Immagini della pagina
PDF
ePub

VII. Principat des Pompeius, Crassus und Cäsar.

1. Machination des Metellus Nepos (Dio 37, 43).

Ἔν τε οὖν τούτῳ ἡ βουλὴ ἐπεκράτησε, καὶ ἐν ἐκείνῳ ὅτι τὸν 43 Πομπήιον τοῦ Νέπωτος μεταπεμφθῆναι σὺν τῷ στρατεύματι, ἐν γὰρ τῇ 'Ασίᾳ ἔτ ̓ ἦν, προφάσει μὲν τοῦ τὰ παρόντα κατασταθῆναι, ἐλπίδι δὲ τοῦ δι' αὐτοῦ, ἅτε τὰ τοῦ πλήθους φρονοῦν τος, ἰσχύσειν ἐν οἷς ἐτάρασσεν, ἐσηγησαμένου διεκώλυσαν αὐτὸ κυρωθῆναι. τὰ μὲν γὰρ πρῶτα ὅ τε Κάτων και Κύιντος Μι-2 νούκιος δημαρχοῦντες ἀντέλεγον τοῖς γραφεῖσι, καὶ τόν τε γραμματέα τὸν ἀναγιγνώσκοντα τὴν γνώμην ἐπέσχον, καὶ τοῦ Νέ πωτος τὸ γραμματεῖον, ὅπως αὐτὸς ἀναλέξῃ, λαβόντος ἐξήρ πασαν, ἐπειδή τε καὶ ὡς ἀπὸ γλώσσης τινὰ εἰπεῖν ἐπεχείρησε, τὸ στόμα αὐτοῦ ἐπέλαβον. μάχης δὲ ἐκ τούτου καὶ ἐκείνων καὶ 3 ἄλλων τινῶν ἑκατέροις βοηθησάντων ξύλοις καὶ λίθοις, ἔτι δὲ καὶ ξίφεσι γενομένης, οἱ βουλευταὶ συνῆλθον αὐθημερὸν ἐς τὸ συνέδριον, καὶ τά τε ἱμάτια ἠλλάξαντο καὶ τοῖς ὑπάτοις τὴν φυλακὴν τῆς πόλεως, ὥστε μηδὲν ἀπ' αὐτῆς ἀποτριβῆναι, ἐπέτρεψαν. φοβηθείς οὖν καὶ τότε ὁ Νέπως ἔκ τε τοῦ μέσου εὐθὺς 4 ἐξεχώρησε, καὶ μετὰ τοῦτο γραφήν τινα κατὰ τῆς βουλῆς ἐκθεὶς· πρὸς τὸν Πομπήιον ἀφώρμησε, καίτοι μηδεμίαν αὐτῷ νύκτα ἀπολιπῆναι ἐκ τῆς πόλεως ἐξόν.

2. Pompeius' Rückkehr aus Asien (Dio 37, 49-50).

Πομπήιος δὲ ἦλθε μὲν ἐς τὴν Ἰταλίαν ἐν τῷ χρόνῳ τούτῳ, 49 καὶ τόν τε Αφράνιον τὸν Λούκιον καὶ τὸν Μέτελλον τὸν Κέλερα ὑπάτους ἀποδειχθῆναι ἐποίησεν, ἐλπίσας δι' αὐτῶν μάτην πάνθ'

[merged small][merged small][ocr errors][merged small][merged small][merged small][ocr errors][merged small]

2 ὅσα ἐβούλετο καταπράξειν. ἤθελε μὲν γὰρ ἄλλα τε καὶ ἐν τοῖς μάλιστα χώραν τέ τινα τοῖς συνεστρατευμένοις οἱ δοθῆναι καὶ τὰ πεπραγμένα αὐτῷ πάντ ̓ ἐπικυρωθῆναι, διήμαρτε δὲ σφῶν τότε. οἵ τε γὰρ δυνατοί, μηδὲ ἐκ τοῦ πρὶν αὐτῷ ἀρεσκόμενοι, 3 διεκώλυσαν αὐτὰ ψηφισθῆναι· καὶ αὐτῶν τῶν ὑπάτων ̓Αφράνιος μέν, ὀρχεῖσθαι γὰρ βέλτιον ἤ τι διαπράσσειν ἠπίστατο, πρὸς οὐδὲν αὐτῷ συνήρατο, Μέτελλος δὲ ὀργῇ, ὅτι τὴν ἀδελ φὴν αὐτοῦ, καίτοι παῖδας ἐξ αὐτῆς ἔχων, ἀπεπέμπετο, καὶ πάνυ 4 πρὸς πάντα ἀντέπραξεν. ὅ τε Λούκουλλος ὁ Λούκιος, ᾧ ποτε ἐν τῇ Γαλατίᾳ ὁ Πομπήιος ἐντυχὼν ὑπερφρόνως ἐκέχρητο, πολύς τε αὐτῷ ἐνέκειτο, καὶ ἐκέλευσεν αὐτὸν ἰδίᾳ καὶ καθ ̓ ἕκαστον ὧν ἔπραξεν ἐπεξελθεῖν καὶ μὴ πᾶσιν ἅμα αὐτοῖς τὴν κύρωσιν 5 αἰτεῖν. ἄλλως τε γὰρ δίκαιον εἶναι ἔλεγε μὴ πάντα ἁπλῶς ὅσα ἐπεποιήκει, καὶ ἃ μηδείς σφων ἠπίστατο ὁποῖα εἶναι, βεβαιωθῆ ναι ὥσπερ ὑπὸ δεσπότου τινὸς γεγενημένα· καὶ ἐπειδὴ καὶ τῶν ἑαυτοῦ ἔργων κατελελύκει τινά, ἠξίου ἐξετασμὸν ἑκατέρων ἐν τῇ βουλῇ γενέσθαι, ἵν ̓ ὁπότερ ̓ ἂν αὐτοῖς ἀρέσῃ κυρώσωσι. καὶ αὐτῷ καὶ ὁ Κάτων ὅ τε Μέτελλος οἵ τε ἄλλοι οἱ τὰ αὐτὰ σφίσι 50 βουλόμενοι ἰσχυρῶς συνεμάχουν. τοῦ γοῦν δημάρχου τοῦ τὴν γῆν τοῖς τῷ Πομπηίῳ συνεξητασμένοις κατανεῖμαι ἐσηγουμένου προσγράψαντος τῇ γνώμῃ τὸ καὶ πᾶσι τοῖς πολίταις, ὅπως τοῦτό τε αὐτὸ ῥᾷον ψηφίσωνται καὶ τὰ πραχθέντα αὐτῷ βεβαιώσωσι, κλήρους τινὰς δοθῆναι, ἐπὶ πᾶν ὁ Μέτελλος ἀνθιστάμενος ἐπεξῆλθεν, ὥστε καὶ ἐς τὸ οἴκημα ὑπ ̓ αὐτοῦ ἐμβληθῆναι καὶ τὴν 2 γερουσίαν ἐνταῦθα ἀθροῖσαι ἐθελῆσαι. ἐπεί τε ἐκεῖνος, Λούκιος δὲ δὴ Φλάουιος ὠνομάζετο, τό τε βάθρον τὸ δημαρχικὸν ἐν αὐτῇ τῇ ἐσόδῳ αὐτοῦ ἔθηκε, καὶ ἐπ ̓ αὐτῷ καθεζόμενος ἐμ

ingens comitiorum, in quae omnibus invitis trudit noster Magnus Auli filium (i. e. L. Afranium); atque in eo neque auctoritate neque gratia pugnat, sed quibus Philippus omnia castella expugnari posse dicebat, in quae modo asellus onustus auro posset ascendere. μάτην] wie temere facile. ἐπικυρωθῆναι] rata fieri. - ἠπίστατο] Cic. Att. I, 19, 4 Metellus est consul sane bonus et nos admodum diligit; ille alter ita nihil est, ut plane quid emerit nesciat. · τὴν ἀδελφήν] Muciam.

=

--

ἀντέπραξεν] Hor. Carm. II, 1 führt auf dieses Consulat des Metellus

[blocks in formation]

ποδὼν ὥστε μηδένα ἐσιέναι ἐγίγνετο, τόν τε τοῖχον τοῦ δεσμω τηρίου διακοπῆναι ἐκέλευσεν, ὅπως δι ̓ αὐτοῦ ἡ βουλὴ ἐσέλθῃ, καὶ ὡς νυκτερεύσων κατὰ χώραν παρεσκευάζετο. μαθὼν οὖν 3 τοῦθ ̓ ὁ Πομπήιος, καὶ αἰσχυνθείς τε ἅμα καὶ δείσας μὴ καὶ ὁ δῆμος ἀγανακτήσῃ, προσέταξε τῷ Φλαουίῳ ἀπαναστῆναι. ἔλεγε μὲν γὰρ ὡς τοῦ Μετέλλου τοῦτ ̓ ἀξιώσαντος, οὐ μὴν ἐπιστεύετο· τὸ γὰρ φρόνημα αὐτοῦ κατάδηλον πᾶσιν ἦν. ἀμέλει τῶν ἄλλων 4 δημάρχων ἐξελέσθαι αὐτὸν βουληθέντων οὐκ ἠθέλησεν. οὔκουν οὐδ ̓ αὖθις ἀπειλήσαντι τῷ Φλαουίῳ μηδὲ ἐς τὸ ἔθνος ὃ ἐκε κλήρωτο ἐπιτρέψειν αὐτῷ, εἰ μὴ συγχωρήσειέν οἱ διανομοθετῆ σαι, ἐξελθεῖν, ὑπεῖξεν, ἀλλὰ καὶ πάνυ ἄσμενος ἐν τῇ πόλει κατέμεινεν. ὁ οὖν Πομπήιος ἐπειδὴ μηδὲν διά τε τὸν Μέτελλον 5 καὶ διὰ τοὺς ἄλλους διεπράξατο, ἔφη μὲν φθονεῖσθαί τε ὑπ' αὐτῶν καὶ τῷ πλήθει τοῦτο δηλώσειν, φοβηθεὶς δὲ μὴ καὶ ἐκείνου διαμαρτὼν μείζω αἰσχύνην ἔφλῃ, κατέβαλε τὴν ἀξίωσιν. καὶ ὁ μὲν οὕτω γνοὺς ὅτι μηδὲν ὄντως ἴσχυεν, ἀλλὰ τὸ μὲν 6 ὄνομα καὶ τὸν φθόνον ἐφ ̓ οἷς ἠδυνήθη ποτὲ εἶχεν, ἔργῳ δὲ οὐδὲν ἀπ' αὐτῶν ἀπώνητο, μετεμέλετο ὅτι τά τε στρατόπεδα προαφῆκε καὶ ἑαυτὸν τοῖς ἐχθροῖς ἐξέδωκεν.

3. Der Geheimbund (Dio 37, 55-58).

Ὁ δὲ Καΐσαρ τὸν Πομπήιον καὶ Κράσσον συνήλλαξεν, οὐχ 55 ὅτι συνενεχθῆναι σφᾶς ἤθελεν, ἀλλ ̓ ὅτι δυνατωτάτους τε ἑώρα ὄντας, καὶ εὖ ἐπίστατο ὅτι οὔτε χωρὶς τῆς παρ ̓ ἐκείνων ἀμφοτέρων ἢ καὶ θατέρου βοηθείας μέγα τι ἰσχύσει, κἂν τὸν ἕτερον ὁποτερονοῦν αὐτῶν προσεταιρίσηται, ἀνταγωνιστήν τε διὰ τοῦτο

[merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small]

τὸν ἕτερον ἕξει καὶ πλέον ὑπ' αὐτοῦ σφαλήσεται ἢ ὑπὸ τοῦ 2 συναιρομένου οἱ κατεργάσεται. τοῦτο μὲν γὰρ προθυμότερον ἐδόκουν αὐτῷ πάντες ἄνθρωποι τοῖς ἐχθροῖς ἀντιπράττειν ἢ συναγωνίζεσθαι τοῖς ἐπιτηδείοις, οὐ κατ ̓ ἐκεῖνο μόνον ὅτι ἥ τε ὀργὴ καὶ τὸ μῖσος σφοδροτέρας τὰς σπονδὰς πάσης φιλίας ποιεῖ, ἀλλὰ καὶ ὅτι ὁ μὲν ὑπὲρ ἑαυτοῦ, ὁ δὲ ὑπὲρ ἑτέρου πράττων τήν τε ἡδονὴν κατορθώσας καὶ τὴν λύπην σφαλεὶς οὐχ ὁμοίας ἔχουσι 3 τοῦτο δὲ προχειρότερον ἐμποδίζειν τέ τινας καὶ κωλύειν μηδε μίαν αὔξησιν λαβεῖν ἢ ἐπὶ μέγα προάγειν ἐθέλειν, διά τε τἄλλα καὶ μάλισθ' ὅτι ὁ μὲν οὐκ ἐῶν τινα αὐξηθῆναι τοῖς τε ἄλλοις ἅμα καὶ ἑαυτῷ χαρίζεται, ὁ δὲ ἐξαίρων τινὰ ἐπαχθῆ αὐτὸν ἀμ· φοτέροις σφίσι ποιεῖ. 56 τούτων δὴ οὖν ἕνεκα καὶ ὁ Καῖσαρ τότε τε αὐτοὺς ὑπῆλθε καὶ μετὰ τοῦτο ἀλλήλοις κατήλλαξεν. οὔτε γὰρ δίχα τούτων δυνήσεσθαί τι ἀεὶ καὶ οὐκ ἂν θατέρῳ ποτὲ αὐτῶν προσκροῦσαι ἐνόμιζεν, οὔτ ̓ αὖ ἐφοβήθη μὴ καὶ συμφρονήσαντες κρείττους αὑτοῦ γένωνται· πάνυ γὰρ εὖ ἐπίστατο ὅτι τῶν μὲν ἄλλων εὐθὺς διὰ τῆς ἐκείνων φιλίας, αὐτῶν δ ̓ οὐ πολλῷ ὕστερον δι 2 ἀλλήλων κρατήσοι. καὶ ἔσχεν οὕτω. καὶ γὰρ ὁ Πομπήιος ὅ τε Κράσσος ὡς ἀπ ̓ οἰκείας καὶ αὐτοὶ αἰτίας πρός τε ἀλλήλους, ἐπειδὴ τάχιστα ὥρμησαν, κατελύσαντο καὶ ἐκεῖνον ἐς τὴν κοι 3 νωνίαν τῶν πραγμάτων προσέλαβον. Πομπήιος μὲν γὰρ οὔτ ̓ αὐτὸς ὅσον ἤλπισεν ἰσχύων, καὶ τὸν Κράσσον ἐν δυνάμει ὄντα τόν τε Καίσαρα αὐξανόμενον ὁρῶν, καὶ ἔδεισε μὴ παντάπασιν ὑπ ̓ αὐτῶν καταλυθῇ, καὶ ἐπήλπισε, προσκοινωνήσας σφίσι τῶν παρόντων, τὴν ἀρχαίαν δι' αὐτῶν ἐξουσίαν ἀναλήψεσθαι· 4 Κράσσος δὲ ἠξίου τε πάντων ἀπό τε τοῦ γένους καὶ ἀπὸ τοῦ πλούτου περιεῖναι, καὶ ἐπειδὴ τοῦ τε Πομπηίου παρὰ πολὺ ἠλαττοῦτο καὶ τὸν Καίσαρα ἐπὶ μέγα ἀρθήσεσθαι ἐνόμιζεν, ἐς ἀντίπαλον αὐτοὺς ἀλλήλοις καταστῆσαι ἠθέλησεν, ὅπως μηδέ τερος σφῶν ὑπέροχῃ, προσδοκήσας ἐκείνους τε ἀνταγωνιστὰς Ισοκρατεῖς ἔσεσθαι, καὶ αὐτὸς ἐν τούτῳ τήν τε ἑκατέρου φιλίαν

[merged small][merged small][ocr errors][merged small][merged small]

ἐκκαρπώσεσθαι καὶ ὑπὲρ ἀμφοτέρους τιμηθήσεσθαι. ἀκριβῶς 5 μὲν γὰρ οὔτε τὰ τοῦ πλήθους οὔτε τὰ τῆς βουλῆς ἐπολίτευε, τῆς δὲ ἰδίας αὑτοῦ δυναστείας ἕνεκα πάντ ̓ ἔπραττε, καὶ διὰ τοῦθ ̓ ὑπήρχετό τε ἀμφοτέρους σφᾶς ὁμοίως καὶ τὴν πρὸς ἑκατέρους ἔχθραν ἐξέκλινεν, ἐπὶ τοσοῦτον ἐν τῷ μέρει κεχαρισμένα ἀμφοῖν σπουδάζων ἐφ ̓ ὅσον ἤμελλε τοῦ μὲν καταθυμίου παντὸς ἑκατέροις αἰταθήσεσθαι, τῶν δὲ δυσχερεστέρων μὴ μεταλήψεσθαι.

οὕτω μὲν δὴ καὶ διὰ ταῦτα οἱ τρεῖς τήν τε φιλίαν συν-57 έθεντο, καὶ ὅρκοις αὐτὴν πιστωσάμενοι τά τε κοινὰ δι ̓ ἑαυτῶν ἐποιήσαντο, κἀκ τούτου καὶ ἀντεδίδοσαν σφισι καὶ ἀντελάμβανον παρ ̓ ἀλλήλων ὅσα ἔν τε ἐπιθυμίᾳ εἶχον καὶ πρὸς τὰ παρόντα ἥρμοττεν αὐτοῖς πράττεσθαι. συμφορονησάντων δὲ 2 ἐκείνων καὶ τὰ ἑταιρικὰ σφῶν ὡμολόγησαν, καὶ ἐποίουν καὶ οὗτοι μετὰ ἀδείας ὅσα ἤθελον, ἡγεμόσι πρὸς πάντα αὐτοῖς χρώμενοι, ὥστε τὸ σωφρονοῦν ὀλίγον ἔν τε τῷ Κάτωνι, καὶ εἰ δή τις ἄλλος τὰ αὐτὰ αὐτῷ φρονεῖν δοκεῖν ἐβούλετο, καταλειφθῆ ναι καθαρῶς μὲν γὰρ καὶ ἄνευ τινὸς ἰδίας πλεονεξίας αὐδεὶς 3 τῶν τότε τὰ κοινὰ πλὴν τοῦ Κάτωνος ἔπραττεν· αἰσχυνόμενοι δέ τινες τοῖς δρωμένοις, καὶ ἕτεροι καὶ ζηλοῦν αὐτὸν ἐφιέμενοι, προσήπτοντο μέν πῃ τῶν πραγμάτων καί τι τῶν ὁμοίων οἱ διεδείκνυντο, οὐ μὴν καὶ διαρκεῖς, ἅτε ἐξ ἐπιτηδεύσεως, ἀλλ ̓ οὐκ ἀπ ̓ ἀρετῆς ἐμφύτου ὁρμώμενοι, ἦσαν.

ἐς τοῦτο μὲν δὴ τότε τὰ τῶν ̔Ρωμαίων πράγματα οἱ ἄνδρες 58 ἐκεῖνοι προήγαγον, ἐπὶ πλεῖστον ὅσον τὴν συνωμοσίαν σφῶν

[ocr errors]

ἀμφοῖν] Cic. ad. Att. I, 18, 5 Crassus verbum nullum contra gratiam. αἰτιαθήσεσθαι] Er hofte für den Urheber alles dessen zu gelten, was den beiden anderen nach Wunsch (τοῦ καταθυμίου) gehen würde.

C. 57. οἱ τρεῖς] Aus den Worten des Cic. de prov. cons. 17: „me in tribus sibi coniunctissimis consularibus esse voluit" darf man nicht schliefsen, dafs Cäsar den Cicero aufforderte, der geschlossenen Übereinkunft beizutreten. Denn der Bund blieb dem Cicero so gut wie allen andern Staatsmännern Roms lange unbekannt. Über die Tendenz des Bündnisses ist sich überhaupt Cicero nie klar geworden. Der Name

,,Triumvirat" wurde von dem Bünd-
nisse nicht gebraucht, weil trium-
viri, duumviri, decemviri etc. immer
nur von öffentlichen Beamten ge-
braucht wurde. ὅρκοις πιστωσά-
μενοι] dieses Factum zeigt, dafs das
Bündnis nicht eine der gewöhn-
lichen politischen Hetärien war.
ἐν τῷ Κάτωνι] cf. Cic. Att. I, 18, 7
unus est, qui curet constantia magis
et integritate quam ut mihi videtur
consilio aut ingenio, M. Cato. Ibid.
II, 1, 8 nam Čatonem nostrum non
tu amas plus quam ego; sed tamen
ille optimo animo utens et summa
fide nocet interdum reip. Dicit
enim tamquam in Platonis πολιτεία,
non támquam in Romuli faece sen-
tentiam.

« IndietroContinua »