delendamque urbem, adiciens nunquam defuturos raptores Italicae libertatis lupos, nisi silva in quam refugere solerent, esset excisa. Post primam demum horam noctis et Romana acies respiravit et hostium cessit. Telesinus postera die semianimis repertus est victoris magis quam morientis vultum praeferens, cuius abscisum caput praefigi gestarique circa Praeneste Sulla iussit. Tum demum desperatis rebus suis C. Marius adulescens per cuniculos qui miro opere fabricati in diversas agrorum partis ferebant, conatus erumpere cum foramine e terra emersisset, a dispositis in id ipsum interemptus est. Sunt qui sua manu, sunt qui concurrentem mutuis ictibus cum minore fratre Telesini una obsesso et erumpente occubuisse prodiderint. Utcumque cecidit, hodieque tanti patris imagine non obscuratur iuvenis memoria. De quo iuvene quid existimaverit Sulla, in promptu est: occiso enim demum eo Felicis nomen adsumpsit, quod quidem usurpasset iustissime, si eundem et vincendi et vivendi finem habuisset. Oppugnationi autem Praenestis ac Mari praefuerat Ofella Lucretius, qui cum ante Marianarum fuisset partium, proditor ad Sullam transfugerat. Felicitatem diei quo Samnitium Telesinique pulsus est exercitus, Sulla perpetua ludorum Circensium honoravit memoria, qui sub eius nomine Victoriae celebrantur. 6. Sullas Diktatur und Proskription (App. b. c. I, 100. Ὃ δ ̓ ἐς μὲν πρόσχημα τῆς πατρίου πολιτείας ὑπάτους αὖτοῖς ἐπέτρεψεν ἀποφῆναι, καὶ ἐγένοντο Μάρκος Τύλλιος καὶ Κορνήλιος Δολοβέλλας· αὐτὸς δ ̓, οἷα δὴ βασιλεύων, δικτάτωρ ἐπὶ τοῖς ὑπάτοις ἦν. πελέκεις τε γὰρ ἐφέροντο πρὸ αὐτοῦ, οἷα δικτάτορος, εἴκοσι καὶ τέσσαρες, ὅσοι καὶ τῶν πάλαι βασιλέων ἡγοῦντο, καὶ φυλακὴν τοῦ σώματος περιέθετο πολλήν. Dolabella] So lange Sullas Einfluss dauerte, kamen regelmäfsig je ein Patricier u. Plebeier zum Consulat; weiter konnte er nicht gehen, denn alle Koryphäen seiner Partei waren Plebeier. Dies war für jene Zeit eine fast kindische Einrichtung. Nieb. Vorl. R. G. II, 383. δικτάτωρ] = τύραννος μὲν γὰρ ἡ τῶν ǹ δικτατόρων ἀρχὴ καὶ πάλαι ὀλίγῳ χρόνῳ ὁριζομένη (6 Monate): τότε δὲ πρῶτον (82 v. Chr.) ἐς ἀόριστον ἐλθοῦσα (dictatura perpetua) τυραννὶς ἐγίγνετο ἐντελής. App. I, 99. ἡγοῦντο] vorangingen. - πρὶν νόμους τε ἐξέλυε, καὶ ἑτέρους ἐτίθετο· καὶ στρατηγεῖν ἀπεῖπε πρὶν ταμιεῦσαι καὶ ὑπατεύειν πρὶν στρατηγῆσαι, καὶ τὴν ἀρχὴν τὴν αὐτὴν αὖθις ἄρχειν ἐκώλυσε πρὶν ἔτη δέκα διαγενέσθαι. τὴν δὲ τῶν δημάρχων ἀρχὴν ἴσα καὶ ἀνεῖλεν, ἀσθενεστάτην ἀποφήνας, καὶ νόμῳ κωλύσας μηδεμίαν ἄλλην τὸν δήμαρχον ἀρχὴν ἔτι ἄρχειν· διὸ καὶ πάντες οἱ δόξης ἢ γένους ἀντιποιούμενοι τὴν ἀρχὴν ἐς τὸ μέλλον ἐξετρέποντο. τῇ δὲ βουλῇ, διὰ τὰς στάσεις καὶ τοὺς πολέμους πάμπαν ὀλιγανδρούσῃ, προσκατέλεξεν ἀμφὶ τοὺς τριακοσίους ἐκ τῶν ἀρίστων ἱππέων, ταῖς φυλαῖς ἀναδοὺς ψῆφον περὶ ἑκάστου. τῷ δὲ δήμῳ τοὺς δούλους τῶν ἀνῃρημένων τοὺς νεωτάτους τε καὶ εὐρώστους, μυρίων πλείους, ἐλευθερώσας ἐγκατέλεξε, καὶ πολίτας ἀπέφηνε Ῥωμαίων, καὶ Κορνηλίους ἀφ ̓ ἑαυτοῦ προσεῖπεν, ὅπως ἑτοίμοις ἐκ τῶν δημοτῶν πρὸς τὰ παραγγελλόμενα μυρίοις χρῷτο. τὸ δ ̓ αὐτὸ καὶ περὶ τὴν Ἰταλίαν ἐπινοῶν, τέλεσι τοῖς ὑπὲρ ἑαυτοῦ στρατευσαμένοις τρισὶ καὶ εἴκοσιν ἐπένειμεν, ὥς μοι προείρηται, πολλὴν ἐν ταῖς πόλεσι γῆν, τὴν μὲν ἔτι οὖσαν ἀνέμητον, τὴν δὲ τὰς πόλεις ἀφαιρούμενος ἐπὶ ζημίᾳ. XXXIII. Ἔξω δὲ τῶν φονικῶν καὶ τὰ λοιπὰ τοὺς ἀνθρώπους ἐλύπει. Δικτάτορα μὲν γὰρ ἑαυτὸν ἀνεγόρευσε δι ̓ ἐτῶν ἑκατὸν εἴκοσι τοῦτο τὸ γένος τῆς ἀρχῆς ἀναλαβών. Ἐψηφίσθη δὲ αὐτῷ πάντων ἄδεια τῶν γεγονότων, πρὸς δὲ τὸ μέλλον ἐξουσία θανάτου, δημεύσεως, κληρουχιῶν, κτίσεως, πορθήσεως, ἀφελέσθαι βασιλείαν, ᾧ βούλοιτο χαρίσασθαι. Τὰς δὲ διαπρά ἔτη δέκα διαγένεσθαι] Er ging also auf das Plebiscit von 342 zurück: ne quis eundem magistratum intra decem annos caperet. Cäsar band sich bereits an dieses Gesetz nicht mehr. μηδεμίαν . . . ἄρχειν] Sulla ging in allen seinen Gesetzen auf eine abgelebte Vorzeit zurück. Ehemals konnte kein Tribun ein kurulisches Amt bekleiden, eben weil sie Plebeier waren; Sulla gab jetzt diese Verordnung, um zur Vorzeit zurückzukehren nnd zugleich das Tribunat zu beschränken. ἐξετρέποντο] devitabant. ἀμφὶ τοὺς τριακοσίους] Wie hoch jetzt die Gesamtzahl war, ist nicht zu bestimmen: zu Cic. Zeit stimmten einmal 415 Mitglieder, so dafs die Gesamtzahl sich wohl auf 600 belaufen mochte. – Κορνηλίους] Vgl. Cornelius Chrysogonus. - πολλὴν ἐν ταῖς πόλεσι γῆν] Es sind dies die Militärkolonien (coloniae Romanae militares), wozu er 23 Legionen bestimmte, besonders in Etrurien. Den Bewohnern wurde ihr ganzes Gebiet entzogen, oder, wenn sie nicht ausgerottet wurden, so mufsten sie an die Soldaten Grundsteuer zahlen für die Hufen, die sie behielten. Plut. Sulla c. 33 δι ̓ ἐτῶν ἑκατὸν εἴκοσι] ebenso Vell. II, 28 dictator creatus, cuius honoris usurpatio per annos CXX intermissa. Der letzte Diktator war 202 v. Chr. erwählt. Nach Cäsars Tod wurde die Diktatur durch ein Gesetz für immer ab σεις τῶν δεδημευμένων οἴκων οὕτως ὑπερηφάνως ἐποιεῖτο καὶ δεσποτικῶς ἐπὶ βήματος καθεζόμενος, ὥστε τῶν ἀφαιρέσεων ἐπαχθεστέρας αὐτοῦ τὰς δωρεὰς εἶναι, καὶ γυναιξὶν εὐμόρφοις καὶ λυρῳδοῖς καὶ μίμοις καὶ καθάρμασιν ἐξελευθερικοῖς ἐθνῶν χώρας καὶ πόλεων χαριζομένου προσόδους, ἐνίοις δὲ γάμους ἀκουσίως ζευγνυμένων γυναικῶν. Πομπήιόν γέ τοι βουλόμενος οἰκειώσασθαι τὸν Μάγνον ἣν μὲν εἶχε γαμετὴν ἀφεῖναι προσέταξεν, Αἰμιλίαν δέ, Σκαύρου θυγατέρα καὶ Μετέλλης τῆς ἑαυτοῦ γυναικός, ἀποσπάσας Μανίου Γλαβρίωνος ἐγκύμονα συνᾤκισεν αὐτῷ· ἀπέθανε δὲ ἡ κόρη παρὰ τῷ Πομπηίῳ τίκτουσα. Λουκρητίου δὲ Ὀφέλλα τοῦ Μάριον ἐκπολιορκήσαντος αἰτουμένου καὶ μετιόντος ὑπατείαν πρῶτον μὲν ἐκώλυεν· ὡς δὲ ἐκεῖνος ὑπὸ πολλῶν σπουδαζόμενος εἰς τὴν ἀγορὰν ἐνέβαλε, πέμψας τινὰ τῶν περὶ αὐτὸν ἑκατονταρχῶν ἀπέσφαξε τὸν ἄνδρα καθεξόμενος αὐτὸς ἐπὶ βήματος ἐν τῷ Διοσκουρείῳ καὶ τὸν φόνον ἐφορῶν ἄνωθεν. Τῶν δὲ ἀνθρώπων τὸν ἑκατοντάρχην συλλαβόντων καὶ προσαγαγόντων τῷ βήματι σιωπῆσαι κελεύσας τοὺς θορυβοῦντας αὐτὸς ἔφη κελεῦσαι τοῦτο καὶ τὸν ἑκατοντάρχην ἀφεῖναι προτέταξεν. XXXI. Τοῦ δὲ Σύλλα πρὸς τὸ σφάττειν τραπομένου καὶ φόνων οὔτε ἀριθμὸν οὔτε ὅρον ἐχόντων ἐμπιπλάντος τὴν πόλιν, ἀναιρουμένων πολλῶν καὶ κατ ̓ ἰδίας ἔχθρας, οἷς οὐδὲν ἦν πρᾶγμα πρὸς Σύλλαν, ἐφιέντος αὐτοῦ καὶ χαριζομένου τοῖς περὶ αὐτόν, ἐτόλμησε τῶν νέων εἷς, Γάιος Μέτελλος, ἐν τῇ συγκλήτῳ τοῦ Σύλλα πυθέσθαι, τί πέρας ἔσται τῶν κακῶν, καὶ ποῖ προελθόντος αὐτοῦ δεῖ πεπαῦσθαι τὰ γινόμενα προσδοκᾶν, Παραιτούμεθα γὰρ“ εἶπεν „οὐχ οὓς σὺ ἔγνωκας ἀναιρεῖν τῆς τιμωρίας, ἀλλὰ τῆς ἀμφιβολίας οὓς ἔγνωκας σῴζειν.“ ̓Αποκριναμένου δὲ τοῦ Σύλλα μηδέπω γινώσκειν οὓς ἀφίησιν, ὑπολαβὼν ὁ Μέτελλος „Οὐκοῦν“ ἔφη „δήλωσον οὓς μέλλεις κολάζειν.“ Καὶ ὁ Σύλλας ἔφη τοῦτο ποιήσειν. Ὁ δ' οὖν Σύλλας εὐθὺς ὀγδοήκοντα προέγραψεν οὐδενὶ τῶν ἐν τέλει κοινωσάμενος. ̓Αγανακτούντων δὲ πάντων μίαν ἡμέραν διαλιπὼν ἄλλους προέγραψεν εἴκοσι καὶ διακοσίους, εἶτα τρίτῃ 99 66 πάλιν οὐκ ἐλάττους: Ἐπὶ δὲ τούτοις δημηγορῶν εἶπεν ὅσους μεμνημένος τυγχάνοι προγράφειν, τοὺς δὲ νῦν διαλανθάνοντας αὖθις προγράψειν. Προέγραψε δὲ τῷ μὲν ὑποδεξαμένῳ καὶ διασώσαντι τὸν προγεγραμμένον ζημίαν τῆς φιλανθρωπίας ὁρίζων θάνατον, οὐκ ἀδελφόν, οὐχ υἱόν, οὐ γονεῖς ὑπεξελόμενος· τῷ δὲ ἀποκτείναντι γέρας δύο τάλαντα τῆς ἀνδροφονίας, κἂν δοῦλος δεσπότην κἂν πατέρα υἱὸς ἀνέλῃ. Ὃ δὲ πάντων ἀδικώτατον ἔδοξε, τῶν γὰρ προγεγραμμένων ἠτίμωσε καὶ υἱοὺς καὶ υἱωνοὺς καὶ τὰ χρήματα πάντων ἐδήμευσε. Προεγράφοντο δὲ οὐκ ἐν Ῥώμῃ μόνον, ἀλλὰ καὶ ἐν πάσῃ πόλει τῆς Ἰταλίας· καὶ φονευομένων οὔτε ναὸς ἦν καθαρὸς Θεοῦ οὔτε ἑστία ξένιος οὔτε οἶκος πατρῷος, ἀλλὰ καὶ παρὰ γυναιξὶ γαμεταῖς ἄνδρες ἐσφάττοντο καὶ παρὰ μητράσι παῖδες. Ησαν δὲ οἱ δι ̓ ὀργὴν ἀπολλύμενοι καὶ δι ̓ ἔχθραν μέρος τῶν διὰ χρήματα σφαττομένων, ἀλλὰ καὶ λέγειν ἐπῄει τοῖς κολάζουσιν, ὡς τόνδε μὲν ἀνῄρηκεν οἰκία μεγάλη, τόνδε δὲ κῆπος, ἄλλον ὕδατα θερμά. Κόιντος δὲ Αὐρήλιος, ἀνὴρ ἀπράγμων καὶ το σοῦτον αὐτῷ μετεῖναι τῶν κακῶν νομίζων, ὅσον ἄλλοις συναλγεῖν ἀτυχοῦσιν, εἰς ἀγορὰν ἐλθὼν ἀνεγίνωσκε τοὺς προγεγραμμένους· εὑρὼν δὲ ἑαυτὸν „Οἴμοι τάλας“ εἶπε „διώκει με το ἐν ̓Αλβανῷ χωρίον.“ Καὶ βραχὺ προελθὼν ὑπό τινος ἀπεσφάγη καταδιώξαντος. Ἔδοξε δὲ καινότατον γενέσθαι τὸ περὶ Λεύκιον Κατιλίναν. Οὗτος γὰρ οὔπω τῶν πραγμάτων κεκριμένων ἀνῃρηκὼς ἀδελφὸν ἐδεήθη τοῦ Σύλλα τότε προγράψαι τὸν ἄνθρωπον ὡς ζῶντα· καὶ προεγράφη. Τούτου δὲ τῷ Σύλλᾳ χάριν ἐκτίνων Μάρκον τινὰ Μάριον τῶν ἐκ τῆς ἐναντίας ἀποκτείνας τὴν μὲν κεφαλὴν ἐν ἀγορᾷ καθεζομένῳ τῷ Σύλλᾳ προσήνεγκε, τῷ δὲ περιρραντηρίῳ τοῦ ̓Απόλλωνος ἐγγὺς ὄντι προσελθὼν ἀπενίψατο τὰς χεῖρας. 66 V. Principat des Pompeius 79–60. 1. Seeräuberkrieg (Dio Cassius 36, 23- 37). Ἐς τοσοῦτον μὲν δὴ τὰ τῶν καταποντιστῶν ἤρθη ὥστε 23 καὶ μέγαν καὶ συνεχῆ καὶ ἀπροφύλακτον καὶ ἄσπειστον τὸν πόλεμον αὐτῶν γενέσθαι· οἱ δὲ δὴ ̔Ρωμαῖοι ἤκουον μέν που αὐτά, καί τινα καὶ ἑώρων, οὔτε γὰρ ἄλλο τι τῶν ἐπακτῶν ἐφοίτα σφίσι, καὶ ἡ σιτοπομπία παντελῶς ἀπεκέκλειστο, οὐ 2 μέντοι καὶ μεγάλην, ὅτε γε ἐχρῆν, φροντίδα αὐτῶν ἐποιήσαντο, ἀλλ ̓ ἐξέπεμπον μὲν καὶ ναυτικὰ καὶ στρατηγούς, ὥς που καθ ̓ ἕκαστον τῶν προσαγγελλομένων ἐκινοῦντο, ἔπραττον δ ̓ οὐδέν, ἀλλὰ καὶ πολὺ πλείω τοὺς συμμάχους δι ̓ αὐτῶν ἐκείνων ἐταλαιπώρουν, μέχρις οὗ ἐν παντὶ ἐγένοντο. τότε δὲ συνελθόντες ἐβουλεύσαντο ἐπὶ πολλὰς ἡμέρας ὅ,τι καὶ χρὴ πρᾶξαι. τῇ τε 3 γὰρ συνεχείᾳ τῶν κινδύνων τετρυχωμένοι, καὶ μέγαν καὶ πολὺν τὸν πρὸς αὐτοὺς πόλεμον ὁρῶντες ὄντα, καὶ οὐδ ̓ ἅμα πᾶσι σφίσιν οὔτ ̓ αὖ καθ ̓ ἑκάστους προσπολεμῆσαι δυνατὸν εἶναι νομίζοντες, ἀλλήλοις τε γὰρ συνεβοήθουν, καὶ πανταχοῦ ἅμα ἀμήχανον ἦν αὐτοὺς ἀμύνασθαι, ἔν τε ἀπορίᾳ καὶ ἀνελπιστίᾳ τοῦ κατορθώσειν τι πολλῇ ἐγένοντο, πρὶν δὴ Αὖλός τις Γαβίνιος δήμαρχος γνώμην ἔδωκεν, εἴτ ̓ οὖν τοῦ Πομπηίου 4 = C. 23. ἐς τοσοῦτον] Vell. II, 31 cum belli more, non latrociniorum, orbem classibus iam, non furtivis expeditionibus piratae terrerent quasdamque etiam Italiae urbis diripuissent. καταποντισταί] · piratae, praedones. neon] hob sich, dehnte sich aus (in dies augebatur). Vgl. Cic. de inp. Cn. Pomp. c. 12. Nach Zonaras verfügten die Seeräuber über eine Flotte von mehr als 1000 Schiffen und überrumpelten über 400 Küstenstädte. — ἀπροφύλακτον] Gegen die plötzlichen Angriffe der Seeräuber konnte man nur in den seltensten Fällen Vorkehrungen treffen. Vgl. Cic. in Verr. V, § 95 sqq. — ἄσπειστον] völkerrechtswidrig, indem die Formen des Völkerrechts nicht beachtet werden, daher oft grausam, τῶν = ἐπακτῶν] Zufuhr zur See. ἀπεκέκλειστο] commercium annonae intercluserant. Seit dem II. punischen Krieg erhielt Rom fast seinen vollen Bedarf an Getreide aus Sici lien, Ägypten, Afrika. – ὅτε γε ἐχρῆν] tum quidem cum oportebat. ναυτικὰ] classes. στρατηγούς] z. B. Servilius Isauricus (gegen Cilicien u. Isaurien) 78-75, u. M. Antonius, der Sohn des Redners u. Vater des Triumvir, 74 (gegen Kreta). — τῶν προσαγγελλομένων] die Nachrichten von den Verlusten durch die Seeräuber, die immer an die Regierung (Senat) nach Rom kamen. δι' αὐτῶν ἐκείνων] denn die Bundesgenossen wurden jetzt nicht allein von den Seeräubern, sondern auch von den räuberischen Feldherrn der Römer (wie z. B. Antonius) geplündert. ἐν παντὶ ἐγένοντο] sc. κινδύνῳ. de summa rep. periclitari. — τῇ συνεχείᾳ] continuo periculorum tenore. ἀνελπιστίᾳ] = desperatione. — Γαβίνιος] Vgl. Cic. de inp. Cn. Pomp. 56-58. - |