Β.3.9. μετὰ δὲ τοῦ Αμφιαράου τὴν οἰκίαν ἔστιν ἀγὼν ὁ ἐπὶ Πελίᾳ, καὶ οἱ a. θεώμενοι τοὺς ἀγωνιστάς. πεποίηται δὲ Ἡρακλῆς ἐν θρόνῳ καθήμε νος, καὶ ὄπισθεν γυνὴ αὐτοῦ. ταύτης τῆς γυναικὸς ἐπίγραμμα μὲν II. XVIII. Τῆς χώρας δὲ ἐπὶ τῇ λάρνακι τῆς δευτέρας ἐξ ἀριστερῶν Ἴδας Μάρπησσαν καλλίσφυρον, ἂν οἱ Ἀπόλλων ἅρπασε, τὰν ἐκ ναοῦ ἄγει πάλιν οὐκ ἀέκουσαν. 5. 3. χιτῶνα δὲ ἐνδεδυκὼς ἀνὴρ τῇ μὲν δεξιᾷ κύλικα, τῇ δὲ ἔχων ἐστὶν ὅρμον, λαμβάνεται δὲ αὐτῶν ̓Αλκμήνη. πεποίηται δὲ ἐς τὸν λόγον τῶν 65 . 6. Ελλήνων, ὡς συγγένοιτο Αλκμήνῃ Ζεὺς Αμφιτρύωνι εἰκασθείς. Μενέ λαος δὲ θώρακά τε ἐνδεδυκὼς καὶ ἔχων ξίφος ἔπεισιν Ἑλένην ἀπο- 70 7. κτεῖναι, δῆλον ὡς ἁλισκομένης Ιλίου. Μηδείας δὲ ἐπὶ θρόνου καθημένης Ιάσων ἐν δεξιᾷ, τῇ δὲ Αφροδίτη παρέστηκε. γέγραπται δὲ καὶ ἐπίγραμμα ἐπ' αὐτοῖς Μήδειαν Ιάσων γαμέει, κέλεται δ ̓ Αφροδίτα. 8. 4. πεποίηνται δὲ καὶ ᾄδουσαι Μοῦσαι καὶ Ἀπόλλων ἐξάρχων τῆς 75 ᾠδῆς, καί σφισιν ἐπίγραμμα γέγραπται Λατοΐδας οὗτος τάχ' ἄναξ ἑκάεργος Απόλλων, Μοῦσαι δ ̓ ἀμφ' αὐτὸν, χαρίεις χορὸς, αἷσι κατάρχει. 9. ̓́Ατλας δὲ ἐπὶ μὲν τῶν ὤμων κατὰ τὰ λεγόμενα οὐρανόν τε ἀνέχει καὶ γῆν, φέρει δὲ καὶ τὰ Ἑσπερίδων μῆλα. ὅςτις δέ ἐστιν ὁ ἀνὴρ ὁ ἔχων τὸ 80 ξίφος καὶ [δ] ἐπὶ τὸν Ατλαντα ἐρχόμενος, ἰδίᾳ μὲν ἐπ' αὐτῷ γεγραμμένον ἐστὶν οὐδέν, δῆλα δὲ ἐς ἅπαντας Ηρακλέα εἶναι. γέγραπται δὲ καὶ ἐπὶ τούτοις Ατλας δ ̓ οὐρανὸν οὗτος ἔχει, τὰ δὲ μᾶλα μεθήσει. 10.5. ἔστι δὲ καὶ Ἄρης ὅπλα ἐνδεδυκώς, Αφροδίτην ἄγων· ἐπίγραμμα 85 Α. δὲ Ἐνυάλιος ἐστιν αὐτῷ. πεποίηται δὲ καὶ Θέτις παρθένος, λαμβάνε 11. ται δὲ αὐτῆς Πηλεύς, καὶ ἀπὸ τῆς χειρὸς τῆς Θέτιδος ὄφις ἐπὶ τὸν 12. Πηλέα ἐστὶν ὁρμῶν. αἱ δὲ ἀδελφαὶ Μεδούσης ἔχουσαι πτερὰ πετό μενον Περσέα διώκουσαί εἰσι· τὸ δὲ ὄνομα ἐπὶ τῷ Περσεῖ γέγραπται μόνῳ. 90 III. A.B.C. 6. στρατιωτικὰ δὲ ἐπὶ τρίτῃ χώρᾳ τῆς λάρνακος· τὸ μὲν πολύ εἰσιν ἐν αὐτοῖς οἱ πεζοὶ, πεποίηνται δὲ καὶ ἐπὶ συνωρίδων ἱππεῖς. ἐπὶ δὲ τοῖς στρατιώταις ἔστιν εἰκάζειν, συνιέναι μὲν σφᾶς ἐς μάχην, συνιέ ναι δὲ καὶ ἀσπασομένους τε καὶ ἀναγνωριοῦντας ἀλλήλους. λέγεται δὲ καὶ ἐς ἀμφότερα ὑπὸ τῶν ἐξηγητῶν· καὶ τοῖς μέν ἐστιν εἰρημένον 95 Αιτωλοὺς τοὺς μετὰ Ὀξύλου καὶ Ἠλείους εἶναι τοὺς ἀρχαίους, ἀπαν τῶν δὲ σφᾶς γένους τε μνήμῃ τοῦ ἐξ ἀρχῆς καὶ εὔνοιαν ἐνδεικνυμένους ἐς ἀλλήλους· οἱ δὲ συνιέναι φασὶν ἐς ἀγῶνα τὰ στρατιωτικά, Πυλίους δὲ εἶναι καὶ Ἀρκάδας παρά τε Φειὰν πόλιν καὶ ποταμὸν μαχομένους Ιάρδανον. 7. ταῦτα μὲν δὴ οὐδὲ ἀρχὴν ἀποδέξαιτο ἄν τις, 100 ὡς ἡ τοῦ Κυψέλου πρόγονος Κορίνθιός τε ὢν καὶ τὴν λάρνακα αὑτῷ ποιούμενος κτῆμα, ὁπόσα μὲν Κορινθίοις ἦν ἐπιχώρια, ἑκὼν ὑπερέβαινεν, ἃ δὲ ξενικά τε καὶ οὐδὲ ἄλλως ἥκοντα ἐς δόξαν, ἐτεχνᾶτο ἐπὶ τῇ λάρνακι· αὐτῷ μέντοι παρίστατο ἐμοὶ ταῦτα εἰκάζειν. Κυψέλῳ καὶ τοῖς προγόνοις ἕκτον ἦν γένος ἐξ ἀρχῆς Γονούσης τῆς ὑπὲρ Σικυῶ- 105 νος, καὶ πρόγονός σφισιν ἦν Μέλας ὁ Ἀντάσου. 8. Μέλανα δὲ καὶ τὸν σὺν αὐτῷ στρατὸν κατὰ τὰ προειρημένα μοι καὶ ἐν τῇ Κορινθίᾳ συγγραφῇ οὐκ ἤθελεν Αλήτης συνοίκους δέξασθαι, γεγονός οἱ μάντευμα ἐκ Δελφῶν ὑφορώμενος, ἐς ὃ θεραπείᾳ τε τῇ πάσῃ χρώμενον Μέλανα καὶ ὁπότε ἀπελασθείη σὺν δεήσει ἐπανιόντα αὖθις ἐδέξατο καὶ ἄκων 110 Αλήτης. τοῦτο τὸ στρατιωτικὸν τεκμαίροιτο ἄν τις τοὺς ἐπὶ τῇ λάρνακι εἰργασμένους εἶναι. IV.C.1. ΧΙΧ. τέταρτα δὲ ἐπὶ τῇ λάρνακι ἐξ ἀριστερᾶς περιιόντι Βορέας ἐστὶν ἡρπακὼς Ωρείθυιαν. οὐραὶ δὲ ὄφεων ἀντὶ ποδῶν εἰσὶν αὐτῷ. 2. καὶ Ἡρακλέους ὁ πρὸς Γηρυόνην ἀγών· τρεῖς δὲ ἄνδρες Γηρυόνης εἰσὶν 115 Β.3.ἀλλήλοις προςεχόμενοι. Θησεὺς δὲ ἔχων λύραν καὶ παρ' αὐτὸν 4. Αριάδνη κατέχουσά ἐστι στέφανον. Ἀχιλλεῖ δὲ καὶ Μέμνονι μαχομέ5. νοις παρεστήκασιν αἱ μητέρες. 2. ἔστι δὲ καὶ Μελανίων, καὶ Ἀτα6. λάντη παρ' αὐτὸν ἔχουσα ἐλάφου νεβρόν. μονομαχοῦντος δὲ Αἴαντι Ἕκτορος κατὰ τὴν πρόκλησιν, μεταξὺ ἕστηκεν αὐτῶν Ἔρις αἰσχίστη το 120 εἶδος· ἐοικυῖαν πρὸς ταύτην καὶ Καλλιφῶν Σάμιος ἐν Ἀρτέμιδος ἱερῷ τῆς Ἐφεσίας ἐποίησεν Ἔριν, τὴν μάχην γράψας τὴν ἐπὶ ταῖς ναυ7. σὶν Ἑλλήνων. εἰσὶ δὲ ἐπὶ τῇ λάρνακι Διόσκουροι, ὁ ἕτερος οὐκ ἔχων πω γένεια, μέση δὲ αὐτῶν ̔Ελένη. 3. Αἴθρα δὲ ἡ Πιτθέως ὑπὸ τῆς Ἑλένης τοῖς ποσὶν ἐς ἔδαφος καταβεβλημένη μέλαιναν ἔχουσα ἐστιν 125 ἐσθῆτα. ἐπίγραμμα δὲ ἐπ ̓ αὐτοῖς ἔπος τὸ ἑξάμετρον, καὶ ὀνόματός ἐστιν ἑνὸς ἐπὶ τῷ ἑξαμέτρῳ προςθήκη Τυνδαρίδα Ελέναν φέρετον, Αἴθραν δ ̓ ένα εν ἕλκετον. 8. 4. τοῦτο μὲν δὴ τὸ ἔπος οὕτω πεποίηται. Ιφιδάμαντος δὲ τοῦ Ἀντή- 130 νορος κειμένου μαχόμενος πρὸς Ἀγαμέμνονα ὑπὲρ αὐτοῦ Κόων ἐστί· Φόβος δὲ ἐπὶ τοῦ Ἀγαμέμνονος τῇ ἀσπίδι ἔπεστιν, ἔχων τὴν κεφαλὴν λέοντος. ἐπιγράμματα δὲ ὑπὲρ μὲν τοῦ Ιφιδάμαντος νεκροῦ· Ιφιδάμας οὗτός γε, Κόων περιμάρναται αὐτοῦ, τοῦ Ἀγαμέμνονος δὲ ἐπὶ τῇ ἀσπίδι οὗτος μὲν Φόβος ἐστὶ βροτῶν, ὁ δ ̓ ἔχων Αγαμέμνων. 10. 5. ἄγει δὲ καὶ Ἑρμῆς παρ ̓ Ἀλέξανδρον τὸν Πριάμου τὰς θεὰς κριθη σομένας ὑπὲρ τοῦ κάλλους· καὶ ἔστιν ἐπίγραμμα καὶ τούτοις Ερμείας ὅδ ̓ Ἀλεξάνδρῳ δείκνυσι διαιτῆν Τοῦ εἴδους Ἥραν καὶ Αθάναν καὶ Αφροδίταν. 9. Αρτεμις δὲ οὐκ οἶδα ἐφ ̓ ὅτῳ λόγῳ πτέρυγας ἔχουσά ἐστιν ἐπὶ τῶν ὤμων, καὶ τῇ μὲν δεξιᾷ κατέχει πάρδαλιν, τῇ δὲ ἑτέρᾳ τῶν χειρῶν 11. λέοντα. πεποίηται δὲ καὶ Κασσάνδραν ἀπὸ τοῦ ἀγάλματος Αἴας τῆς Αθηνᾶς ἕλκων· ἐπ ̓ αὐτῷ δὲ καὶ ἐπίγραμμά ἐστιν Δίας Κασσάνδραν ἀπ ̓ Ἀθαναίας Λοκρὸς ἕλκει. 135 140 145 Α.12. 6. τῶν δὲ Οἰδίποδος παίδων Πολυνείκει πεπτωκότι ἐς γόνυ ἔπεισιν Ἐτεοκλῆς. τοῦ Πολυνείκους δὲ ὄπισθεν ἕστηκεν ὀδόντας τε ἔχουσα οὐδὲν ἡμερωτέρους θηρίου, καί οἱ καὶ τῶν χειρῶν εἰσιν ἐπικαμπεῖς οἱ ὄνυχες· ἐπίγραμμα δὲ ἐπ' αὐτῇ εἶναί φασι Κῆρα, ὡς τὸν μὲν ὑπὸ τοῦ πεπρωμένου τὸν Πολυνείκην ἀπαχθέντα, Ετεοκλεῖ δὲ γενομένης καὶ 150 13. σὺν τῷ δικαίῳ τῆς τελευτῆς. Διόνυσος δὲ ἐν ἄντρῳ κατακείμενος γένεια √. ἔχων καὶ ἔκπωμα χρυσοῦν ἐνδεδυκώς ἐστι ποδήρη χιτῶνα. δένδρα δὲ ἄμπελοι περὶ αὐτὸν, καὶ μηλέαι τε εἰσὶ καὶ ῥοιαί. 7. ἡ δὲ ἀνωτάτω χώρα (πέντε γὰρ ἀριθμόν εἰσι παρέχεται μὲν Α.1.ἐπίγραμμα οὐδὲν, λείπεται δὲ εἰκάζειν εἰς τὰ ἐπειργασμένα. εἰσὶν 155 οὖν ἐν σπηλαίῳ γυνὴ καθεύδουσα σὺν ἀνδρὶ ἐπὶ κλίνῃ· καὶ σφᾶς Ὀδυσσέα εἶναι καὶ Κίρκην ἐδοξάζομεν ἀριθμῷ τε τῶν θεραπαινῶν, αἱ εἰσι πρὸ τοῦ σπηλαίου, καὶ τοῖς ποιουμένοις ὑπ' αὐτῶν· τέσσαρές τε γάρ εἰσιν αἱ γυναῖκες, καὶ ἐργάζονται τὰ ἔργα, ἃ ἐν τοῖς ἔπεσιν Ὅμηρος Β.2.εἴρηκε. Κένταυρος δὲ οὐ τοὺς πάντας ἵππου πόδας, τοὺς δὲ ἔμπρο- 160 a.b.σθεν αὐτῶν ἔχων ἀνδρός ἐστιν. 8. ἑξῆς καὶ ἵππων συνωρίδες καὶ γυναῖκες ἐπὶ τῶν συνωρίδων εἰσὶν ἑστῶσαι· πτερὰ δὲ τοῖς ἵπποις χρυσᾶ ἐστι, καὶ ἀνὴρ δίδωσιν ὅπλα μιᾷ τῶν γυναικῶν. ταῦτα ἐς τὴν Πατρόκλου τελευτὴν ἔχειν τεκμαίρονται· Νηρηΐδας τε γὰρ ἐπὶ τῶν c. συνωρίδων εἶναι, καὶ Θέτιν τὰ ὅπλα λαμβάνειν παρὰ Ηφαίστου • 165 καὶ δὴ καὶ ἄλλως ὁ τὰ ὅπλα διδοὺς οὔτε τοὺς πόδας ἐστὶν ἐῤῥωμένος, καὶ ὄπισθεν οἰκέτης ἕπεταί οἱ πυράγραν ἔχων. 9. λέγεται δὲ καὶ ἐς τὸν Κένταυρον, ὡς Χείρων ἀπηλλαγμένος ἤδη παρὰ ἀνθρώπων καὶ ἠξιωμένος εἶναι σύνοικος θεοῖς ῥᾳστώνην τινὰ ἥκοι τοῦ πένθους 3. Ἀχιλλεῖ παρασκευάσων. παρθένους δὲ ἐπὶ ἡμιόνων, τὴν μὲν ἔχουσαν 170 τὰς ἡνίας, τὴν δὲ ἐπικειμένην κάλυμμα ἐπὶ τῇ κεφαλῇ, Ναυσικᾶν τε νομίζουσιν εἶναι τὴν Ἀλκινόου καὶ τὴν θεράπαιναν ἐλαυνούσας ἐπὶ C.4.τοὺς πλυνούς. τοξεύοντα δὲ ἄνδρα Κενταύρους, τοὺς δὲ καὶ ἀπεκτονότα ἐξ αὐτῶν, δῆλα Ἡρακλέα τε τὸν τοξεύοντα, καὶ Ἡρακλέους εἶναι τὸ ἔργον. 10. τὸν μὲν δὴ τὴν λάρνακα κατειργασμένον ὅςτις ἦν, οὐδαμῶς 175 ἡμῖν δυνατὰ ἦν συμβαλέσθαι. τὰ ἐπιγράμματα δὲ τὰ ἐπ ̓ αὐτῆς τάχα μέν που καὶ ἄλλος τις ἂν εἴη πεποιηκώς, τῆς δὲ ὑπονοίας τὸ πολὺ ἐς Εύμηλον τὸν Κορίνθιον εἶχεν ἡμῖν, ἄλλων θ ̓ ἕνεκα καὶ τοῦ προσοδίου μάλιστα, ὃ ἐποίησεν ἐς Δῆλον. 257. Dio Chrysost. Orat. 11. 45. (p. 325. Reiske, 188 Emper.) ὡς αὐτὸς ἑωρακὼς εἴην ἐν Ὀλυμπίᾳ ἐν τῷ ὀπισθοδόμῳ τοῦ νεὼ τῆς Ἥρας ὑπόμνημα τῆς ἁρπαγῆς ἐκείνης, ἐν τῇ ξυλίνῃ κιβωτῷ τῇ ἀνατεθείσῃ ὑπὸ Κυψέλου. 258. Herod. V. 92. 4. ἡ Λάβδα γὰρ πάντα ταῦτα (die Verabredung der Bakchiaden) ἤκουε ἑστεῶσα πρὸς αὐτῇσι τῇσι θύρῃσι· δείσασα δὲ, μή σφι μεταδόξῃ καὶ τὸ δεύτερον λαβόντες τὸ παιδίον ἀποκτείνωσι, φέρουσα κατακρύπτει ἐς τὸ ἀφραστότατόν οἱ ἐφαίνετο εἶναι; ἐς κυψέ λην . . . 5. . . . καί οἱ διαφυγόντι τοῦτον τὸν κίνδυνον (von den Bakchiaden getädtet zu werden) ἀπὸ τῆς κυψέλης ἐπωνυμίην Κύψελος οὔνομα ἐτέθη. ... ... 2. Thonbildnerei (plastice). Butades. 259. Plin. N. H. XXXV. 151. De pictura satis superque. contexuisse his et plasticen conveniat. Eiusdem opere terrae fingere ex argillaa) similitudines) Butades Sicyonius figulus primus invenit Corinthi filiae opera, quae capta amore iuvenis abeunte illo peregre umbram ex facie eius ad lucernam in pariete liniis circumscripsit, quibus pater eius inpressa argilla typum fecit et cum ceteris fictilibus iuduratum igni proposuit; eumque servatum in Nymphaeo, donec Mummius Corinthum everterit, tradunt. a) conveniat; eius enim opera e terra. Fingere ex argilla cet. Jahn, Berichte d. k. sächs. Ges. d. Wiss. 1850 S. 146. b) Vgl. Plin. N.H. XXXIV. 35. Similitudines exprimendi quae prima fuerit origo, in ea quam plasticen Graeci vocant dici convenientius erit; etenim prior quam statuaria fuit. Isidori Hispal. Origines XIX. 15. . . . . πkάttei autem dictum graece quod latine est fingere terra vel gypso similitudines. Nam impressa argilla formam aliquam facere plastae est. 260. Plin. N. H. XXXV. 152. Butadis inventum est rubricam addere aut ex rubra creta fingere, primusque personas tegularum extremis imbricibus inposuit, quae inter initia prostypa vocavit, postea idem ectypa fecit [hinc et fastigia templorum orta] propter hunc plastae appellati. 153 . . . crevitque res in tantum ut nulla signa statuaeve sine argilla fierent. quo adparet antiquiorem hanc fuisse scientiam quam fundendi aeris. (Vgl. Isidor. a. a. O. XX. 4. Fictilia vasa in Samo insula inventa traduntur, facta ex creta et indurata igne . . . . . Postea inventum est rubricam addere aut ex rubra creta fingere. Antiquiorem autem fuisse (dicunt) usum fictilium vasorum quam fundendi aeris aut argenti cet.) ..... 261. Athenag. Legat. pro Christ. 14. p. 59 sq. (ed. Dechair) ἀπὸ δὲ τῆς Κόρης ἡ κοροπλαστικὴ εὑρέθη· ἐρωτικῶς γάρ τινος ἔχουσα περιέγραψεν αὐτοῦ κοιμωμένου ἐν τοίχῳ τὴν σκιάν· εἶθ ̓ ὁ πατὴρ ἡσθεὶς ἀπαραλλάκτῳ οὔσῃ τῇ ὁμοιότητι κέραμον γὰρ εἰργάζετο ἀναγλύψας τὴν περιγραφὴν πηλῷ προσανεπλήρωσεν· ὁ τύπος ἔτι καὶ νῦν ἐν Κορίνθῳ σώζεται· τούτοις δὲ ἐπιγενόμενοι Δαίδαλος καὶ Θεόδωρος ὁ Μιλήσιος ἀνδριαντοποιητικὴν καὶ πλαστικὴν προσεξεύρον. Eucheir, Diopos, Eugrammos. (Rhoikos und Theodoros.) 262. Plin. N. H. XXXV. 152. Sunt qui in Samo primos omnium plasticen invenisse Rhoecum et Theodorum tradant multo ante Bacchiadas Corintho pulsos, Damaratum vero ex eadem urbe profugum (Ol. 29), qui in Etruria Tarquinium regem populi Romani genuit, comitatos fictores Euchira, Diopum, Eugrammum; ab iis Italiae traditam plasticen. |