄστρων τε κατηγορέουσι καὶ αὐτὴν ἀστρολογίην μισέουσιν, οὐδέ μιν οὔτε ὑγιέα οὔτε ἀληθέα νομίζουσιν ἀλλὰ λόγον ψευδέα καὶ ἀνεμώλιον, οὐ δικαίως, ἐμοὶ δοκέει, φρονέοντες· οὔτε γὰρ τέκτονος ἀιδρίη τεκτοσύνης αὐτῆς ἀφυΐη, οὔτε αὐλητέω ἀμουσίη μουσικῆς ἀσοφίη, ἀλλ ̓ οἳ μὲν ἀμαθέες τῶν τεχνέων, ἑκάστη 20 δ ̓ ἐν ἑωυτῇ σοφή.

3

πρῶτον μὲν ὧν Αιθίοπες τόνδε τὸν λόγον ἀνθρώποισι κατεστήσαντο. αἰτίη δὲ αὐτέοισι τὰ μὲν ἡ σοφίη τοῦ ἔθνεος (καὶ γὰρ τἆλλα τῶν ἄλλων σοφώτεροι Αἰθίοπες) τὰ δὲ καὶ τῆς οἰκήσιος ἡ εὐμοιρίη· αἰεὶ γάρ σφεας εὐδίη καὶ γαληναίη περικέαται, οὐδὲ τῶν 25 τοῦ ἔτεος τροπέων ἀνέχονται, ἀλλ ̓ ἐν μιῇ ὥρῃ οἰκέουσιν. ἰδόντες ὦν πρῶτα τὴν σεληναίην οὐκ ἐς πάμπαν ὁμοίην φαινομένην ἀλλὰ πολυειδέα τε γινομένην καὶ ἐν ἄλλοτε ἄλλῃ μορφῇ τρεπομένην, ἐδόκεεν αὐτέοισι τὸ χρῆμα θωύματος καὶ ἀπορίης ἄξιον. ἔνθεν δὲ ζητέοντες εὗρον τουτέων τὴν αἰτίην, ὅτι οὐκ ἴδιον τῇ σεληναίῃ τὸ 4 φέγγος, ἀλλά οἱ παρ' ηελίου ἔρχεται. εὗρον δὲ καὶ τῶν ἄλλων ἀστέρων τὴν φορήν, τοὺς δὴ πλάνητας ἡμεῖς καλέομεν (μοῦνοι γὰρ τῶν ἄλλων ἀστέρων κινέονται), φύσιν τε αὐτέων καὶ δυναστείην, καὶ

[blocks in formation]
« IndietroContinua »