Immagini della pagina
PDF
ePub

ἀποκρυψάμενοι. ἐποίουν μὲν γὰρ ὅσα ἐδέδοκτο σφίσιν, ἐσχηματίζοντο δὲ καὶ προεβάλλοντο τὰ ἐναντιώτατα, ὅπως ἔτ ̓ ἐπὶ 2 μακρότατον διαλάθωσι, μέχρις ἂν ἱκανῶς παρασκευάσωνται. οὐ μέντοι καὶ τὸ δαιμόνιον τὰ πραττόμενα ὑπ' αὐτῶν ἠγνόει, ἀλλὰ καὶ πάνυ τοῖς τι συνεῖναι τῶν τοιούτων δυναμένοις εὐθὺς τότε πάντα τὰ ἔπειτα ἀπ' αὐτῶν ἐσόμενα ἐξέφηνε χειμών τε γὰρ 3 τοιοῦτος ἐξαίφνης τήν τε πόλιν ὅλην καὶ τὴν χώραν ἅπασαν κατέσχεν ὥστε πάμπολλα μὲν δένδρα πρόρριζα ανατραπῆναι, πολλὰς δὲ οἰκίας καταρραγῆναι, τά τε πλοῖα τὰ ἐν τῷ Τιβέριδι καὶ πρὸς τὸ ἄστυ καὶ πρὸς τὰς ἐκβολὰς αὐτοῦ ναυλοχοῦντα 4 βαπτισθῆναι, καὶ τὴν γέφυραν τὴν ξυλίνην διαφθαρῆναι, και τι καὶ θέατρον πρὸς πανήγυριν τινα ἐκ ξύλων ᾠκοδομημένον ἀνετράπη, καὶ ἄνθρωποι παρὰ πάντα ταῦτα παμπληθεῖς ἀπώλοντο. ἐκεῖνα μὲν δὴ οὖν καθάπερ εἰκὼν τῶν μελλόντων σφίσι καὶ ἐν τῇ γῇ καὶ ἐν τῷ ὕδατι συμβήσεσθαι προεδείχθη.

1

4. Consulat des C. Julius Cäsar (Dio 38, 1-11).

Τῷ δὲ ἑξῆς ἔτει ὁ Καῖσαρ τὸ σύμπαν θεραπεῦσαι πλῆθος ἠθέλησεν, ὅπως σφᾶς ἔτι καὶ μᾶλλον σφετερίσηται. βουληθεὶς δὲ καὶ τὰ τῶν δυνατῶν δοκεῖν, ἵνα μὴ καὶ δι ̓ ἀπεχθείας αὐτῷ

C. 58. τὸ δαιμόνιον] Vgl. die Einleitung zu Dio Cassius u. Hor. Carm. I, 2. — τὴν γέφυραν τὴν ξυλίνην] pontem sublicium.

C. 1. τῷ δὲ ἐξῆς ἔτει] 59 v. Chr. Cäsar hatte durch den Einfluss u. die Bestechung der Senatspartei, woran sich auch Cicero u. sogar Cato beteiligten, den M. Bibulus zum Kollegen im Consulat erhalten, der sich schon in der Ädilität u. in der Prätur beständig als sein Gegner gezeigt hatte. Vgl. Cic. ad Att. II, 1. — τὸ σύμπαν πλῆθος] die Volkspartei u. den Ritterstand. τῶν δυνατῶν] der Nobilität oder der Senatspartei. Es war, wie es scheint, dem Cäsar Ernst, als Consul auf jedes Rachegefühl zu verzichten u. sich mit dem Senat zu verständigen. So bietet er dem Bibulus eine grofsmütige Versöhnung an (App. b. c. II, 10) u. fordert Cicero auf, seiner Politik beizutre

ten. Vgl. Cic. Att. II, 2 Venio nunc ad mensem Ianuarium (59) et ad ὑπόστασιν nostram ac πολιτείαν, τη qua Σωκρατικῶς εἰς ἑκάτερον, sed tamen ad extremum, ut illi solebant, τὴν ἀρέσκουσαν. Est res sane magni consilii. Nam aut fortiter resistendum est legi agrariae, in quo est quaedam dimicatio sed plena laudis, aut quiescendum, quod est non dissimile atque ire in Solonium (sc. agrum bei Lanuvium) aut Antium, aut etiam adiuvandum, quod a me aiunt Caesarem sic exspectare ut non dubitet. Nam fuit apud me Cornelius, hunc dico Balbum Caesaris familiarem. Is adfirmabat illum omnibus in rebus meo et Pompei consilio usurum daturumque operam, ut cum Pompeio Crassum coniungeret. Hic sunt haec: coniunctio mihi summa cum Pompeio, si placet etiam cum Caesare, reditus in gratiam cum inimicis,

ὦσι, πράττειν, εἶπε σφίσι πολλάκις ὅτι οὔτε γράψοι τι ἃ μὴ καὶ ἐκείνοις συνοίσει, καὶ δὴ γνώμην τινὰ περὶ τῆς χώρας, ἣν παντὶ 2 τῷ ὁμίλῳ κατένειμεν, οὕτω συνέγραψεν ὥστε μηδὲ μικρόν τι αὐτῆς αἰτιαθῆναι· καὶ οὐδὲ ταύτην μέντοι ἐσοίσειν, εἰ μὴ βουλομένοις σφίσιν εἴη, ἐπλάττετο. τοῦ μὲν δὴ οὖν νόμου ἕνεκα οὐδεὶς αὐτῷ οὐδὲν ἐπικαλέσαι ἐδύνατο· τό τε γὰρ πλῆθος τῶν πολιτῶν ὑπέρογκον ὄν, ἀφ ̓ οὗπερ καὶ τὰ μάλιστα ἐστασίαζον, πρός τε τὰ ἔργα καὶ πρὸς γεωργίας ἐτρέπετο, καὶ τὰ πλεῖστα 3 τῆς Ἰταλίας ἠρημωμένα αὖθις συνῳκίζετο, ὥστε μὴ μόνον τοὺς ἐν ταῖς στρατείαις τεταλαιπωρημένους ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας διαρκῆ τὴν τροφὴν ἔχειν μήτε τῆς πόλεως οἴκοθέν τι δαπανωμένης μήτε τῶν δυνατῶν ζημιουμένων, ἀλλὰ καὶ τιμὴν καὶ ἀρχὴν πολλῶν προσλαμβανόντων. τὴν δὲ χώραν τήν τε 4 κοινὴν ἅπασαν πλὴν τῆς Καμπανίδος ἔνεμε (ταύτην γὰρ ἐν τῷ δημοσίῳ ἐξαίρετον διὰ τὴν ἀρετὴν συνεβούλευσεν εἶναι), καὶ τὴν λοιπὴν οὔτε παρ ̓ ἄκοντός τινος οὔτ ̓ αὖ ὅσου ἂν οἱ γεωνόμοι βουληθώσιν, ἀλλὰ πρῶτον μὲν παρ' ἑκόντων, ἔπειτα δὲ τοσούτου ὅσου ἐν ταῖς ἀπογραφαῖς ἐτετίμητο, ἀγορασθῆναι ἐκέ λευσε. χρήματά τε γὰρ πολλὰ ἀπό τε τῆς λείας ἣν ὁ Πομπήιος 5 εἰλήφει καὶ ἀπὸ τῶν φόρων τῶν τε τελῶν τῶν προκαταστάντων περιεῖναι σφίσιν ἔλεγε, καὶ χρῆναι αὐτά, ἅτε καὶ τοῖς τῶν που

pax cum multitudine, senectutis

otium. Sed non opinor esse dubitandum, quin semper nobis videatur εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης. Man sieht hieraus, dafs Cicero keinen festen Standpunkt gewinnen kann, denn das ἀμύνεσθαι περὶ πάτρης ist sehr unbestimmt, konnte es nicht ein Kampf werden für die Vorurteile des Senats? So gewann Cäsar weder Cicero noch Bibulus noch den Senat für sich, zumal da er mit den Endzielen seiner Politik nicht klar u. offen hervortrat. γνώμην τινὰ περὶ τῆς χώρας] die Hauptbestimmungen der lex agraria waren a) Verteilung des ganzen noch verfügbaren ager publicus, ausgenommen Campanien u. Volaterrä (vgl. Cic. Fam. XIII, 4); b) Sollte das Territorium nicht ausreichen, neue Erwerbungen aus dem Überschufs der Staatseinkünfte; c) Verbot jeder gewaltsamen Eigentumsent

[blocks in formation]

λιτῶν κινδύνοις πεπορισμένα, ἐς αὐτοὺς ἐκείνους ἀναλωθῆναι. 6 καὶ μέντοι καὶ τοὺς γεωνόμους οὔτ ̓ ὀλίγους, ὥστε καὶ δυναστείᾳ τινὶ ἐοικέναι, οὔτ ̓ ἐξ ὑπευθύνων, ὥστε τινὰ δυσχερᾶναι, καθίστη, ἀλλὰ πρῶτον μὲν τοῦ συχνους τῆς τιμῆς μετασχεῖν, 7 εἴκοσιν, ἔπειτα δὲ τοὺς ἐπιτηδειοτάτους, πλὴν ἑαυτοῦ. πάνυ γάρ τι τοῦτο προδιωμολογήσατο, ὅπως μὴ δι ̓ ἑαυτόν τι γράφειν νομισθείη· αὐτὸς μὲν γὰρ τῇ τε εὑρήσει καὶ τῇ ἐσηγήσει τοῦ πράγματος ἠρκεῖτο, ὥς γε ἔλεγε, τῷ δὲ δὴ Πομπηίῳ καὶ τῷ Κράσσῳ τοῖς τε ἄλλοις φανερῶς ἐχαρίζετο.

2 ἕνεκα μὲν οὖν τῶν γραφέντων ἀναίτιος ἦν, ὥστε μὴ διᾶραι τὸ στόμα ὑπεναντίον οἱ μηδένα τολμῆσαι· καὶ γὰρ προανέγνω αὐτὰ ἐν τῇ βουλῇ, καὶ ὀνομαστὶ ἕνα ἕκαστον αὐτῶν ἀνακαλῶν ἐπηρώτησε μή τί τις αἰτιᾶται, μεταγράψειν ἢ καὶ παντελῶς 2 ἀπαλείψειν, εἴ γέ τῷ μὴ ἀρέσειέ τι, ὑποσχόμενος. τὸ δὲ δὴ σύμπαν καὶ πάνυ πάντες οἱ δυνατοὶ οἵ γε ἔξω τῆς συνωμοσίας ὄντες ἐδυσχέραινον. καὶ αὐτό γε τοῦτο αὐτοὺς ἐς τὰ μάλιστα ἐλύπει, ὅτι τοιαῦτα συγγεγραφὼς ἦν ὥστε μήτε τινὰ αἰτίαν 3 δύνασθαι λαβεῖν καὶ πάντας σφᾶς βαρύνειν ὑπώπτευον γὰρ αὐτόν, ἐφ ̓ ᾧπερ που καὶ ἐγίγνετο, τό τε πλῆθος ἀπ' αὐτῶν ἀναρτήσεσθαι καὶ ὄνομα καὶ ἰσχὺν καὶ ἐπὶ πάντας ἀνθρώπους ἕξειν. καὶ διὰ τοῦτο, εἰ καὶ μηδείς οἱ ἀντέλεγεν, ἀλλ ̓ οὔτι γε καὶ συνεπήνουν. τοῖς μὲν δὴ οὖν ἄλλοις ἐξήρκει τοῦτο, καὶ ἐπηγγέλλοντο μὲν ἀεὶ αὐτῷ προβουλεύσειν, ἐποίουν δὲ οὐδέν, 3 ἀλλὰ διατριβαὶ καὶ ἀναβολαὶ τὴν ἄλλως ἐγίγνοντο· ὁ δὲ δὴ Κάτων ὁ Μάρκος, ἦν δὲ ἄλλως μὲν ἐπιεικὴς καὶ οὐδενὶ νεοχμῷ ἀρεσκόμενος, οὐ μὴν καὶ ῥώμην τινὰ οὔτε ἐκ φύσεως οὔτε ἐκ παιδείας ἔχων, τοῖς μὲν γεγραμμένοις οὐδὲν οὐδ ̓ αὐτὸς ἐπεκάλει, τὸ δ ̓ ὅλον ἠξίου τῇ τε παρούσῃ σφᾶς καταστάσει χρῆ

zu dem Überschufs der Staatseinkünfte gehörte. - τοὺς γεωνόμους] XXviri agris dividundis. πλὴν ἑαυτοῦ] Cäsar hatte nicht die Absicht sich in Rom oder Italien aufzuhalten, sondern dachte bereits an die Übernahme der Provinz Gallien.

C. 2. διᾶραι τὸ στόμα] den Mund aufthun, ne hiscere quidem. διατριβαὶ καὶ ἀναβολαί] d. h. man wufste weiter nichts zu thun als unter flachen Vorwänden die Verhandlung mehrmals zu vertagen.

C. 3. ῥώμην τινά] consilium aut

ingenium, politischen Blick, cf. Cic. ad Att. I, 18, 7.— tò d'őlov n§íov] Capito Ateius bei Gellius IV, 10: C. Caesar cos. M. Catonem sententiam rogavit. Cato rem quae consulebatur quoniam non e rep. videbatur perfici nolebat. Eius rei ducendae gratia longa oratione utebatur eximebatque dicendo diem. Erat enim ius senatori, ut senten tiam rogatus diceret ante quicquid vellet aliae rei et quoad vellet. Catsar consul viatorem vocavit eumque, cum finem non faceret, prendi lo

σθαι καὶ μηδὲν ἔξω αὐτῆς ποιεῖν. καὶ ἐμέλλησε μὲν ἐπὶ τούτοις 2 ὁ Καῖσαρ ἐς τὸ δεσμωτήριον τὸν Κάτωνα ἐξ αὐτοῦ τοῦ συνεδρίου ἐξελκύσας ἐμβαλεῖν· ἐπεὶ δὲ ἐκεῖνός τε ἑτοιμότατα ἑαυτὸν ἀπ άγεσθαι ἐπέδωκε, καὶ τῶν ἄλλων οὐκ ὀλίγοι οἱ ἐφέσποντο, καί τις αὐτῶν Μάρκος Πετρήιος ἐπιτιμηθεὶς ὑπ' αὐτοῦ ὅτι μηδέπω διαφειμένης τῆς βουλῆς ἀπαλλάττοιτο, ἔφη ὅτι μετὰ Κάτωνος ἐν τῷ οἰκήματι μᾶλλον ἢ μετὰ σοῦ ἐνταῦθα εἶναι βούλομαι, κατῃδέσθη, καὶ τόν τε Κάτωνα ἀφῆκε καὶ τὴν γερουσίαν ἀπήλ- 3 λαξε, τοσοῦτον μόνον ὑπειπὼν ὅτι ἐγὼ μὲν ὑμᾶς καὶ δικαστὰς τοῦ νόμου καὶ κυρίους ἐποιησάμην, ὅπως, εἴ τι μὴ ἀρέσειεν ὑμᾶς, μηδ ̓ ἐς τὸν δῆμον ἐσενεχθείη· ἐπεὶ δ ̓ οὐκ ἐθέλετε προβουλεῦσαι, ἐκεῖνος αὐτὸς αἱρήσεται.

κἀκ τούτου οὐδ ̓ ἄλλο τι τῇ γερουσίᾳ ἐν τῇ ἀρχῇ ταύτῃ 4 ἐπεκοινώνησεν, ἀλλ' ἐς τὸν δῆμον ἄντικρυς πάνθ' ὅσα ἐβούλετο ἐσέφερεν. ἐθελήσας δ ̓ οὖν καὶ ὡς ὁμογνώμονας τῶν πρώτων 2 τινὰς ἐν τῇ ἐκκλησίᾳ λαβεῖν, καὶ γὰρ ἤλπιζε μετεγνωκέναι τε αὐτοὺς καί πῃ καὶ τὸ πλῆθος φοβηθήσεσθαι, ἤρξατο ἀπὸ τοῦ συνάρχοντος, καὶ ἐπύθετο αὐτοῦ εἰ τὰ τοῦ νόμου μέμφοιτο. ἐπεὶ δ ̓ ἐκεῖνος οὐδὲν ἀπεκρίνατο πλὴν ὅτι οὐκ ἂν ἀνάσχοιτο ἐν 3 τῇ ἑαυτοῦ ἀρχῇ νεωτερισθῆναι τι, αὐτός τε πρὸς ἱκετείαν αὐτοῦ ἐτράπετο καὶ τὸν ὅμιλον συνδεηθῆναί οἱ ἔπεισεν, εἰπὼν ὅτι ἕξετε τὸν νόμον, ἂν οὗτος ἐθελήσῃ. ὁ οὖν Βίβουλος μέγα ἀναβοήσας “οὐχ ἕξετε” ἔφη τὸν νόμον τοῦτον ἐν τῷ ἔτει τούτῳ, οὐδ ̓ ἂν πάντες ἐθελήσητε. καὶ ὁ μὲν ταῦτ ̓ εἰπὼν ἀπηλλάγη· 4 ὁ δὲ δὴ Καῖσαρ τῶν μὲν ἄλλων τῶν ἐν ταῖς ἀρχαῖς ὄντων οὐδένα ἔτι διήρετο, δείσας μὴ καὶ ἐκείνων τις ἐναντιωθῇ οἱ, τὸν δὲ δὴ Πομπήιον τόν τε Κράσσον καίπερ ιδιωτεύοντας παραγαγὼν ἐκέλευσε γνώμην περὶ τῶν γεγραμμένων ἀποφήνασθαι, οὐχ ὅτι 5 οὐκ ἠπίστατο τὴν διάνοιαν αὐτῶν, σύμπαντα γὰρ κοινῇ ἔπρατ τον, ἀλλ ̓ ἵνα αὐτοῖς τε ἐκείνοις τιμήν, ὅτι καίτοι μηδεμίαν ἀρχὴν ἔχουσι συμβούλοις περὶ τοῦ νόμου χρῷτο, προσθείη, καὶ

quentem et in carcerem duci iussit. Senatus consurrexit et prosequebatur Catonem in carcerem. Hac invidia facta Caesar destitit et mitti Catonem iussit. ἐκεῖνος αὐτὸς] i. e. ohne Vorberatung (προβούλευauctoritas) des Senats, die für die comitia tributa nicht nötig

μα =

war.

C. 4. ἐν τῷ ἔτει τούτῳ] d. h. so lange ich Consul bin. Nach Suet. Caes. 20 stützte sich Bibulus auf das Recht der obnuntiatio: obnuntiantem collegam armis foro expulit. – καίπερ ιδιωτεύοντας] d. h. sie waren zwar Mitglieder des Senats, bekleideten aber damals kein Staatsamt. — παραγαγών] auf die Redner

τοὺς ἄλλους προσκαταπλήξειεν, ὁμογνώμονας τους πρώτους τε ὁμολογουμένως ἐν τῇ πόλει τότε ὄντας καὶ μέγιστον παρὰ πάν6 τας δυναμένους λαβών, τῷ τε πλήθει καὶ κατ ̓ αὐτὸ τοῦτο χαρίσαιτο, τεκμηριῶν ὅτι μήτ' ἀτόπου μήτ' ἀδίκου τινὸς ὀρέγοιντο, ἀλλ ̓ ὧν καὶ ἐκεῖνοι καὶ δοκιμασταὶ καὶ ἐπαινέται γίγνοιντο. 5 ὅ τε οὖν Πομπήιος μάλα ἀσμένως „οὐκ ἐγώ ἔφη,μόνος, ὦ Κυιρῖται, τὰ γεγραμμένα δοκιμάζω, ἀλλὰ καὶ ἡ ἄλλη βουλὴ πᾶσα, δι' ὧν οὐχ ὅτι τοῖς μετ ̓ ἐμοῦ, ἀλλὰ καὶ τοῖς μετὰ τοῦ 2 Μετέλλου συστρατευσαμένοις ποτὲ γῆν δοθῆναι ἐψηφίσατο. τότε μὲν οὖν, οὐ γὰρ ηὐπόρει τὸ δημόσιον, εἰκότως ἡ δόσις αὐτῆς ἀνεβλήθη· ἐν δὲ δὴ τῷ παρόντι, παμπλούσιον γὰρ ὑπ ̓ ἐμοῦ γέγονε, προσήκει καὶ ἐκείνοις τὴν ὑπόσχεσιν καὶ τοῖς ἄλλοις 3 τὴν ἐπικαρπίαν τῶν κοινῶν πόνων ἀποδοθῆναι. ταῦτ ̓ εἰπὼν ἐπεξῆλθέ τε καθ ̓ ἕκαστον τῶν γεγραμμένων, καὶ πάντα αὐτὰ ἐπῄνεσεν, ὥστε τὸν ὅμιλον ἰσχυρῶς ἡσθῆναι. ὁ οὖν Καῖσαρ ἰδὼν τοῦτο ἐκεῖνόν τε ἐπήρετο εἰ βοηθήσοι οἱ προθύμως ἐπὶ τοὺς τἀναντία σφίσι πράττοντας, καὶ τῷ πλήθει παρήνεσε 4 προσδεηθῆναι πρὸς τοῦτο αὐτοῦ. γενομένου δὲ τούτου ἐπαρ θεὶς ὁ Πομπήιος, ὅτι τῆς παρ ̓ ἑαυτοῦ ἐπικουρίας, καίπερ μηδεμίαν ἡγεμονίαν ἔχοντος, καὶ ὁ ὕπατος καὶ ὁ ὅμιλος ἔχρηζεν, ἄλλα τε πολλὰ ἀνατιμῶν τε καὶ ἀποσεμνύνων ἑαυτὸν διελέξατο, καὶ τέλος εἶπεν ὅτι, ἄν τις τολμήσῃ ξίφος ἀνελέσθαι, καὶ ἐγὼ 5 τὴν ἀσπίδα ἀναλήψομαι. ταῦθ' οὕτως ὑπὸ τοῦ Πομπηίου λεχθέντα καὶ Κράσσος ἐπήνεσεν. ὥστ ̓ εἰ καί τισι τῶν ἄλλων μὴ ἤρεσκεν, ὅμως ἐπεὶ οἱ ἄλλως τε ἄνδρες ἀγαθοὶ νομιζόμενοι καὶ πρὸς τὸν Καίσαρα ἐχθρῶς, ὥς γε καὶ ἐδόκουν σφίσιν, ἔχοντες, οὐ γάρ πω ἡ καταλλαγὴ αὐτῶν ἔκδηλος ἦν, συνῄνουν οἷς ἐγε γράφει, πρόθυμοι πρὸς τὴν τοῦ νόμου κύρωσιν ἐγένοντο.

6

οὐ μέντοι καὶ ὁ Βίβουλος ἐνεδίδου, ἀλλὰ τρεῖς δημάρχους συναγωνιστὰς προσθέμενος ἐκώλυε τὸ νομοθέτημα, καὶ τέλος, ἐπειδὴ μηκέτ' αὐτῷ μηδεμία ἄλλη σκῆψις ἀναβολῆς ὑπελείπετο,

[merged small][merged small][ocr errors][merged small]
« IndietroContinua »