Plastik. Argos. Eutelidas und Chrysothemis. 388. Pausan. VI. 10. 4. Δαμαρέτῳ δὲ Ἡραιεῖ υἱῷ τε τοῦ Δαμαρέ- Εὐτελίδας καὶ Χρυσόθεμις τάδε ἔργα τέλεσσαν Ageladas. (Die Namensformen Ἐλάδας beim Schol. Arist. Ran. 504, und Γελάδας Suid. v. Γελάδας und Tzetz. Chil. VII. 930, VIII. 325 sind jedenfalls unrichtig; über die Chronologie des Ageladas ist hier insbesondere auf Brunn, Künstlergesch. I. S. 63 ff. zu verweisen, von dessen Resultaten ich nur darin abweiche, dass ich das Datum Ol. 81, 2 (s. Brunn S. 73) nicht für sicher und daher das früheste Ol. 65, oder den Beginn der Thätigkeit des Meisters bald nach diesem Zeitpunkte für durchaus möglich halte, s. N. Rhein. Mus. XXII. 1867 S. 127.) 389. Pausan. VI. 14. 11. Ἴνοχος δὲ ὁ Ἀδαμάτα Ταραντῖνος, σταδίου λαβὼν καὶ διαύλου νίκην (Ο1. 65), ἐστὶν Αγελάδα τέχνη τοῦ Ἀργείου. (Vgl. Krause, Olympien unter Anochos und Akochas.) 390. Pausan. VI. 10.6. Ἐπὶ δὲ τῷ Παντάρκει Κλεοσθένους ἐστὶν (in Οlympia) ἅρμα ἀνδρὸς Ἐπιδαμνίου. τοῦτο ἔργον μέν ἐστιν Αγελάδα, ἕστηκε δὲ ὄπισθεν τοῦ Διὸς τοῦ ἀπὸ τῆς μάχης τῆς Πλαταιᾶσιν ἀνατεθέντος 15 ὑπὸ Ἑλλήνων. ἐνίκα μὲν δὴ τὴν ἕκτην ὀλυμπιάδα καὶ ἑξηκοστὴν ὁ Κλεοσθένης, ἀνέθηκε δὲ ὁμοῦ τοῖς ἵπποις αὐτοῦ τε εἰκόνα καὶ τὸν 5 ἡνίοχον. ἐπιγέγραπται δὲ καὶ τῶν ἵππων τὰ ὀνόματα, Φοῖνιξ καὶ Κόραξ, ἑκατέρωθεν δὲ οἱ παρὰ τὸ ζυγόν, κατὰ μὲν τὰ δεξιὰ Κνακίας, ἐν δὲ τῇ ἀριστερᾷ Σάμος· καὶ ἐλεγεῖον τόδ ̓ ἐστὶν ἐπὶ τῷ ἅρματι Κλεοσθένης μ ̓ ἀνέθηκεν ὁ Πόντιος ἐξ Ἐπιδάμνου, νικήσας ἵπποις καλὸν ἀγῶνα Διός. 10 391. Pausan. VI. 8.6. Προμάχου δὲ οὐ πόῤῥω Τιμασίθεος ἀνάκειται (in Olympia) γένος Δελφός, Αγελάδα μὲν ἔργον τοῦ Ἀργείου, παγκρατίου δὲ δύο μὲν ἐν Ὀλυμπίᾳ νίκας, τρεῖς δὲ ἀνῃρημένος Πυθοῖ. καὶ αὐτῷ καὶ ἐν πολέμοις ἐστὶν ἔργα τῇ τε τόλμῃ λαμπρὰ καὶ οὐκ ἀποδέοντα τῇ εὐτυχίᾳ, πλήν γε δὴ τοῦ τελευταίου· τοῦτο δὲ αὐτῷ θάνατον τὸ ἐγχεί- 5 ρημα ἤνεγκεν. Ισαγόρᾳ γὰρ τῷ Ἀθηναίῳ τὴν ἀκρόπολιν τὴν ̓Αθηναίων καταλαβόντι ἐπὶ τυραννίδι μετασχὼν τοῦ ἔργου καὶ ὁ Τιμασίθεος, ἐγένετο γὰρ τῶν ἐγκαταλειφθέντων ἐν τῇ ἀκροπόλει, θάνατον ζημίαν εὕρετο τοῦ ἀδικήματος παρὰ Ἀθηναίων. (Ο1. 68. 2. vgl. Herod. V. 70 sq.) 392. Pausan. IV. 33. 2. τὸ δὲ ἄγαλμα τοῦ Διὸς (Ιθωμάτα) Αγελάδα μέν ἐστιν ἔργον, ἐποιήθη δὲ ἐξ ἀρχῆς τοῖς οἰκήσασιν ἐν Ναυπάκτῳ Μεσσηνίων (Ο1. 81.2, vgl. Clinton Fasti Hell. h. a.) ἱερεὺς δὲ αἱρετὸς κατὰ ἔτος ἕκαστον ἔχει τὸ ἄγαλμα ἐπὶ τῆς οἰκίας. ἄγουσι δὲ καὶ ἑορτὴν ἐπέτειον Ἰθωμαῖα. (Vgl. Paus. a. a. O:§. 1. φασὶ γὰρ καὶ οὗτοι τραφῆναι παρὰ σφίσι τὸν θεόν, Ἰθώμην δὲ εἶναι καὶ Νέδαν τὰς θρεψαμένας und N. Rhein. Mus. XXII. 1867. S. 123.) 393. Schol. Aristoph. Ran. 504. (ed. Dind.) ἡ Μελίτη δῆμος τῆς Ἀττικῆς, ἐν ᾗ ἐμυήθη Ἡρακλῆς τὰ μικρὰ μυστήρια· ἔστι δὲ καὶ ἐκεῖ Ἡρακλέους ἐπιφανέστατον ἱερὸν Ἀλεξικάκου· τὸ δὲ τοῦ Ἡρακλέους ἄγαλμα ἔργον Ἐλάδου (lies Αγελάδου) τοῦ Ἀργείου τοῦ διδασκάλου Φειδίου· ἡ δὲ ἵδρυσις ἐγένετο κατὰ τὸν μέγαν λοιμόν. ὅθεν καὶ ἐπαύσατο ἡ νόσος πολλῶν ἀνθρώπων ἀπολλυμένων. (Ο1. 87, 3. 4.) 394. Pausan. VII. 24. 4. ἔστι δὲ καὶ ἄλλα Αἰγιεῦσιν ἀγάλματα χαλκοῦ πεποιημένα, Ζεύς τε ἡλικίαν παῖς καὶ Ἡρακλῆς, οὐδὲ οὗτος ἔχων πω γένεια, Αγελάδα τέχνη τοῦ Ἀργείου. τούτοις κατὰ ἔτος ἱερεῖς αἱρετοὶ γίνονται, καὶ ἑκάτερα τῶν ἀγαλμάτων ἐπὶ ταῖς οἰκίαις μένει τοῦ ἱερουμένου. τὰ δὲ ἔτι παλαιότερα προεκέκριτο ἐκ τῶν παίδων ἱερᾶσθαι τῷ 5 Διὶ ὁ νικῶν κάλλει· ἀρχομένων δὲ αὐτῷ γενείων ἐς ἄλλον παῖδα ἡ ἐπὶ τῷ κάλλει μετῄει τιμή. ταῦτα μὲν οὕτως ἐνομίζετο. (Vgl. über die Kindheitssage des Zeus in Aigion Strabon. VIII. p. 387 und Bull, d. Inst. 1843 p. 108 f.) 395. Anthol. Gr. II. 15. 35. (Planud. IV. 220.) Αντιπάτρου Σιδωνίου. Τρίζυγες αἱ Μοῦσαι τᾷδ ̓ ἕσταμεν· ὁ μία λωτούς, ἃ δὲ φέρει παλάμαις βάρβιτον, ἃ δὲ χέλυν. Argos. ἃ μὲν ̓Αριστοκλῆος ἔχει χέλυν, ἃ δ ̓ Ἀγελάδα βάρβιτον, ἃ Καναχᾶ δ ̓ ὑμνοπόλους δόνακας, ἀλλ ̓ ἃ μὲν κράντειρα τόνου πέλει, ἃ δὲ μελῳδός χρώματος, ἃ δὲ σοφᾶς εὑρέτις ἁρμονίας. 396. Pausan. Χ. 10. 6. Ταραντίνων δὲ οἱ ἵπποι οἱ χαλκοῖ καὶ αἰχμάλωτοι γυναῖκες ἀπὶ Μεσσαπίων εἰσίν, ὁμόρων τῇ Ταραντίνων βαρβάρων, Αγελάδα δὲ ἔργα τοῦ Ἀργείου. (In Delphi) 397. Plin. N. H. XXXIV. 49 (floruit) deinde olympiade LXXXVII Ageladas cet. (Vgl. 393, aber s. 422 lin. 16. und noch unten unter Pheidias.) 398. Suid. v. Γελάδας· ἀγαλματοποιός, διδάσκαλος Φειδίου. 399. Tzetz. Chil. VIII. 325. Γελάδου τοῦ Ἀργείου μὲν ἦν μαθητὴς Φειδίας, 75 Aristomedon. 400. Pausan. Χ. 1. 10. ἀπὸ τούτου δὲ τοῦ ἔργου *) καὶ ἀναθήματα οἱ Φωκεῖς ἀπέστειλαν ἐς Δελφοὺς Ἀπόλλωνι Τελλίαν τε τὸν μάντιν καὶ ὅσοι μαχομένοις ἄλλοι σφίσιν ἐστρατήγησαν), σὺν δὲ αὐτοῖς καὶ ἥρωας τῶν ἐπιχωρίων· ἔργα δὲ αἱ εἰκόνες Αριστομέδοντός εἰσιν Ἀργείου. a) Wegen eines gleich nach Ol. 70 unter Tellias' Führung über die Thessaler erkämpften Sieges, vgl. ausser Pausan. a. a. O. in den vorhergehenden §§. auch Herod. VIII. 27. b) Pausan. a. a. Ο. §. 8: στρατηγοὶ δὲ ἦσαν σφισι Ῥοῖός τε ̓Αμβρωσεὺς καὶ Ὑαμπολίτης Δαϊφάντης, οὗτος μὲν [δὴ] ἐπὶ τῇ ἵππῳ, δυνάμεως δὲ τῆς πεζῆς ὁ ̓Αμβρωσεύς, ὁ δὲ χώραν ἐν τοῖς ἄρχουσιν ἔχων τὴν μεγίστην μάντις ἦν (Τελλίας) ὁ Ἠλεῖος. Glaukos und Dionysios. 401. Pausan. V.26.2. τὰ δὲ ἀναθήματα Μικύθου in Olympia) πολλά τε ἀριθμὸν καὶ οὐκ ἐφεξῆς ὄντα εὕρισκον, ἀλλὰ Ἰφίτου μὲν τοῦ Ἠλείου καὶ Ἐκεχειρίας στεφανούσης τὸν Ιφιτον, τούτων μὲν τῶν εἰκόνων ἔχεται τοσάδε ἀναθήματα τῶν Μικύθου, Αμφιτρίτη τε καὶ Ποσειδῶν καὶ Ἑστία. Γλαῦκος δὲ ὁ ποιήσας ἐστὶν Ἀργεῖος. παρὰ δὲ 5 τοῦ ναοῦ τοῦ μεγάλου τὴν ἐν ἀριστερᾷ πλευρὰν ἀνέθηκεν ἄλλα, Κόρην τὴν Δήμητρος καὶ Ἀφροδίτην Γανυμήδην τε καὶ Ἄρτεμιν, ποιητῶν δὲ Ὅμηρον καὶ Ἡσίοδον, καὶ θεοὺς αὖθις Ἀσκληπιὸν καὶ Ὑγίειαν. 3. Αγών τε ἐν τοῖς ἀναθήμασίν ἐστι τοῖς Μικύθου φέρων ἁλτῆρας. οἱ δὲ ἁλτῆρες οὗτοι παρέσχοντο σχῆμα τοιόνδε· κύκλου παραμηκεστέρου καὶ οὐκ ἐς τὸ ἀκριβέστατον περιφεροῖς εἰσιν ἥμισυ, πεποίηται δὲ ὡς καὶ τοὺς δακτύλους τῶν χειρῶν διιέναι καθάπερ δι ̓ ὀχάνων 10 ἀσπίδος. τούτων μὲν δὴ σχῆμά ἐστι τὸ εἰρημένον. Παρὰ δὲ τοῦ Ἀγῶνος τὴν εἰκόνα Διόνυσος καὶ ὁ Θρᾷξ ἐστιν Ὀρφεὺς καὶ ἄγαλμα Διός, οὗ δὴ καὶ ὀλίγῳ πρότερον ἐπεμνήσθην. ταῦτα ἔργα ἐστὶν 15 Ἀργείου Διονυσίου, τεθῆναι δὲ ὑπὸ τοῦ Μικύθου καὶ ἄλλα ὁμοῦ τούτοις λέγουσι, Νέρωνα δὲ ἀφελέσθαι φασὶ καὶ ταῦτα. τοῖς δὲ ἐργασαμένοις αὐτὰ, γένος οὖσιν Αργείοις, Διονυσίῳ τε καὶ Γλαύκῳ, διδάσκαλόν σφισιν οὐδένα ἐπιλέγουσιν· ἡλικίαν δὲ αὐτῶν ὁ τὰ ἔργα ἐς Ὀλυμπίαν ἀναθεὶς ἐπιδείκνυσιν ὁ Μίκυθος). 20 a) Vgl. Pausan. V. 24. 6. Ἔστι δὲ καὶ ἄλλος Ζεὺς οὐκ ἔχων πω γένεια· κεῖται δὲ ἐν τοῖς ἀναθήμασι τοῖς Μικύθου. b) Seine Zeit fällt in Ol. 76, 1 -- 78, 2. Pausan. a. a. O., Herod. VII. 170, Diod. 402. Pausan. V. 27. 1. ἐν δὲ αὐτοῖς (den Weihgeschenken an der Südseite der Altis von Olympia) καὶ τὰ ἀνατεθέντα ἐστὶν ὑπὸ τοῦ Μαιναλίου Φόρμιδος, ὃς ἐκ Μαινάλου διαβὰς ἐς Σικελίαν παρὰ Γέλωνα τὸν Δεινομένους, καὶ ἐκείνῳ τε αὐτῷ καὶ ̔Ιέρωνι ὕστερον ἀδελφῷ τοῦ Γέλωνος ἐς τὰς στρατείας ἀποδεικνύμενος λαμπρὰ ἔργα, ἐς το- 5 σοῦτο προῆλθεν εὐδαιμονίας, ὡς ἀναθεῖναι μὲν ταῦτα ἐς Ὀλυμπίαν, ἀναθεῖναι δὲ καὶ ̓Απόλλωνι ἄλλα ἐς Δελφούς. 2. τὰ δὲ ἐς Ὀλυμπίαν δύο τέ εἰσιν ἵπποι καὶ ἡνίοχοι δύο, ἑκατέρῳ τῶν ἵππων παρεστὼς ἀνὴρ ἡνίοχος. ὁ μὲν δὴ πρότερος τῶν ἵππων καὶ ὁ ἀνὴρ Διονυσίου τοῦ Ἀργείου, τὰ δεύτερα δὲ ἔργα ἐστὶν Αἰγινήτου Σίμωνος. 10 τῷ προτέρῳ δὲ τῶν ἵππων ἐπίγραμμα ἔπεστιν ἐπὶ τῇ πλευρᾷ, τὰ πρῶτα οὐ σὺν μέτρῳ· λέγει γὰρ δὴ οὕτω Φόρμις ἀνέθηκεν Αρκὰς Μαινάλιος, νῦν δὲ Συρακόσιος. 3. οὗτός ἐστιν ὁ ἵππος ὅτῳ καὶ τὸ ἱππομανὲς λόγῳ τῷ Ἠλείων 15 ἔγκειται. δῆλα δὲ καὶ ἄλλα ἐς τιμὴν ἀνδρὸς μάγου σοφίᾳ γενέσθαι συμβαίνοντα τῷ ἵππῳ. μέγεθος μὲν ἢ εἶδος ἵππων ἀποδεῖ πολλῷ, ὅσοι τῆς Αλτεως ἐντὸς ἑστήκασι· πρὸς δὲ ἀποκέκοπταί τε τὴν οὐρὰν καὶ ἔστιν ἐπὶ τῷ τοιῷδε ἔτι αἰσχίων. οἱ δὲ ἵπποι οἱ ἄρσενες οὔτι που τοῦ ἦρος μόνον ἀλλὰ καὶ ἀνὰ πᾶσαν ἐπ ̓ αὐτὸν ὀργῶ- 20 σιν ἡμέραν. Sikyon. Kanachos. (Zur Chronologie gegen Brunn, Künstlergesch. 1. 74, Urlichs im N. Rhein. Mus. X. 1856. S. 8.) 403. Pausan. IX. 10. 2. ἔστι δὲ in Theben) λόφος ἐν δεξιᾷ τῶν πυλῶν ἱερὸς Απόλλωνος· καλεῖται δὲ ὅ τε λόφος καὶ ὁ θεὸς Ἰσμήνιος, παραῤῥέοντος τοῦ ποταμοῦ ταύτῃ τοῦ Ἰσμηνίου. . . . . τὸ δὲ ἄγαλμα μεγέθει τε ἴσον τῷ ἐν Βραγχίδαις ἐστὶ καὶ τὸ εἶδος οὐδὲν διαφόρως ἔχον· ὅστις |