Immagini della pagina
PDF
ePub

συντάξας εἰς ὀγδοήκοντα λόχους ὅπλα φέρειν ἐπέταξεν ἀσπίδας ̓Αργολικὰς καὶ δόρατα καὶ κράνη χάλκεα καὶ θώρακας καὶ κνημῖδας καὶ ξίφη. διελὼν δὲ αὐτοὺς διχῇ, τετταράκοντα μὲν ἐποίησε νεωτέρων λόχους, οἷς τὰς ὑπαιθρίους ἀπέδωκε στρα5 τείας, τετταράκοντα δὲ πρεσβυτέρων, οὓς ἔδει τῆς νεότητος εἰς πόλεμον ἐξιούσης ὑπομένοντας ἐν τῇ πόλει τὰ ἐντὸς τείχους φυλάττειν. αὕτη πρώτη σύνταξις ἦν· χώραν δὲ κατεῖχεν ἐν τοῖς πολέμοις τὴν προαγωνιζομένην τῆς φάλαγγος ὅλης. ἔπειτ ̓ ἐκ τῶν ὑπολειπομένων ἑτέραν ἀφῄρει μοῖραν, οἷς ἦν ἐντὸς μὲν 10 μυρίων δραχμῶν, οὐ μεῖον δὲ πέντε καὶ ἑβδομήκοντα μνῶν τὸ τίμημα. συντάξας δὲ τούτους εἰς εἴκοσι λόχους, τὰ μὲν ἄλλα φορεῖν ὅπλα προσέταξεν ὅσα τοὺς προτέρους, τοὺς δὲ θώρακας οὐτῶν ἀφεῖλε, καὶ ἀντὶ τῶν ἀσπίδων ἀπέδωκε θυρεούς. διελὼν δὲ καὶ τούτων τοὺς ὑπὲρ τετταράκοντα καὶ πέντε ἔτη γεγονότας 15 ἀπὸ τῶν ἐχόντων τὴν στρατεύσιμον ἡλικίαν, δέκα μὲν ἐποίησε λόχους νεωτέρων οὓς ἔδει προπολεμεῖν τῆς πόλεως· δέκα δὲ πρεσβυτέρων οἷς ἀπέδωκε τειχοφυλακεῖν. αὕτη δευτέρα σύνταξις ἦν, ἐκοσμεῖτο δ ̓ ἐν τοῖς ἀγῶσι μετὰ τοὺς προμάχους. τὴν δὲ τρίτην ἐποίει σύνταξιν ἐκ τῶν ὑπολειπομένων ὅσοι τίμησιν 20 εἶχον ἐλάττονα μὲν τῶν ἑπτακισχιλίων καὶ πεντακοσίων δραχμῶν, οὐ μείονα δὲ μνῶν πεντήκοντα. τούτων δ ̓ ἐμείωσε τὸν ὁπλισμὸν οὐ μόνον τοῖς θώραξιν, ὥστερ τῶν δευτέρων, ἀλλὰ

=

Thlr., also 100000=2700 Thlr. Nun den Schild von Erz und kleiner als beträgt die attische Mine (100 das scutum, weil die Brust durch Drachen = 1 Mine, 60 Minen die lorica (=θώραξ) geschützt war; einem Talent) 26 Thlr. 6 Sgr., also 2. κνημίδες: ocreae. Der Speer (ha100 Minen 2620 Thlr. Wir sehen sta) war lang, das Schwert(gladius) also, dasz Dion. nach der neuen dagegen kurz u. stark. 3. διελὼν (Silber-) Währung rechnet (vgl. δὲ αὐτοὺς διχῇ: Weil die Centurienoben πρὸς ἀργύριον) u. ebenso Li- verfassung zugleich Heeresverfass. war, so war jede Classe in zwei Abth. getheilt (seniorum ac iuniorum) i. e. Feldtruppen (ὑπαιθρίους στρατείας ἀπέδωκε) und Reserveheer zur Bedeckung der Stadt (τὰ ἐντὸς τείχους φυλάττειν).

vius nicht mehr an das schwere
pfündige Kupfer-As denkt. Die Ser-
vianischen Censussätze sind ur-
sprünglich nicht nach gemünzten
Assen, sondern nach dem Grund-
beitz in Morgen Landes be-
stimmt worden, u. zwar scheint es,
dass ein iugerum agri zu 5000 Assen
angenommen wurde. Der Grund-
besitz für 100000 Asse würde dem-
nach 20 Morgen Landes betragen.
1. εἰς ὀγδοήκοντα λόχους: octoginta
confeci tcenturias.-1.ὅπλα φέρειν
ἐπέταξεν: die Centurienverfassung
war zugleich Heerverfassung u. das
in Classen eingetheilte Volk bildete
den Heerbann (exercitus) in 5 ver-
schiedenen Abtheilungen u. Waffen-
gattungen. Die ἀσπίδες ̓Αργολικαί
entsprechen dem clipeum einem, run-

=

9. ἐκ τῶν ὑπολειπομένων: Aus der übrigen Masse der Bürger, welche nicht zur ersten Classe gehörten.— 10. ἐντὸς μυρίων δραχμῶν — ἑκατὸν μνῶν, denn 100 Drachmen = 1 Mine. — 12. θώρακας—θυρεούς: θυρεὸς scutum ein länglicher viereckiger, hölzerner, mit Leder überzogener Schild, der den fehlenden Panzer zum Theil ersetzen musste.-16. προπολεμεῖν τῆς πόλεως (propugnare pro urbis salute) = τάς ὑπαιθρίους στρατείας ποιεῖσθαι, nicht etwa pro vallo, pro muro propugnare.

=

=

[ocr errors]

καὶ ταῖς περικνημῖσι. συνέταξε δὲ καὶ τούτους εἰς εἴκοσι λόχους, καὶ διεῖλε τὸν αὐτὸν τρόπον τοῖς προτέροις καθ ̓ ἡλικίαν, δέκα λόχους ἀποδοὺς τοῖς νεωτέροις καὶ δέκα τοῖς πρεσβυτέροις. χώρα δὲ καὶ στάσις ἦν τούτων τῶν λόχων ἐν ταῖς μάχαις ἡ μετὰ τοὺς ἐφεστῶτας τοῖς προμάχοις.

XVII. ̓Αφελὼν δὲ πάλιν ἐκ τῶν ὑπολειπομένων τοὺς ἐλάττω πεντακισχιλίων δραχμῶν ἔχοντας οὐσίαν ἄχρι πέντε καὶ εἴκοσι μνῶν, τετάρτην ἐποίησε μοῖραν. διέταξε δὲ καὶ τούτους εἰς εἰκοσι λόχους, καὶ δέκα μὲν ἐποίησε τῶν ἐν ἀκμῆ, δέκα δὲ τῶν ὑπερηλίκων κατὰ ταὐτὰ τοῖς προτέροις. ὅπλα δὲ φέρειν ἔταξεν 10 αὐτοὺς θυρεοὺς καὶ ξίφη καὶ δόρατα καὶ στάσιν ἔχειν ἐν τοῖς ἀγῶσι τὴν ὑστάτην. τὴν δέ πέμπτην μοῖραν, οἷς ἐντὸς εἴκοσι καὶ πέντε μνῶν ἄχρι δώδεκα καὶ ἡμίσους μνῶν ὁ βίος ἦν, εἰς τριάκοντα συνέταξε λόχους. διῄρηντο δὲ καὶ οὗτοι καθ ̓ ἡλικίαν· πεντεκαίδεκα μὲν γὰρ ἐξ αὐτῶν λόχοι τοὺς πρεσβυτέρους εἶχον, 15 πεντεκαίδεκα δὲ τοὺς νεωτέρους. τούτους ἔταξε σαυνία καὶ σφενδόνας ἔχοντας ἔξω τάξεως συστρατεύεσθαι. τέτταρας δὲ λόχους οὐδὲν ἔχοντας ὅπλον ἀκολουθεῖν ἐκέλευσε τοῖς ἐνόπλοις· ἦσαν δὲ τῶν τεττάρων τούτων δύο μὲν ὁπλοποιῶν τε καὶ τεκτόνων καὶ τῶν ἄλλων τῶν κατασκευαζόντων τὰ εἰς τὸν πόλεμον 20 εὔχρηστα· δύο δὲ σαλπιστῶν τε καὶ βυκανιστῶν καὶ τῶν ἄλλοις τισὶν ὀργάνοις ἐπισημαινόντων τὰ παρακλητικὰ τοῦ πολέμου. προσέκειντο δὲ οἱ μὲν χειροτέχναι τοῖς τὸ δεύτερον ἔχουσι τίμημα διῃρημένοι καθ ̓ ἡλικίαν, ὁ μὲν τοῖς πρεσβυτέροις, ὁ δὲ τοῖς νεωτέροις ἀκολουθῶν λόχος. οἱ δὲ σαλπισταί τε καὶ οἱ βυκα- 25 νισταὶ τῇ τετάρτῃ συνετάττοντο μοίρᾳ. ἦν δὲ καὶ τούτων εἷς μὲν τῶν πρεσβυτέρων λόχος, εἷς δὲ τῶν νεωτέρων· λοχαγοὶ δ ̓ ἐκ πάντων ἐπιλεχθέντες οἱ γενναιότατοι τὰ πολέμια τοὺς ἰδίους ἕκαστοι λόχους εὐπειθεῖς τοῖς παραγγελλομένοις παρείχοντο.

XVIII. Αὕτη μὲν ἡ διακόσμησις ἦν ἡ τὸ πεζικὸν ἐκπληροῦσα 30 τῶν τε φαλαγγιτῶν καὶ τῶν ψιλῶν στράτευμα· τὸ δὲ τῶν ἱππέων πλῆθος ἐπέλεξεν ἐκ τῶν ἐχόντων τὸ μέγιστον τίμημα καὶ κατὰ γένος ἐπιφανῶν· συνέταξε δ ̓ εἰς ὀκτωκαίδεκα λόχους, καὶ προσ

=

9. τῶν ἐν ἀκμῆ iuventutis, iuvenum; ὑπερήλικες die das 45. Lebensalter überschritten haben. - 10. ὅπλα: Sie galten als Leichtbewaffnete, die vorausgehenden Klassen hingegen lieferten die Schwerbewaffneten(Hopliten.)—16. σαυνία:τὸ ἀκόντιον der Wurfspiess (verutum): σφενδόναι=fundae.—19. ὁπλοποιῶν τε καὶ τεκτόνων duae fabrum centuriae, nämlich die fabri ferrarii (Schmiede) u. fabri tignarii Zimmerleute.-21. σαλπιστῶν τε καὶ βυκανιστῶν = cornicines tubicines

σαυνίον =

=

que. — 22. ἐπισημαίνειν τὰ παρακλ. τ.
πολ. == das Kriegs- (Schlacht-) sig-
nal geben. — 23.προσέκειντο=waren
zugetheilt (additi, accensi erant).
28. ἐπιλεχθέντς: Ist zu betonen, die
Führer wurden nicht durch ein zu-
fälliges Verhältniss, sondern durch
freie Wahl bestimmt je nach ihrer
Tüchtigkeit.

31. φαλαγγιτῶν = Linientruppen, Schwerbewaffnete. 32. κατὰ γένος ἐπιφανῶν – ex primoribus civitatis.— 33.ὀκτωκαίδεκα λόχους: Es waren 12 neue Rittercenturien und

5

[ocr errors]

ἔνειμεν αὐτοὺς τοῖς πρώτοις τῶν φαλαγγιτῶν ὀγδοήκοντα λόχοις. εἶχον δὲ καὶ οὗτοι τοὺς ἐπιφανεστάτους λοχαγοὺς. τοὺς δὲ λοιποὺς πολίτας, οἳ τίμησιν εἶχον ἐλάττονα δώδεκα καὶ ἡμίσους μνῶν, πλείους τὸν ἀριθμὸν ὄντας τῶν προτέρων, ἅπαντας εἰς 5 ἕνα συντάξας λόχον στρατείας τε ἀπέλυσε καὶ πάσης εἰσφορᾶς ἐποίησεν ἀτελεῖς. ἐγένοντο δὴ συμμορίαι μὲν ἕξ, ἃς ̔Ρωμαῖοι καλοῦσι κλάσεις, τὰς Ἑλληνικὰς κλήσεις παρονομάσαντες· λόχοι δὲ οὓς αἱ συμμορίαι περιελάμβανον ἑκατὸν καὶ ἐνενηκοντατρεῖς. ἐπεῖχον δὲ τὴν μὲν πρώτην συμμορίαν ὀκτὼ καὶ ἐνενή10 κοντα λόχοι σὺν τοῖς ἱππεῦσι· τὴν δὲ δευτέραν εἴκοσι καὶ δύο σὺν τοῖς χειροτέχναις· τὴν δὲ τρίτην εἴκοσι· τὴν δὲ τετάρτην πάλιν εἴκοσι καὶ δύο σὺν τοῖς σαλπισταῖς καὶ βυκανισταῖς· τὴν δὲ πέμπτην τριάκοντα· τὴν δ ̓ ἐπὶ πάσαις. τεταγμένην εἷς λόχος ὁ τῶν ἀπόρων.

15

XIX. Ταύτῃ τῇ διακοσμήσει χρησάμενος, τὰς μὲν τῶν στρατιωτῶν καταγραφὰς κατὰ τὴν διαίρεσιν ἐποιεῖτο τὴν τῶν λόχων, τὰς δὲ τῶν εἰσφορῶν ἐπιταγὰς κατὰ τὰ τιμήματα τῶν βίων. ὁπότε γὰρ αὐτῷ δεήσειε μυρίων, ἢ δισμυρίων, εἰ τύχοι, στρατιωτῶν, καταδιαιρῶν τὸ πλῆθος εἰς τοὺς ἑκατὸν ἐνενηκοντατρεῖς 20 λόχους, τὸ ἐπιβάλλον ἑκάστῳ λόχῳ πλῆθος ἐκέλευε παρέχειν ἕκαστον λόχον· τὴν δὲ δαπάνην τὴν εἰς τὸν ἐπισιτισμὸν τῶν στρατευομένων καὶ εἰς τὰς ἄλλας χορηγίας τὰς πολεμικὰς ἐπιτελεσθησομένην συμμετρησάμενος ὁπόσῃ τις ἀρκοῦσα ἔσται, διαιρῶν τὸν αὐτὸν τρόπον εἰς τοὺς ἑκατὸν ἑνενηκοντατρεῖς λό25 χους, τὸ ἐκ τῆς τιμήσεως ἐπιβάλλον ἑκάστῳ διάφορον ἅπαντας ἐκέλευσεν εἰσφέρειν. συνέβαινεν οὖν τοῖς τὰς μεγίστας ἔχουσιν οὐσίας ἐλάττοσι μὲν οὖσιν, εἰς πλείονας δὲ λόχους μεμερισμένοις, στρατεύεσθαί τε πλείους στρατείας οὐδέποτε ἀναπαυομένους καὶ χρήματα πλείω τῶν ἄλλων εἰσφέρειν· τοῖς δὲ τὰ μέτρια καὶ 30 μικρὰ κεκτημένοις πλείοσιν οὖσιν ἐν ἐλάττοσι λόχοις, στρατεύεσθαί τε ὀλιγάκις καὶ ἐκ διαδοχῆς, καὶ βραχείας συντελεῖν εἰσφοράς· τοῖς δ ̓ ἐλάττω τῶν ἱκανῶν τετιμημένοις ἀφεῖσθαι πάντων τῶν ὀχληρῶν. ἐποίει δὲ τούτων ἕκαστον οὐκ ἄτερ αἰτίας, ἀλλὰ πεπεισμένος ὅτι πᾶσιν ἀνθρώποις ἆθλα τῶν πολέ

[merged small][ocr errors][merged small][ocr errors][ocr errors]

μων ἐστὶ τὰ χρήματα καὶ περὶ τῆς τούτων φυλακῆς ἅπαντες και κοπαθοῦσιν· ὀρθῶς οὖν ἔχειν ᾤετο τοὺς μὲν περὶ μειζόνων κινδυνεύοντας ἄθλων μείζονας ὑπομένειν κακοπαθείας τοῖς τε σώμασι καὶ τοῖς χρήμασι, τοὺς δὲ περὶ ἐλαττόνων ἧττον ἐνοχλεῖσθαι κατ ̓ ἀμφότερα, τοὺς δὲ περὶ μηδενὸς δεδοικότας μηδὲν 5 κακοπαθεῖν, τῶν μὲν εἰσφορῶν ἀπολυομένους διὰ τὴν ἀπορίαν, τῶν δὲ στρατειῶν διὰ τὴν ἀνεισφορίαν. οὐ γὰρ ἐλάμβανον ἐκ τοῦ δημοσίου τότε Ῥωμαῖοι στρατιωτικοὺς μισθοὺς, ἀλλὰ τοῖς ἰδίοις τέλεσιν ἐστρατεύοντο. οὔτε δὴ χρήματα συνεισφέρειν τοὺς οὐκ ἔχοντας ὁπόθεν συνεισοίσουσιν, ἀλλὰ τῶν καθ ̓ ἡμέραν 10 ἀναγκαίων ἀπορουμένους ᾤετο δεῖν, οὔτε μηδὲν συμβαλλομένους στρατεύεσθαί τινας ἐκ τῶν ἀλλοτρίων ὀψωνιαζομένους χρημάτων, ὥσπερ τοὺς μισθοφόρους.

XX. Τοῦτον δὲ τὸν τρόπον ἅπαν ἐπιθεὶς τὸ βάρος τοῖς πλουσίοις τῶν τε κινδύνων καὶ τῶν ἀναλωμάτων, ὡς εἶδεν ἀγα- 15 νακτοῦντας αὐτούς, δι ̓ ἑτέρου τρόπου τὴν τε ἀθυμίαν αὐτῶν παρεμυθήσατο καὶ τὴν ὀργὴν ἐπράυνε, πλεονέκτημα δωρησάμενος ἐξ οὗ πάσης ἔμελλον τῆς πολιτείας ἔσεσθαι κύριοι, τοὺς πένητας ἀπελάσας ἀπὸ τῶν κοινῶν· ἦν δὲ τὸ πλεονέκτημα περὶ τὰς ἐκκλησίας, ἐν αἷς τὰ μέγιστα ἐπεκυροῦτο ὑπὸ τοῦ δήμου. εἴρη- 20 ται δέ μοι καὶ πρότερον ὅτι τριῶν πραγμάτων ὁ δῆμος ἐκ τῶν παλαιῶν νόμων κύριος ἦν τῶν μεγίστων τε καὶ ἀναγκαιοτάτων, ἀρχὰς ἀποδεῖξαι τάς τε κατὰ τὴν πόλιν καὶ τὰς ἐπὶ στρατοπέδου, καὶ νόμους τοὺς μὲν ἐπικυρῶσαι, τοὺς δ ̓ ἀνελεῖν, καὶ περὶ πολέμου συνισταμένου τε καὶ καταλυομένου διαγνῶναι. τὴν δὲ περὶ 25 τούτων διάσκεψιν καὶ κρίσιν ἐποιεῖτο κατὰ τὰς φράτρας ψηφοφορῶν· καὶ ἦσαν οἱ τὰ ἐλάχιστα κεκτημένοι τοῖς τὰς μεγίστας ἔχουσιν οὐσίας ἰσόψηφοι· ὀλίγων δὲ ὄντων, ὥσπερ εἰκός, τῶν πλουσίων, οἱ πένητες ἐν ταῖς ψηφοφορίαις ἐπεκράτουν μακρῷ πλείους ὄντες ἐκείνων. τοῦτο συνιδὼν ὁ Τύλλιος ἐπὶ τοὺς πλού- 30 σίους μετέθηκε τὸ τῶν ψήφων κράτος. ὁπότε γὰρ ἀρχὰς ἀποδεικνύειν ἢ περὶ νόμου διαγινώσκειν ἢ πόλεμον ἐκφέρειν δόξειεν αὐτῷ, τὴν λοχῖτιν ἀντὶ τῆς φρατρικῆς συνῆγεν ἐκκλησίαν.

=

poëtisch ἄν3υ. 1. Aehnlich urtheilt Nicias bei Thuc. VI, 9: voμίζω ὁμοίως ἀγαθὸν πολίτην εἶναι, ὃς ἂν καὶ τοῦ σώματός τι καὶ τῆς οὐσίας προνοῆται· μάλιστα γὰρ ἄν ὁ τοιοῦτος καὶ τὰ τῆς πόλεως δι ̓ ἑαντὸν βούλοιτο ὀρθοῦσθαι. —— 8. στρατιωτικοὺς μισθούς: Es geschah dies erst im J. 406 v. Chr. bei Beginn des letzten Veientischen Krieges, cf. Liv. IV, 59 decrevit senatus, ut stipeudium miles de publico acciperet, cum ante id tempns de suo quisque functus eo munere esset. (Der

[ocr errors]
[merged small][ocr errors][ocr errors]

ἐκάλει δὲ εἰς ἀπόφασιν γνώμης πρώτους μὲν λόχους τοὺς ἀπὸ τοῦ μεγίστου τιμήματος καταγραφέντας, ἐν οἷς ἦσαν οἵ τε τῶν ἱππέων ὀκτωκαίδεκα καὶ οἱ τῶν πεζῶν ὀγδοήκοντα. οὗτοι τρισὶ πλείους ὄντες τῶν ὑπολειπομένων, εἰ τὸ αὐτὸ φρονήσειαν ἐκρά5 τουν τῶν ἑτέρων, καὶ τέλος εἶχεν ἡ γνώμη· εἰ δὲ μὴ γένοιντο ἐπὶ τῆς αὐτῆς προαιρέσεως ἅπαντες οὗτοι, τότε τοὺς ἀπὸ τοῦ δευτέρου τιμήματος εἴκοσι καὶ δύο λόχους ἐκάλει. μερισθεισῶν δὲ καὶ τότε τῶν ψήφων τοὺς ἀπὸ τοῦ τρίτου τιμήματος ἐκάλει· καὶ τετάρτους τοὺς ἀπὸ τοῦ τετάρτου τιμήματος. καὶ τοῦτ ̓ 10 ἐποίει μέχρι τοῦ γενέσθαι λύχους ἑπτὰ καὶ ἐνενήκοντα ἰσοψήφους. εἰ δὲ μέχρι τῆς πέμπτης κλήσεως μὴ τύχοι τοῦτο γενόμενον, ἀλλ ̓ εἰς ἴσα μέρη σχισθεῖεν αἱ τῶν ἑκατὸν ἐνενήκοντα δύο λόχων γνῶμαι, τότε τὸν ἔσχατον ἐκάλει λόχον, ἐν ᾧ τὸ τῶν ἀπόρων καὶ διὰ τοῦτ ̓ ἀφειμένων ἁπάσης στρατείας τε καί εἰσφορᾶς 15 πολιτῶν πλῆθος ἦν· ὁποτέρᾳ δὲ προσθοῦτο τῶν μερίδων οὗτος ὁ λόχος, αὕτη τὸ κράτος ἐλάμβανε. τοῦτο δ ̓ ἦν σπάνιον καὶ οὐ μακρὰν ἀπέχον τοῦ ἀδυνάτου. τὰ πολλὰ μὲν γὰρ ἐπὶ τῆς πρώτης κλήσεως τέλος ἐλάμβανεν, ὀλίγα δὲ μέχρι τῆς τετάρτης προὔβαινεν· ἡ δὲ πέμπτη κλῆσις καὶ ἡ τελευταία παρείλκοντο.

20

G. Tarquinius Superbus.
1. Regierung. (Liv. I, 49).

XLIX. Inde L. Tarquinius regnare occepit, cui Superbo 1 cognomen facta indiderunt, quia socerum gener sepultura prohibuit, Romulum quoque insepultum perisse dictitans; primo

lung (comitia centuriata) an die Stelle der rein patricischen Gentilversammlung (comitia curiata). In der ersteren gab es nur 193 Stimmen (jede Centurie hatte eine Stimme), die Reichen (I Classe = 98 Stimmen) hatten die Majorität; in den Curiatcomitien stimmte man dagegen viritim (je in einer Curie), so dass die Aermeren die Reichen leicht über

stimmen konnten. Vgl. die Timo-
kratieSolon's in Athen; - 1. εἰς ἀπο-
φασιν γνώμης=zur Abstimmung.
6. ἐπὶ τῆς αὐτῆς προαιρέσεως —der-
selben (politischen) Ansicht sein.-12.
σχισθεῖεν, sich spalteten, theilten.
17. οὐ μακρὰν ἀπέχον τοῦ ἀδυνάτου

=

nicht weit ab vom Unmöglichen fast unmöglich, völlig unwahrscheinlich. — 17. τὰ πολλὰ =plerumque. παρείλκοντο wurden nebenher geschleppt, i. e. waren für die Entscheidung ohne Bedeutung. (Das Verb. zunächst von Pferden, die an den beiden äuszersten Enden des Gespanns neben dem Joche ziehen, (σειραφόροι.)

22. occepit (gewöhnlich magistratum) mit Inf. ähnlich wie urbem oppugnare adortus est. — 23. socerum gener: Tarq. heirathete die Tochter des Servius (Tullia), bemächtigte

sich mit Gewalt des Thrones und liess den greisen König ermorden.

[ocr errors]

=

[ocr errors]

2

« IndietroContinua »