Immagini della pagina
PDF
ePub

Einleitung.

Die Kunst im Dienste fürstlicher Pracht.

Die Pyra des Hephaistion (Ol. 114, 1.)

1981. Diod. Sicul. XVII. 114. ἀπολύσας δὲ τὰς πρεσβείας (Alexandros) περὶ τὴν ταφὴν ἐγίνετο τοῦ Ἡφαιστίωνος, τοσαύτην δὲ σπουδὴν ἐποιήσατο πρὸς τὴν τῆς ἐκφορᾶς ἐπιμέλειαν, ὥςτε μὴ μόνον τὰς προγεγενημένας παρ ̓ ἀνθρώποις ταφὰς ὑπερβαλέσθαι, ἀλλὰ καὶ τοῖς ἐσομένοις μηδεμίαν υπέρθεσιν καταλιπεῖν. 115. τῶν γὰρ ἡγεμόνων 5 καὶ φίλων ἕκαστος στοχαζόμενος τῆς τοῦ βασιλέως ἀρεσκείας, κατεσκεύαζεν εἴδωλα δι ̓ ἐλέφαντος καὶ χρυσοῦ καὶ τῶν ἄλλων τῶν θαυμαζομένων παρ ̓ ἀνθρώποις· αὐτὸς δὲ ἀρχιτέκτονας ἀθροίσας καὶ λεπτουργών πλῆθος τοῦ μὲν τείχους καθεῖλεν ἐπὶ δέκα σταδίους, τὴν δ ̓ ὀπτὴν πλίνθον ἀναλεξάμενος καὶ τὸν δε- 10 χόμενον τὴν πυρὰν τόπον ὁμαλὸν κατασκευάσας ᾠκοδόμησε τετράπλευρον πυράν, σταδιαίας οὔσης ἑκάστης πλευρᾶς, εἰς τριάκοντα δὲ δόμους διελόμενος τὸν τόπον καὶ καταστρώσας τὰς ὀροφὰς φοινίκων στελέχεσι τετράγωνον ἐποίησε πᾶν τὸ κατασκεύασμα. μετὰ δὲ ταῦτα περιετίθει τῷ περιβόλῳ παντὶ κόσμον. οὗ τὴν μὲν κρηπῖδα χρυσαῖ 15 πεντηρικαὶ πρῶραι συνεπλήρουν, οἶσαι τὸν ἀριθμὸν διακόσιαι τεσσαράκοντα, ἐπὶ δὲ τῶν ἐπωτίδων ἔχουσαι δύο μὲν τοξότας εἰς γόνυ κεκαθικότας τετραπήχεις, ἀνδριάντας δὲ πενταπήχεις καθωπλισμένους. τοὺς δὲ μεταξὺ τόπους φοινικίδες ἀνεπλήρουν πιληταί· ὑπεράνω δὲ τούτων τὴν δευτέραν ἐπανεῖχον χώ- 20 ραν δᾄδες πεντεκαιδεκαπήχεις, κατὰ μὲν τὴν λαβὴν ἔχουσαι χρυσοῦς στεφάνους, κατὰ δὲ τὴν ἐκφλόγωσιν ἀετοὺς διαπεπετακότας τὰς πτέρυγας καὶ κάτω νεύοντας, παρὰ δὲ τὰς βάσεις δράκοντας ἀφορῶντας τοὺς ἀετούς. κατὰ δὲ τὴν τρίτην περιφο ρὰν κατεσκεύαστο ζῴων παντοδαπῶν πλῆθος κυνηγουμένων. 25 ἔπειτα ἡ μὲν τετάρτη χώρα κενταυρομαχίαν χρυσῆν εἶχεν, ἡ δὲ πέμπτη λέοντας καὶ ταύρους ἐναλλάξ χρυσούς. τὸ δ ̓ ἀνώτερον μέρος ἐπεπλήρωτο Μακεδονικῶν καὶ βαρβαρικῶν ὅπλων ὧν μὲν τὰς ἀνδραγαθίας ὧν δὲ τὰς ἥττας σημαινόντων. ἐπὶ πᾶσι δὲ ἐφειστήκεισαν Σειρήνες διάκοιλοι, καὶ δυνάμεναι λεληθότως δέξασθαι 30 τοὺς ἐν αὐταῖς ὄντας καὶ ᾄδοντας ἐπικήδιον θρῆνον τῷ τετελευτηκότι. τὸ δ ̓ ὕψος ἦν ὅλου τοῦ κατασκευάσματος πήχεις πλείους τῶν ἑκατὸν τριάκοντα, καθόλου δὲ τῶν τε ἡγεμόνων καὶ τῶν στρατιωτῶν ἁπάντων καὶ τῶν πρέσβεων, ἔτι δὲ τῶν ἐγχωρίων, φιλοτιμηθέντων εἰς τὸν τῆς ἐκφορᾶς κόσμον, φασὶ τὸ πλῆθος τῶν ἀναλωθέντων χρημάτων γεγονέ- 35 ται πλείω τῶν μυρίων καὶ διςχιλίων ταλάντων.

1982. Plut. Alexandr. M. 72. τύμβον δὲ καὶ ταφὴν αὐτοῦ καὶ τὸν περὶ ταῦτα κόσμον ἀπὸ μυρίων ταλάντων ἐπιτελέσαι διανοούμενος, ὑπερβαλέσθαι δὲ τῷ φιλοτέχνῳ καὶ περιττῷ τῆς κατασκευῆς τὴν δαπάνην, επόθησε μάλιστα τῶν τεχνιτών Στασικράτην, μεγαλουργίαν τινὰ καὶ τόλμαν καὶ κόμπον ἐν ταῖς καινοτομίαις ἐπαγγελλόμενον.

1983. Arrian. Anab. VII. 14. 15. καὶ πυρὰν κελεῦσαι αὐτῷ ἑτοιμάζεσθαι ἐν Βαβυλῶνι ἀπὸ ταλάντων μυρίων· οἱ δὲ καὶ πλειόνων ἀνέργαψαν.

Der Sarg und der Leichenwagen Alexandros' des Gr. (Ol. 114. 3.) 1984. Diod. Sicul. XVIII. 26. Ἀῤῥιδαῖος ὁ κατασταθεὶς ἐπὶ τὴν κατακομιδὴν τοῦ ̓Αλεξάνδρου σώματος συντετελεκὼς τὴν ἁρμάμαξαν, ἐφ ̓ ἧς ἔδει κατακομισθῆναι τὸ βασιλικὸν σῶμα, παρεσκευάζετο τὰ πρὸς τὴν κομιδήν. ἐπεὶ δὲ τὸ κατασκευασθὲν ἔργον, ἀξιόλογον ὑπάρ χον τῆς Ἀλεξάνδρου δόξης, οὐ μόνον κατὰ τὴν δαπάνην διήνεγκε τῶν 5 ἄλλων ὡς ἀπὸ πολλῶν ταλάντων κατασκευασθὲν, ἀλλὰ καὶ τῇ κατὰ τὴν τέχνην περιττότητι περιβόητον ὑπῆρξε· καλῶς ἔχειν ὑπολαμβάνομεν ἀναγράψαι περὶ αὐτοῦ. πρῶτον μὲν γὰρ τῷ σώ ματι κατεσκευάσθη χρυσοῦν σφυρήλατον ἁρμόζον, καὶ τοῦτ ̓ ἀνὰ μέσον ἐπλήρωσαν ἀρωμάτων τῶν ἅμα δυναμένων τὴν εὐωδίαν καὶ τὴν δια- 10 μονὴν παρέχεσθαι τῷ σώματι. ἐπάνω δὲ τῆς θήκης ἐπετίθετο και λυπτὴρ χρυσοῦς, ἁρμόζων ἀκριβῶς καὶ περιλαμβάνων τὴν ἀνωτάτω περιφέρειαν. ταύτης δ ̓ ἐπάνω περιέκειτο φοινικὶς διαπρεπὴς χρυσοποίκιλτος, παρ ̓ ἣν ἔθεσαν τὰ τοῦ μετηλλαχότος ὅπλα, βουλόμενοι συνοικειοῦν τὴν ὅλην φαντασίαν ταῖς προκατειργασμέναις πράξεσι. 15 μετὰ δὲ ταῦτα παρέστησαν τὴν τοῦτο κομιοῦσαν ἁρμάμαξαν, ἧς κατεσκεύαστο κατὰ μὲν τὴν κορυφὴν καμάρα χρυσῆ ἔχουσα φολίδα λιθοκόλληττον, ἧς ἦν τὸ μὲν πλάτος ὀκτὼ πηχῶν τὸ δὲ μῆκος δώδεκα. ὑπὸ δὲ τὴν ὑπωροφίαν παρ ̓ ὅλον τὸ ἔργον θρόνος χρυσοῦς, τῷ σχή ματι τετράγωνος, ἔχων τραγελαφων προτομὰς ἐκτύπους, ἐξ ὧν ἤρ-20 τηντο κρίκοι χρυσοί διπάλαιστοι, δι ̓ ὧν κατακεκρέμαστο στέμμα πομπικόν, χρώμασι παντοδαποῖς διαπρεπῶς κατηνθισμένον. ἐπὶ δὲ τῶν ἄκρων ὑπῆρχε θύσανος δικτυωτός, ἔχων εὐμεγέθεις κώδωνας, ὥςτε ἐκ πολλοῦ διαστήματος προςπίπτειν τὸν ψόφον τοῖς ἐγγίζουσι. κατὰ δὲ τὰς τῆς καμάρας γωνίας ἐφ' ἑκάστης ἦν πλευρᾶς νίκη χρυσῆ 25 τροπαιοφόρος· τὸ δ ̓ ἐκδεχόμενον τὴν καμάραν περίστυλον χρυσοῦν ὑπῆρχεν, ἔχον Ἰωνικὰ κιονόκρανα. ἐντὸς δὲ τοῦ περιστύλου δίκτυον ἦν χρυσοῦν, τὸ πάχος τῇ πλοκῇ δακτυλιαῖον, καὶ πίνακας παραλλήλους ζωοφόρους τέτταρας ἴσους τοῖς τοίχοις ἔχον.

[ocr errors]

27. τούτων δ' ὁ μὲν πρῶτος ἦν ἔχων ἅρμα τορευτόν, καὶ καθήμενον 30 ἐπὶ τούτου τὸν Ἀλέξανδρον, μετὰ χεῖρας ἔχοντα σκῆπτρον διαπρεπές· περὶ δὲ τὸν βασιλέα μία μὲν ὑπῆρχε θεραπεία καθωπλισμένη Μακεδόνων, ἄλλη δὲ Περσῶν μηλοφόρων, καὶ πρὸ τούτων ὁπλοφόροι· ὁ δὲ δεύτερος εἶχε τοὺς ἐπακολουθοῦντας τῇ θεραπείᾳ ἐλέφαντας κεκοσμημένους πολεμικῶς, ἀναβάτας ἔχοντας ἐκ μὲν τῶν ἔμπροσθεν Ινδούς, 35 ἐκ δὲ τῶν ὄπισθεν Μακεδόνας, καθωπλισμένους τῇ συνήθει σκευῇ. ὁ δὲ τρίτος ἱππέων ἴλας μιμουμένας τὰς ἐν ταῖς παρατάξεσι συναγωγάς· ὁ δὲ τέταρτος ναῦς κεκοσμημένας πρὸς ναυμαχίαν. καὶ παρὰ μὲν τὴν εἰς τὴν καμάραν εἴςοδον ὑπῆρχον λέοντες χρυσοῖ, δεδορκότες πρὸς

τοὺς εἰςπορευομένους. ἀνὰ μέσον δὲ ἑκάστου τῶν κιόνων ὑπῆρχε χρυ- 40 σοῦς ἄκανθος, ἀνατείνων ἐκ τοῦ κατ' ὀλίγον μέχρι τῶν κιονοκράνων. ἐπάνω δὲ τῆς καμάρας κατὰ μέσην τὴν κορυφὴν φοινικίς ὑπῆρχεν υπαίθριος ἔχουσα χρυσοῦν στέφανον ἐλαίας εὐμεγέθη, πρὸς ὃν ὁ ἥλιος προσβάλλων τὰς ἀκτῖνας κατεσκεύαζε τὴν αὐγὴν ἀποστίλβουσαν καὶ σειομένην, ὥςτ ̓ ἐκ μακροῦ διαστήματος ὁρᾶσθαι τὴν πρόςοψιν 45 ἀστραπῇ παραπλησίαν. ἡ δ ̓ ὑπὸ τὴν καμάραν καθέδρα δύο εἶχεν ἄξονας, οὓςπερ ἐδίνευον τροχοὶ Περσικοὶ τέτταρες, ὧν ὑπῆρχε τὰ μὲν πλάγια καὶ αἱ κνημίδες κατακεχρυσωμέναι, τὸ δὲ προςπίπτον τοῖς ἐδάφεσι μέρος σιδηροῦν. τῶν δ ̓ ἀξόνων τὰ προέχοντα χρυσᾶ κατε σκεύαστο, προτομὰς ἔχοντα λεόντων σιβήνην ἐδὰξ κατεχούσας. κατὰ 50 δὲ μέσον τὸ μῆκος εἶχον πόλον ἐνηρμοσμένον μηχανικῶς ἐν μέσῃ τῇ καμάρᾳ, ώςτε δύνασθαι διὰ τούτου τὴν καμάραν ἀσάλευτον εἶναι κατὰ τοὺς σεισμοὺς καὶ ἀνωμάλους τόπους. τεττάρων δ ̓ ὄντων ῥυμῶν ἑκάστην τετραστοιχία ζευγῶν ὑπέζευκτο, τεττάρων ἡμιόνων ἑκάστῳ ζεύγει προςδεδεμένων, ὡςτε τοὺς ἅπαντας ἡμιόνους εἶναι ἑξήκοντα καὶ τέσ- 55 σαρας, ἐπιλελεγμένους ταῖς τε ῥώμαις καὶ τοῖς ἀναστήμασιν. ἕκαστος δὲ τούτων ἐστεφάνωτο κεχρυσωμένῳ στεφάνῳ, καὶ παρ ̓ ἑκατέραν τῶν σιαγόνων εἶχεν ἐξηρτημένον κώδωνα χρυσοῦν, περὶ δὲ τοὺς τραχήλους χλιδώνας λιθοκολλήτους.

.

(Vgl. Plin. N. H. XXXIV. 48. Alexandri quoque Magni tabernaculum sustinere traduntur solitae statuae, ex quibus duae ante Martis Ultoris aedem dicatae sunt, totidem ante regiam mit Urlichs, Chrest. Plin. p. 315.)

Das Prachtschiff Hierons II. von Syrakus (um Ol. 137.)

1985. Athen. V. p. 206 d. 40. περὶ δὲ τῆς ὑπὸ Ιέρωνος τοῦ Συρακοσίου κατασκευασθείσης νεώς, ἧς καὶ Ἀρχιμήδης ἦν ὁ γεωμέτρης επόπτης, οὐκ ἄξιον εἶναι κρίνω σιωπῆσαι, σύγγραμμα ἐκδόντος Μοσχίωνος τι νός, ᾧ οὐ παρέργως ἐνέτυχον ὑπογυίως, γράφει οὖν ὁ Μοσχίων οὕτως

ὁ δ ̓ Ιέρων ὁ τῶν Συρακοσίων βασιλεύς, ὁ πάντα Ῥωμαίοις φίλος, 5 ἐσπουδάκει μὲν καὶ περὶ ἱερῶν καὶ γυμνασίων κατασκευάς, ἦν δὲ καὶ περὶ ναυπηγίας φιλότιμος, πλοῖα σιτηγὰ κατασκευαζόμενος, ὧν ἑνὸς τῆς κατασκευῆς μνησθήσομαι. ... συνήγαγε δὲ καὶ ναυπηγοὺς καὶ τοὺς άλλους τεχνίτας, καὶ καταστήσας ἐκ πάντων Αρχίαν τὸν Κορίνθιον ἀρχιτέκτονα παρεκάλεσε προθύμως ἐπιλαβέσθαι τῆς κατασκευῆς, 10 προσκαρτερῶν καὶ αὐτὸς τὰς ἡμέρας. . . . ὡς δὲ περὶ τὸν καθελκυ σμὸν αὐτοῦ τὸν εἰς τὴν θάλασσαν πολλὴ ζήτησις ἦν, Αρχιμήδης ὁ μηχανικὸς μόνος αὐτὸ κατήγαγε δι' ὀλίγων σωμάτων. κατασκευάσας γὰρ ἕλικα τὸ τηλικοῦτον σκάφος εἰς τὴν θάλασσαν κατήγαγε.... 41. ἦν δ ̓ ἡ ναῦς τῇ μὲν κατασκευῇ εἰκοσήρης, τριπάροδος δέ, τὴν μὲν κατωτάτω 15 ἔχουσα ἐπὶ τὸν γόμον, ἐφ ̓ ἣν διὰ κλιμάκων πυκνῶν ἡ κατάβασις ἐγίνετο· ἡ δ ̓ ἑτέρα τοῖς εἰς τὰς διαίτας βουλομένοις εἰςιέναι μεμηχάνητο· μεθ ̓ ἣν ἡ τελευταία τοῖς ἐν τοῖς ὅπλοις τεταγμένοις. ἦσαν δὲ τῆς μέσης παρόδου παρ' ἑκάτερον τῶν τοίχων δίαιται τετράκλινοι τοῖς ἀνδράσι, τριάκοντα τὸ πλῆθος. ἡ δὲ ναυκληρικὴ δίαιτα κλινῶν μὲν ἦν 20 πεντεκαίδεκα, θαλάμους δὲ τρεῖς εἶχε τρικλίνους, ὧν ἦν τὸ κατὰ τὴν πρύμναν ὀπτάνιον. ταῦτα δὲ πάντα δάπεδον εἶχεν ἐν ἀβακίσκοις συγκείμενον ἐκ παντοίων λίθων, ἐν οἷς ἦν και τεσκευασμένος πᾶς ὁ περὶ τὴν Ἰλιάδα μύθος θαυμασίως· ταῖς τε κατασκευαῖς καὶ ταῖς ὀροφαῖς καὶ θυρώμασι δὲ πάντα 25

ἦν ταῦτα πεπονημένα. κατὰ δὲ τὴν ἀνωτάτω πάροδον γυμνάσιον ἦν καὶ περίπατοι σύμμετρον ἔχοντες τὴν κατασκευὴν τῷ τοῦ πλοίου με γέθει, ἐν οἷς κῆποι παντοῖοι θαυμασίως ἦσαν περιβάλλοντες ταῖς φυτείαις διὰ κεραμίδων μολυβδινῶν κατεστεγανωμένοι. ἔτι δὲ σκηναὶ κιττοῦ λευκοῦ καὶ ἀμπέλων, ὧν αἱ ρίζαι τὴν τροφὴν ἐν πίθοις εἶχον 30 γῆς πεπληρωμένοις, τὴν αὐτὴν ἀρδευσιν λαμβάνουσαι καθάπερ καὶ οἱ κήποι, αὗται δὲ αἱ σκηναὶ συνεσκίαζον τοὺς περιπάτους. ἑξῆς δὲ τούτων Αφροδίσιον κατεσκεύαστο τρίκλινον, δάπεδον ἔχον ἐκ λίθων ἀχατῶν τε καὶ ἄλλων χαριεστάτων, ὅσοι κατὰ τὴν νῆσον ἦσαν· τοὺς τοίχους δ' εἶχε καὶ τὴν ὀροφὴν κυπαρίττου, τὰς δὲ θύρας ἐλέφαντος 35 καὶ θύου· γραφαῖς δὲ καὶ ἀγάλμασιν, ἔτι δὲ ποτηρίων κατασκευαῖς ὑπερβαλλόντως κατεσκεύαστα κτλ.

Das Prachtschiff Ptolemaios' IV. (Ol. 139-144.)

1986. Athen. V. p. 203 Ε. 37. ἐπεὶ δὲ περὶ νεῶν κατασκευῆς εἰρήκαμεν, φέρ͵ εἴπωμεν, ἀκοῆς γάρ ἐστιν άξια, καὶ τὰ ὑπὸ τοῦ Φιλοπάτορος βασιλέως κατεσκευασμένα σκάφη· περὶ ὧν ὁ αὐτὸς Καλλίξενος ἱστορεῖ ἐν τῷ πρώτῳ περὶ Αλεξανδρείας οὑτωσὶ λέγων. .

.

Ρ. 204 D. 38. κατεσκεύασε δ' ὁ Φιλοπάτωρ καὶ ποτάμιον πλοῖον, 5 τὴν θαλαμηγὸν καλουμένην, τὸ μῆκος ἔχουσαν ἡμισταδίου, τὸ δ' εύρος ᾗ πλατύτατον τριάκοντα πηχῶν· τὸ δὲ ὕψος σὺν τῷ τῆς σκηνῆς ἀναστήματι μικρὸν ἀπέδει τεσσαράκοντα πηχῶν. .. . F. κατεσκεύαστο δ' αὐτῆς κατὰ μὲν μέσον τὸ τίτος τὰ συμπόσια καὶ οἱ κοιτῶνες καὶ τὰ λοιπὰ τὰ πρὸς τὴν διαγωγὴν χρηστήρια. πέριξ δὲ τῆς νεὼς περίπατοι 10 κατὰ τὰς τρεῖς πλευρὰς ἐγεγόνεσαν διπλοῖ. ὧν ἡ μὲν περίμετρος ἦν πέντε πλέθρων οὐκ ἐλάττων, ἡ δὲ διάθεσις τοῦ μὲν καταγείου περιστύλῳ παραπλήσιος, 205 Α. τοῦ δ ̓ ὑπερώου κρύπτῃ φραγμοῖς καὶ θυρίσι περιεχομένῃ πάντοθεν. πρώτη δ ̓ εἰςιόντι κατά πρύμναν ἐτέτακτο προστὰς ἐξ ἐναντίου μὲν ἀναπεπταμένη, κύκλῳ δὲ περίπτερος· ἧς ἐν 15 τῷ καταντικρὺ τῆς πρώρας μέρει προπύλαιον κατεσκεύαστο, δι' ἐλέ φαντος καὶ τῆς πολυτελεστάτης ὕλης γεγονός. τοῦτο δὲ διελθοῦσιν ὡςανεὶ προσκήνιον ἐπεποίητο τῇ διαθέσει, κατάστεγον ἄνω. πάλιν ὁμοίως κατὰ μὲν τὴν μέσην πλευρὰν προστὰς ἑτέρα παρέκειτο όπισθεν, καὶ τετράθυρος ἔφερεν εἰς αὐτὴν πυλών. Β. ἐξ ἀριστερῶν δὲ καὶ 20 δεξιῶν θυρίδες ὑπέκειντο εὐαύγειαν παρέχουσαι. συνῆπτο δὲ τούτοις ὁ μέγιστος οἶκος· περίπτερος δ ̓ ἦν εἴκοσι κλίνας ἐπιδεχόμενος. κατεσκευάσθη δ' αὐτοῦ τὰ μὲν πλεῖστα ἀπὸ κέδρου σχιστῆς καὶ κυπαρίσ σου Μιλησίας, αἱ δὲ τῆς περιστάσεως θύραι τὸν ἀριθμὸν εἴκοσιν οὖσαι θυΐναις κατεκεκόλληντο σανίσιν, ἐλεφαντίνους ἔχουσαι τοὺς 25 κόσμους. ἡ δ ̓ ἐνήλωσις ἡ κατὰ πρόςωπον αὐτῶν καὶ τὰ ῥόπτρα ἐξ ἐρυθροῦ γεγονότα χαλκοῦ τὴν χρύσωσιν ἐκ πυρὸς εἰλήφει. C. τῶν δὲ κιόνων τὰ μὲν σώματα ἦν κυπαρίσσινα, αἱ δὲ κεφαλαὶ Κορινθιουργεῖς, ἐλέφαντι καὶ χρυσῷ διακεκοσμημέναι. τὸ δὲ ἐπιστύλιον ἐκ χρυσοῦ τὸ ὅλον· ἐφ' οὗ διάζωσμα ἐφήρμοστο, περιφανῆ ζώδια 30 ἔχον ἐλεφάντινα μείζονα πηχυαίων, τῇ μὲν τέχνῃ μέ τρια, τῇ χορηγίᾳ δ ̓ ἀξιοθαύμαστα. ἐπέκειτο δὲ καὶ στέγη καλὴ τῷ συμποσίῳ τετράγωνος κυπαρισσίνη· γλυπτοὶ δ ̓ αὐτῆς ἦσαν οἱ κόσμοι, χρυσήν ἔχοντες τὴν ἐπιφάνειαν. παρέκειτο δὲ τῷ συμποσίω τούτῳ καὶ κοιτῶν ἑπτάκλινος, D. ᾧ συνῆπτο στενὴ σύριγξ 35 κατὰ πλάτος τοῦ κύτους χωρίζουσα τὴν γυναικωνῖτιν. ἐν δὲ ταύτῃ

3

« IndietroContinua »